Danilo 10

Stari zavet

1

Treće godine Kira cara Persijskoga objavi se riječ Danilu, koji se zvaše Valtasar; i riječ bješe istinita i o velikim stvarima; i razabra riječ i razumje utvaru.

ΕΝ ἔτει τρίτῳ Κύρου βασιλέως Περσῶν λόγος ἀπεκαλύφθη τῷ Δανιήλ, οὗ τὸ ὄνομα ἐπεκλήθη Βαλτάσαρ, καὶ ἀληθινὸς ὁ λόγος, καὶ δύναμις μεγάλη καὶ σύνεσις ἐδόθη αὐτῷ ἐν τῇ ὀπτασίᾳ.

0
2

U to vrijeme ja Danilo bjeh u žalosti tri nedjelje dana.

ἐν ταῖς ἡμέραις ἐκείναις ἐγὼ Δανιὴλ ἤμην πενθῶν τρεῖς ἑβδομάδας ἡμερῶν·

0
3

Jela ugodna ne jedoh, ni meso ni vino ne uđe u moja usta, niti se namazah uljem dok se ne navršiše tri nedjelje dana.

ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην ἕως πληρώσεως τριῶν ἑβδομάδων ἡμερῶν.

0
4

A dvadeset četvrtoga dana prvoga mjeseca bijah na brijegu velike rijeke Hidekela.

ἐν ἡμέρᾳ εἰκοστῇ τετάρτῃ τοῦ μηνὸς τοῦ πρώτου, καὶ ἐγὼ ἤμην ἐχόμενα τοῦ ποταμοῦ τοῦ μεγάλου, αὐτός ἐστι Τίγρις, Ἐδδεκέλ,

0
5

I podigoh oči svoje i vidjeh, a to jedan čovjek obučen u platno, i pojas bješe oko njega od čistoga zlata iz Ufaza;

καὶ ᾖρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ ἀνὴρ εἷς ἐνδεδυμένος βαδδίν, καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη ἐν χρυσίῳ Ὠφάζ,

0
6

A tijelo mu bješe kao hrisolit, i lice mu kao munja a oči mu kao lučevi zapaljeni, a ruke i noge kao mjed uglađena, a glas od riječi njegovijeh kao glas mnogoga ljudstva.

καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ θαρσίς, καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡς ὅρασις χαλκοῦ στίλβοντος καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου.

0
7

I ja Danilo sam vidjeh utvaru, a ljudi što bijahu sa mnom ne vidješe je, ali ih popade strah velik, te pobjegoše i sakriše se.

καὶ εἶδον ἐγὼ Δανιὴλ μόνος τὴν ὀπτασίαν, καὶ οἱ ἄνδρες οἱ μετ' ἐμοῦ οὐκ εἶδον τὴν ὀπτασίαν, ἀλλ' ἢ ἔκστασις μεγάλη ἐπέπεσεν ἐπ' αὐτούς, καὶ ἔφυγον ἐν φόβῳ.

0
8

I ostah sam, i vidjeh tu veliku utvaru, i ne osta snage u meni, i ljepota mi se nagrdi, i ne imah snage.

0
9

I čuh glas od riječi njegovijeh, i kad čuh glas od riječi njegovijeh, izvan sebe padoh ničice licem na zemlju.

καὶ ἤκουσα τὴν φωνὴν τῶν λόγων αὐτοῦ καὶ ἐν τῷ ἀκοῦσαί με αὐτοῦ ἤμην κατανενυγμένος, καὶ τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν.

0
10

I gle, ruka me se dotače i podiže me na koljena moja i na dlanove moje.

καὶ ἰδοὺ χεὶρ ἁπτομένη μου καὶ ἤγειρέ με ἐπὶ τὰ γόνατά μου.

0
11

I reče mi: Danilo, mili čovječe! slušaj riječi koje ću ti kazati, i stani pravo, jer sam sada poslan k tebi. I kad mi reče tu riječ, ustah drkćući.

καὶ εἶπε πρός με· Δανιὴλ ἀνὴρ ἐπιθυμιῶν, σύνες ἐν τοῖς λόγοις, οἷς ἐγὼ λαλῶ πρός σε, καὶ στῆθι ἐπὶ τῇ στάσει σου, ὅτι νῦν ἀπεστάλην πρός σε. καὶ ἐν τῷ λαλῆσαι αὐτὸν πρός με τὸν λόγον τοῦτον ἀνέστην ἔντρομος.

0
12

I reče mi: ne boj se, Danilo, jer prvoga dana kad si upravio srce svoje da razumijevaš i da mučiš sebe pred Bogom svojim, uslišene biše riječi tvoje, i ja dođoh tvojih riječi radi.

καὶ εἶπε πρός με· μὴ φοβοῦ, Δανιήλ, ὅτι ἀπὸ τῆς πρώτης ἡμέρας, ἧς ἔδωκας τὴν καρδίαν σου τοῦ συνεῖναι καὶ κακωθῆναι ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, ἠκούσθησαν οἱ λόγοι σου, καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου.

0
13

Ali knez carstva Persijskoga staja mi nasuprot dvadeset i jedan dan; ali, gle, Mihailo jedan od prvijeh knezova dođe mi u pomoć; tako ja ostah ondje kod careva Persijskih.

καὶ ὁ ἄρχων βασιλείας Περσῶν εἱστήκει ἐξ ἐναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν, καὶ ἰδοὺ Μιχαὴλ εἷς τῶν ἀρχόντων τῶν πρώτων ἦλθε βοηθῆσαί μοι, καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλείας Περσῶν,

0
14

I dođoh da ti kažem šta će biti tvome narodu poslije; jer će još biti utvara za te dane.

καὶ ἦλθον συνετίσαι σε ὅσα ἀπαντήσεται τῷ λαῷ σου ἐπ' ἐσχάτων τῶν ἡμερῶν, ὅτι ἔτι ἡ ὅρασις εἰς ἡμέρας.

0
15

I kad mi govoraše tako, oborih oči svoje na zemlju i zanijemjeh.

Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ' ἐμοῦ κατὰ τοὺς λόγους τούτους ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν καὶ κατενύγην.

0
16

I gle, kao čovjek dotače se usana mojih, i otvorih usta svoja, i progovorih i rekoh onomu koji stajaše prema meni: gospodaru moj, od ove utvare navališe moji bolovi na mene i nema snage u meni.

καὶ ἰδοὺ ὡς ὁμοίωσις υἱοῦ ἀνθρώπου ἥψατο τῶν χειλέων μου· καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα καὶ εἶπα πρὸς τὸν ἑστῶτα ἐναντίον μου· Κύριε, ἐν τῇ ὀπτασίᾳ σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοί, καὶ οὐκ ἔσχον ἰσχύν·

0
17

A kako može sluga mojega gospodara govoriti s gospodarem mojim? Jer od ovoga časa u meni nesta snage i ni dihanje ne osta u meni.

καὶ πῶς δυνήσεται ὁ παῖς σου, Κύριε, λαλῆσαι μετὰ τοῦ Κυρίου μου τούτου; καὶ ἐγὼ ἀπὸ τοῦ νῦν οὐ στήσεται ἐν ἐμοὶ ἰσχύς, καὶ πνεῦμα οὐχ ὑπελείφθη ἐν ἐμοί.

0
18

Tada onaj što bijaše kao čovjek opet me se dotače i ohrabri me.

καὶ προσέθετο καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου καὶ ἐνίσχυσέ με

0
19

I reče: ne boj se, mili čovječe; mir da ti je! ohrabri se, ohrabri se. I dokle mi govoraše, ohrabrih se i rekoh: neka govori gospodar moj, jer si me ohrabrio.

καὶ εἶπέ μοι· μὴ φοβοῦ ἀνὴρ ἐπιθυμιῶν, εἰρήνη σοι· ἀνδρίζου καὶ ἴσχυε. καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ' ἐμοῦ ἴσχυσα καὶ εἶπα· λαλείτω ὁ Κύριός μου, ὅτι ἐνίσχυσάς με.

0
20

A on reče: znaš li zašto sam došao k tebi? a sada ću se vratiti da vojujem na kneza Persijskoga; potom ću otići, i gle, doći će knez Grčki.

καὶ εἶπεν· εἰ οἶδας, ἱνατί ἦλθον πρός σε; καὶ νῦν ἐπιστρέψω τοῦ πολεμῆσαι μετὰ τοῦ ἄρχοντος Περσῶν· καὶ ἐγὼ ἐξεπορευόμην, καὶ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο,

0
21

Ali ću ti kazati što je napisano u knjizi istinitoj. Nema nikoga da junački radi sa mnom u tom osim Mihaila kneza vašega.

ἀλλ' ἢ ἀναγγελῶ σοι τὸ ἐντεταγμένον ἐν γραφῇ ἀληθείας, καὶ οὐκ ἔστιν εἷς ἀντεχόμενος μετ' ἐμοῦ περὶ τούτων, ἀλλ' ἢ Μιχαὴλ ὁ ἄρχων ὑμῶν.

0