Stari zavet
I dođe anđeo Gospodnji od Galgala u Vokim i reče: izveo sam vas iz Misira i doveo vas u zemlju za koju sam se zakleo ocima vašim; i rekoh: neću pokvariti zavjeta svojega s vama dovijeka.
ΚΑΙ ἀνέβη ἄγγελος Κυρίου ἀπὸ Γαλγὰλ ἐπὶ τὸν Κλαυθμῶνα καὶ ἐπὶ Βαιθὴλ καἱ ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ εἶπε πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἀνεβίβασα ὑμᾶς ἐξ Αἰγύπτου καὶ εἰσήγαγον ὑμᾶς εἰς τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν, καὶ εἶπα· οὐ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθ᾿ ὑμῶν εἰς τὸν αἰῶνα·
A vi ne hvatajte vjere sa stanovnicima te zemlje, oltare njihove raskopajte. Ali ne poslušaste glasa mojega. Šta ste to učinili?
καὶ ὑμεῖς οὐ διαθήσεσθε διαθήκην τοῖς ἐγκαθημένοις εἰς τὴν γῆν ταύτην, οὐδὲ τοῖς θεοῖς αὐτῶν προσκυνήσετε, ἀλλὰ τὰ γλυπτὰ αὐτῶν συντρίψετε, τὰ θυσιαστήρια αὐτῶν καθελεῖτε. καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου, ὅτι ταῦτα ἐποιήσατε.
Zato i ja rekoh: neću ih odagnati ispred vas, nego će vam biti kao trnje, i bogovi njihovi biće vam zamka.
κἀγὼ εἶπον· οὐ μὴ ἐξάρω αὐτοὺς ἐκ προσώπου ὑμῶν, καὶ ἔσονται ὑμῖν εἰς συνοχάς, καὶ οἱ θεοὶ αὐτῶν ἔσονται ὑμῖν εἰς σκάνδαλον.
A kad izgovori anđeo Gospodnji ove riječi svijem sinovima Izrailjevijem, narod podiže glas svoj i plaka.
καὶ ἐγένετο ὡς ἐλάλησεν ὁ ἄγγελος Κυρίου τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς Ἰσραήλ, καὶ ἐπῇραν ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν.
Zato prozvaše ono mjesto Vokim; i ondje prinesoše žrtve Gospodu.
καὶ ἐπωνόμασαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Κλαυθμῶνες· καὶ ἐθυσίασαν ἐκεῖ τῷ Κυρίῳ.
A Isus raspusti narod, i razidoše se sinovi Izrailjevi svaki na svoje našljedstvo, da naslijede zemlju.
Καὶ ἐξαπέστειλεν Ἰησοῦς τὸν λαόν, καὶ ἦλθεν ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ κατακληρονομῆσαι τὴν γῆν.
I služi narod Gospodu svega vijeka Isusova i svega vijeka starješina koje živješe dugo iza Isusa i koje bijahu vidjele sva velika djela Gospodnja što učini Izrailju.
καὶ ἐδούλευσεν ὁ λαὸς τῷ Κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων, ὅσοι ἐμακροημέρευσαν μετὰ Ἰησοῦ, ὅσοι ἔγνωσαν πᾶν τὸ ἔργον Κυρίου τὸ μέγα, ὃ ἐποίησεν ἐν τῷ Ἰσραήλ.
Ali umrije Isus sin Navin sluga Gospodnji, kad mu bješe sto i deset godina.
καὶ ἐτελεύτησεν Ἰησοῦς υἱὸς Ναυὴ δοῦλος Κυρίου, υἱὸς ἑκατὸν δέκα ἐτῶν.
I pogreboše ga u međama našljedstva njegova u Tamnat-Aresu u gori Jefremovoj sa sjevera gori Gasu.
καὶ ἔθαψαν αὐτὸν ἐν ὁρίῳ τῆς κληρονομίας αὐτοῦ ἐν Θαμναθαρές, ἐν ὄρει Ἐφραὶμ ἀπὸ βορρᾶ τοῦ ὄρους Γαάς.
I sav onaj naraštaj pribra se k ocima svojim, i nasta drugi naraštaj iza njih, koji ne poznavaše Gospoda ni djela koja je učinio Izrailju.
καί γε πᾶσα ἡ γενεὰ ἐκείνη προσετέθησαν πρὸς τοὺς πατέρας αὐτῶν, καὶ ἀνέστη γενεὰ ἑτέρα μετ᾿ αὐτούς, οἳ οὐκ ἔγνωσαν τὸν Κύριον καί γε τὸ ἔργον, ὃ ἐποίησεν ἐν τῷ Ἰσραήλ.
I sinovi Izrailjevi činiše što je zlo pred Gospodom, i služiše Valima.
Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ ἐλάτρευσαν τοῖς Βααλίμ.
I ostaviše Gospoda Boga otaca svojih, koji ih je izveo iz zemlje Misirske, i pođoše za drugim bogovima između bogova onijeh naroda koji bijahu oko njih, i klanjaše im se, i razgnjeviše Gospoda.
καὶ ἐγκατέλιπον τὸν Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἐπορεύθησαν ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν καί προσεκύνησαν αὐτοῖς καὶ παρώργισαν τὸν Κύριον
I ostaviše Gospoda, i služiše Valu i Astarotama.
καὶ ἐγκατέλιπον αὐτὸν καὶ ἐλάτρευσαν τῷ Βάαλ καὶ ταῖς Ἀστάρταις.
I razgnjevi se Gospod na Izrailja, i dade ih u ruke ljudima koji ih plijenjahu, i prodade ih u ruke neprijateljima njihovijem unaokolo, i ne mogaše se više držati pred neprijateljima svojim.
καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραὴλ καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας προνομευόντων, καὶ κατεπρονόμευσαν αὐτούς· καὶ ἀπέδοτο αὐτοὺς ἐν χερσὶ τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν, καὶ οὐκ ἠδυνήθησαν ἔτι ἀντιστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν.
Kuda god polažahu, ruka Gospodnja bješe protiv njih na zlo, kao što bješe rekao Gospod i kao što im se bješe zakleo Gospod; i bijahu u velikoj nevolji.
ἐν πᾶσιν, οἷς ἐπορεύοντο, καὶ χεὶρ Κυρίου ἦν ἐπ᾿ αὐτοὺς εἰς κακά, καθὼς ἐλάλησε Κύριος καὶ καθὼς ὤμοσε Κύριος αὐτοῖς, καὶ ἐξέθλιψεν αὐτοὺς σφόδρα.
Tada im Gospod podizaše sudije, koji ih izbavljahu iz ruku onijeh što ih plijenjahu.
καὶ ἤγειρε Κύριος κριτάς, καὶ ἔσωσεν αὐτοὺς Κύριος ἐκ χειρὸς τῶν προνομευόντων αὐτούς. καί γε τῶν κριτῶν οὐχ ὑπήκουσαν,
Ali ni sudija svojih ne slušaše, nego činiše preljubu za drugim bogovima, i klanjaše im se; brzo zađoše s puta kojim idoše oci njihovi slušajući zapovijesti Gospodnje; oni ne činiše tako.
ὅτι ἐξεπόρνευσαν ὀπίσω θεῶν ἑτέρων καὶ προσεκύνησαν αὐτοῖς· καὶ ἐξέκλιναν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐπορεύθησαν οἱ πατέρες αὐτῶν τοῦ εἰσακούειν τῶν λόγων Κυρίου, οὐκ ἐποίησαν οὕτως.
I kad im Gospod podizaše sudije, bijaše Gospod sa svakim sudijom, i izbavljaše ih iz ruku neprijatelja njihovijeh svega vijeka sudijina; jer se sažali Gospodu radi njihova uzdisanja na one koji im krivo činjahu i koji ih cvijeljahu.
καὶ ὅτι ἤγειρε Κύριος αὐτοῖς κριτάς, καὶ ἦν Κύριος μετὰ τοῦ κριτοῦ καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ κριτοῦ, ὅτι παρεκλήθη Κύριος ἀπὸ τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ προσώπου τῶν πολιορκούντων αὐτοὺς καί ἐκθλιβόντων αὐτούς.
A kad sudija umrije, oni se vraćahu opet i bivahu gori od otaca svojih idući za bogovima drugim i služeći im i klanjajući im se; ne ostavljahu se djela svojih niti putova svojih opakih.
καὶ ἐγένετο ὡς ἀπέθνησκεν ὁ κριτής, καὶ ἀπέστρεψαν καὶ πάλιν διέφθειραν ὑπὲρ τοὺς πατέρας αὐτῶν πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων, λατρεύειν αὐτοῖς καὶ προσκυνεῖν αὐτοῖς· οὐκ ἀπέρριψαν τὰ ἐπιτηδεύματα αὐτῶν, καὶ τὰς ὁδοὺς αὐτῶν τὰς σκληράς.
Zato se raspali gnjev Gospodnji na Izrailja, i reče: kad je taj narod prestupio moj zavjet koji sam zapovjedio ocima njihovijem, i ne poslušaše glasa mojega,
καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραὴλ καὶ εἶπεν· ἀνθ᾿ ὧν ὅσα ἐγκατέλιπον τὸ ἔθνος τοῦτο τὴν διαθήκην μου, ἣν ἐνετειλάμην τοῖς πατράσιν αὐτῶν, καὶ οὐκ εἰσήκουσαν τῆς φωνῆς μου,
Ni ja neću više nijednoga goniti ispred njih između naroda koje ostavi Isus kad umrije,
καὶ ἐγὼ οὐ προσθήσω τοῦ ἐξᾶραι ἄνδρα ἐκ προσώπου αὐτῶν ἀπὸ τῶν ἐθνῶν, ὧν κατέλιπεν Ἰησοῦς υἱὸς Ναυὴ ἐν τῇ γῇ
Da njima kušam Izrailja hoće li se držati puta Gospodnjega hodeći po njemu, kao što su se držali oci njihovi, ili neće.
καὶ ἀφῆκε, τοῦ πειράσαι ἐν αὐτοῖς τὸν Ἰσραήλ, εἰ φυλάσσονται τὴν ὁδὸν Κυρίου πορεύεσθαι ἐν αὐτῇ, ὃν τρόπον ἐφύλαξαν οἱ πατέρες αὐτῶν, ἢ οὔ.
I Gospod ostavi te narode i ne izagna ih odmah ne predavši ih u ruke Isusu.
καὶ ἀφῆκε Κύριος τὰ ἔθνη ταῦτα τοῦ μὴ ἐξᾶραι αὐτὰ τὸ τάχος καὶ οὐ παρέδωκεν αὐτὰ ἐν χειρὶ Ἰησοῦ.