Sudije 1

Stari zavet

1

A po smrti Isusovoj upitaše sinovi Izrailjevi Gospoda govoreći: ko će između nas ići prvi na Hananeje da se bije s njima?

ΚΑΙ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ Ἰσραὴλ διὰ τοῦ Κυρίου λέγοντες· τίς ἀναβήσεται ἡμῖν πρὸς τοὺς Χαναναίους ἀφηγούμενος τοῦ πολεμῆσαι πρὸς αὐτούς;

0
2

I Gospod reče: Juda neka ide; eto dao sam mu zemlju u ruke.

καὶ εἶπε Κύριος· Ἰούδας ἀναβήσεται. ἰδοὺ δέδωκα τὴν γῆν ἐν χειρὶ αὐτοῦ.

0
3

A Juda reče Simeunu bratu svojemu: hajde sa mnom na moj dio da se bijemo s Hananejima; pak ću i ja ići s tobom na tvoj dio. I pođe Simeun s njim.

καὶ εἶπεν Ἰούδας τῷ Συμεὼν ἀδελφῷ αὐτοῦ· ἀνάβηθι μετ᾿ ἐμοῦ ἐν τῷ κλήρῳ μου, καὶ παραταξώμεθα πρὸς τοὺς Χαναναίους, καὶ πορεύσομαι κἀγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου. καὶ ἐπορεύθη μετ᾿ αὐτοῦ Συμεών.

0
4

I izide Juda; i dade im Gospod Hananeje i Ferezeje u ruke, i pobiše ih u Vezeku deset tisuća ljudi.

καὶ ἀνέβη Ἰούδας, καὶ παρέδωκε Κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον εἰς τὰς χεῖρας αὐτῶν. καὶ ἔκοψαν αὐτοὺς ἐν Βεζὰκ εἰς δέκα χιλιάδας ἀνδρῶν.

0
5

Jer nađoše Adoni-Vezeka u Vezeku, i udariše na nj, i pobiše Hananeje i Ferezeje.

καὶ κατέλαβον τὸν Ἀδωνιβεζὲκ ἐν τῇ Βεζὲκ καὶ παρετάξαντο πρὸς αὐτὸν καὶ ἔκοψαν τὸν Χαναναῖον καὶ Φερεζαῖον.

0
6

I pobježe Adoni-Vezek, a oni ga potjeraše i uhvativši ga otsjekoše mu palce u ruku i u nogu.

καὶ ἔφυγεν Ἀδωνιβεζέκ, καὶ κατέδραμον ὀπίσω αὐτοῦ καὶ ἐλάβοσαν αὐτὸν καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τὰ ἄκρα τῶ ποδῶν αὐτοῦ.

0
7

Tada reče Adoni-Vezek: sedamdeset careva otsječenijeh palaca u ruku i u nogu kupiše što bješe pod mojim stolom; kako sam činio, tako mi plati Bog. I odvedoše ga u Jerusalim, i ondje umrije.

καὶ εἶπεν Ἀδωνιβεζέκ· ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέ μοι ὁ Θεός. καὶ ἄγουσιν αὐτὸν εἰς Ἱερουσαλήμ, καὶ ἀπέθανεν ἐκεῖ.

0
8

Jer sinovi Judini udariše na Jerusalim i uzeše ga, i isjekoše građane oštrijem mačem, a grad sažegoše ognjem.

Καὶ ἐπολέμουν υἱοὶ Ἰούδα τὴν Ἱερουσαλὴμ καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ρομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί.

0
9

Potom izidoše sinovi Judini da vojuju na Hananeje, koji življahu u gori i na jugu i u ravni.

καὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ Ἰούδα πολεμῆσαι πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα τὴν ὀρεινὴν καὶ τὸ νότιον καὶ τὴν πεδινήν.

0
10

I Juda izide na Hananeje koji življahu u Hevronu, a Hevronu bijaše pređe ime Kirijat-Arva; i pobiše Sesaja i Ahimana i Talmaja.

καὶ ἐπορεύθη Ἰούδας πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Χεβρών, καὶ ἐξῆλθε Χεβρὼν ἐξ ἐναντίας· καὶ τὸ ὄνομα ἦν Χεβρὼν τὸ πρότερον Καριαθαρβοκσεφέρ. καὶ ἐπάταξαν τὸν Σεσσὶ καὶ Ἀχιναὰν καὶ Θολμί, γεννήματα τοῦ Ἐνάκ.

0
11

A odatle otidoše na Davirane, a Daviru prije bješe ime Kirijat-Sefer.

καὶ ἀνέβησαν ἐκεῖθεν πρὸς τοὺς κατοικοῦντας Δαβίρ· τὸ δὲ ὄνομα τῆς Δαβὶρ ἦν ἔμπροσθεν Καριαθσεφάρ, Πόλις γραμμάτων.

0
12

I reče Halev: ko savlada Kirijat-Sefer i uzme ga, daću mu Ahsu kćer svoju za ženu.

καὶ εἶπε Χάλεβ· ὃς ἂν πατάξῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ προκαταλάβηται αὐτήν, δώσω αὐτῷ τὴν Ἀσχὰ θυγατέρα μου εἰς γυναῖκα.

0
13

I uze ga Gotonilo, sin Kenezov, mlađi brat Halevov; i dade mu Ahsu kćer svoju za ženu.

καὶ προκατελάβετο αὐτὴν Γοθονιὴλ υἱὸς Κενὲζ ἀδελφοῦ Χάλεβ ὁ νεώτερος, καὶ ἔδωκεν αὐτῷ Χάλεβ τὴν Ἀσχὰ θυγατέρα αὐτοῦ εἰς γυναῖκα.

0
14

I kad polažaše, nagovaraše ga da ište u oca njezina polje; pa skoči s magarca. A Halev joj reče: što ti je?

καὶ ἐγένετο ἐν τῇ εἰσόδῳ αὐτῆς καὶ ἐπέσεισεν αὐτὴν Γοθονιὴλ τοῦ αἰτῆσαι παρὰ τοῦ πατρὸς αὐτῆς ἀγρόν, καὶ ἐγόγγυζε καὶ ἔκραξεν ἀπὸ τοῦ ὑποζυγίου· εἰς γῆν νότου ἐκδέδοσαί με. καὶ εἶπεν αὐτῇ Χάλεβ· τί ἐστί σοι;

0
15

A ona mu reče: daj mi dar; kad si mi dao suhe zemlje, daj mi i izvora vodenijeh. I dade joj Halev izvore gornje i izvore donje.

καὶ εἶπεν αὐτῷ Ἀσχά· δὸς δή μοι εὐλογίαν, ὅτι εἰς γῆν νότου ἐκδέδοσαί με, καὶ δώσεις μοι λύτρωσιν ὕδατος. καὶ ἔδωκεν αὐτῇ Χάλεβ κατὰ τὴν καρδίαν αὐτῆς λύτρωσιν μετεώρων καὶ λύτρωσιν ταπεινῶν.

0
16

A i sinovi Keneja tasta Mojsijeva izidoše iz grada palmova sa sinovima Judinijem u pustinju Judinu, koja je na jugu od Arada. I došavši življahu s narodom.

Καὶ οἱ υἱοὶ Ἰοθὸρ τοῦ Κιναίου τοῦ γαμβροῦ Μωυσῆ ἀνέβησαν ἐκ πόλεως τῶν φοινίκων μετὰ τῶν υἱῶν Ἰούδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ νότῳ Ἰούδα, ἥ ἐστιν ἐπὶ καταβάσεως Ἀράδ, καὶ κατῴκησαν μετὰ τοῦ λαοῦ.

0
17

Potom izide Juda sa Simeunom bratom svojim, i pobiše Hananeje koji življahu u Sefatu, i raskopaše ga, i prozva se grad Orma.

καὶ ἐπορεύθη Ἰούδας μετὰ Συμεὼν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἔκοψε τὸν Χαναναῖον τὸν κατοικοῦντα Σεφέκ· καὶ ἐξωλόθρευσεν αὐτούς, καὶ ἐκάλεσε τὸ ὄνομα τῆς πόλεως Ἀνάθεμα.

0
18

I Gazu uze Juda s međama njezinijem, i Askalon s međama njegovijem, i Akaron s međama njegovijem.

καὶ οὐκ ἐκληρονόμησεν Ἰούδας τὴν Γάζαν οὐδὲ τὰ ὅρια αὐτῆς, οὐδὲ τὴν Ἀσκάλωνα ουδὲ τὰ ὅρια αὐτῆς, οὐδὲ τὴν Ἀκκαρὼν οὐδὲ τὰ ὅρια αὐτῆς, τὴν Ἄζωτον οὐδὲ τὰ περισπόρια αὐτῆς.

0
19

Jer Gospod bješe s Judom, te osvoji goru; ali ne izagna onijeh koji življahu u dolini, jer imahu gvozdena kola.

καὶ ἦν Κύριος μετὰ Ἰούδα καὶ ἐκληρονόμησε τὸ ὄρος, ὅτι οὐκ ἠδυνάσθησαν ἐξολοθρεῦσαι τοὺς κατοικοῦντας τὴν κοιλάδα, ὅτι Ρηχὰβ διεστείλατο αὐτοῖς.

0
20

I dadoše Halevu Hevron, kao što bješe zapovjedio Mojsije, a on izagna odande tri sina Enakova.

καὶ ἔδωκαν τῷ Χάλεβ τὴν Χεβρών, καθὼς ἐλάλησε Μωυσῆς, καὶ ἐκληρονόμησεν ἐκεῖθεν τὰς τρεῖς πόλεις τῶν υἱῶν Ἐνάκ.

0
21

A sinovi Venijaminovi ne izagnaše Jevuseja koji življahu u Jerusalimu; nego Jevuseji ostaše u Jerusalimu sa sinovima Venijaminovijem do ovoga dana.

καὶ τὸν Ἰεβουσαῖον τὸν κατοικοῦντα ἐν Ἱερουσαλὴμ οὐκ ἐκληρονόμησαν οἱ υἱοὶ Βενιαμίν, καὶ κατῴκησεν ὁ Ἰεβουσαῖος μετὰ τῶν υἱῶν Βενιαμὶν ἐν Ἱερουσαλὴμ ἕως τῆς ἡμέρας ταύτης.

0
22

Izidoše i sinovi Josifovi na Vetilj, i Gospod bijaše s njima.

καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰωσὴφ καί γε αὐτοὶ εἰς Βαιθήλ, καὶ Κύριος ἦν μετ᾿ αὐτῶν.

0
23

I uhodiše Vetilj sinovi Josifovi, a ime gradu bješe prije Luz.

καὶ παρενέβαλον καὶ κατεσκέψαντο Βαιθήλ· τὸ δὲ ὄνομα τῆς πόλεως ἦν ἔμπροσθεν Λουζά.

0
24

I uhode vidješe čovjeka koji iđaše iz grada i rekoše mu: hajde pokaži nam kuda ćemo ući u grad, pa ćemo ti učiniti milost.

καὶ εἶδον οἱ φυλάσσοντες, καὶ ἰδοὺ ἀνὴρ ἐξεπορεύετο ἐκ τῆς πόλεως· καὶ ἔλαβον αὐτὸν καὶ εἶπον αὐτῷ· δεῖξον ἡμῖν τῆς πόλεως τὴν εἴσοδον, καὶ ποιήσομεν μετὰ σοῦ ἔλεος.

0
25

A on im pokaza kuda će ući u grad; i isjekoše u gradu sve oštrijem mačem, a onoga čovjeka pustiše sa svom porodicom njegovom.

καὶ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς πόλεως, καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ρομφαίας, τὸν δὲ ἄνδρα καὶ τὴν συγγένειαν αὐτοῦ ἐξαπέστειλαν.

0
26

I otide onaj čovjek u zemlju Hetejsku, i ondje sazida grad, i prozva ga Luz; to mu je ime do danas.

καὶ ἐπορεύθη ὁ ἀνὴρ εἰς γῆν Χεττὶν καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Λουζά· τοῦτο ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης.

0
27

A Manasija ne izagna stanovnika iz Vet-Sana i sela njegovijeh, ni iz Tanaha i sela njegovijeh, ni stanovnika iz Dora i sela njegovijeh, ni stanovnika iz Ivleama i sela njegovijeh, ni stanovnika iz Megida i sela njegovijeh; i Hananeji stadoše živjeti u toj zemlji.

καὶ οὐκ ἐξῇρε Μανασσῆ τὴν Βαιθσάν, ἥ ἐστι Σκυθῶν πόλις, οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὴν Θανὰκ οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Δὼρ οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τὸν κατοικοῦντα Βαλὰκ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Μαγεδὼ οὐδὲ τὰ περίοικα αὐτῆς καὶ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Ἰεβλαὰμ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς· καὶ ἤρξατο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ.

0
28

A kad ojača Izrailj, udari na Hananeje danak, ali ih ne izagna.

καὶ ἐγένετο ὅτε ἐνίσχυσεν Ἰσραήλ, καὶ ἐποίησε τὸν Χαναναῖον εἰς φόρον καὶ ἐξαίρων οὐκ ἐξῇρεν αὐτόν.

0
29

Ni Jefrem ne izagna Hananeja koji življahu u Gezeru; nego ostaše Hananeji s njim u Gezeru.

καὶ Ἐφραὶμ οὐκ ἐξῇρε τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζέρ· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ ἐν Γαζὲρ καὶ ἐγένετο εἰς φόρον.

0
30

Zavulon ne izagna stanovnika iz Kitrona, ni stanovnika iz Nalola; nego ostaše Hananeji s njim, i plaćahu danak.

καὶ Ζαβουλὼν οὐκ ἐξῇρε τοὺς κατοικοῦντας Κέδρων, οὐδὲ τοὺς κατοικοῦντας Δωμανά· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτῶν καὶ ἐγένετο αὐτῷ εἰς φόρον.

0
31

Asir ne izagna stanovnika iz Akona, ni stanovnika iz Sidona ni iz Alava, ni iz Ahaziva, ni iz Helve, ni iz Afika, ni iz Reova;

καὶ Ἀσὴρ οὐκ ἐξῇρε τοὺς κατοικοῦντας Ἀκχώ, καὶ ἐγένετο αὐτῷ εἰς φόρον, καὶ τοὺς κατοικοῦντας Δὼρ καὶ τοὺς κατοικοῦντας Σιδῶνα καὶ τοὺς κατοικοῦντας Ἀαλάφ, τὸν Ἀσχαζὶ καὶ τὸν Χελβὰ καὶ τὸν Ναΐ καὶ τὸν Ἐρεώ.

0
32

Nego Asir življaše među Hananejima, stanovnicima one zemlje, jer ih ne izagna.

καὶ κατῴκησεν ὁ Ἀσὴρ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν, ὅτι οὐκ ἠδυνήθη ἐξᾶραι αὐτόν.

0
33

Neftalim ne izagna stanovnika iz Vet-Semesa, ni stanovnika iz Vet-Anata; nego življaše među Hananejima stanovnicima one zemlje; i stanovnici u Vet-Semesu i u Vet-Anatu plaćahu im danak.

καὶ Νεφθαλὶ οὐκ ἐξῇρε τοὺς κατοικοῦντας Βαιθσαμὺς καὶ τοὺς κατοικοῦντας Βαιθανάθ, καὶ κατῴκησε Νεφθαλὶ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν· οἱ δὲ κατοικοῦντες Βαιθσαμὺς καὶ τὴν Βαιθενὲθ ἐγένοντο αὐτοῖς εἰς φόρον.

0
34

A Amoreji pritješnjavahu sinove Danove u gori, i ne dadijahu im slaziti u dolinu.

καὶ ἐξέθλιψεν ὁ Ἀμορραῖος τοὺς υἱοὺς Δὰν εἰς τὸ ὄρος, ὅτι οὐκ ἀφῆκαν αὐτὸν καταβῆναι εἰς τὴν κοιλάδα.

0
35

I Amoreji stadoše živjeti u gori Eresu, u Ajalonu i u Salvimu; a kad osili ruka doma Josifova, plaćaše danak.

καὶ ἤρξατο ὁ Ἀμορραῖος κατοικεῖν ἐν τῷ ὄρει τῷ ὀστρακώδει, ἐν ᾧ αἱ ἄρκοι καὶ ἐν ᾧ αἱ ἀλώπεκες, ἐν τῷ Μυρσινῶνι καὶ ἐν Θαλαβίν· καὶ ἐβαρύνθη ἡ χεὶρ οἴκου Ἰωσὴφ ἐπὶ τὸν Ἀμορραῖον, καὶ ἐγενήθη αὐτοῖς εἰς φόρον.

0
36

A međa Amorejima bješe od gore Akravimske, od stijene pa na više.

καὶ τὸ ὅριον τοῦ Ἀμορραίου ἀπὸ τῆς ἀναβάσεως Ἀκραβὶν ἀπὸ τῆς Πέτρας καὶ ἐπάνω.

0