Stari zavet
A Jakov podigav oči svoje pogleda, a to Isav ide, i četiri stotine ljudi s njim. I razdijeli djecu uz Liju i uz Rahilju i uz dvije robinje.
ΑΝΑΒΛΕΨΑΣ δὲ Ἰακὼβ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε καὶ ἰδοὺ Ἡσαῦ ὁ ἀδελφὸς αὐτοῦ ἐρχόμενος καὶ τετρακόσιοι ἄνδρες μετ᾿ αὐτοῦ. καὶ διεῖλεν Ἰακὼβ τὰ παιδία ἐπὶ Λείαν καὶ ἐπί Ραχὴλ καὶ τὰς δύος παιδίσκας.
I namjesti naprijed robinje i njihovu djecu, pa Liju i njezinu djecu za njima, a najposlije Rahilju i Josifa.
καὶ ἔθετο τὰς δύο παιδίσκας καὶ τοὺς υἱοὺς αὐτῶν ἐν πρώτοις καὶ Λείαν καὶ τὰ παιδία αὐτῆς ὀπίσω καὶ Ραχὴλ καὶ Ἰωσὴφ ἐσχάτους.
A sam prođe naprijed, i pokloni se do zemlje sedam puta dokle dođe do brata svojega.
αὐτὸς δὲ προῆλθεν ἔμπροσθεν αὐτῶν καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἑπτάκις ἕως τοῦ ἐγγίσαι τῷ ἀδελφῷ αὐτοῦ.
A Isav pritrča preda nj i zagrli ga i pade mu oko vrata i cjeliva ga, i obojica se zaplakaše,
καὶ προσέδραμεν Ἡσαῦ εἰς συνάντησιν αὐτῷ καὶ περιλαβὼν αὐτὸν προσέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτὸν καὶ ἔκλαυσαν ἀμφότεροι.
I Isav podigav oči ugleda žene i djecu, pa reče: ko su ti ono? A Jakov reče: djeca, koju Bog milostivo darova sluzi tvojemu.
καὶ ἀναβλέψας Ἡσαῦ εἶδε τὰς γυναῖκας καὶ τὰ παιδία καὶ εἶπε· τί ταῦτά σοι ἐστίν; ὁ δὲ εἶπε· τὰ παιδία, οἷς ἠλέησεν ὁ Θεὸς τὸν παῖδά σου.
I pristupiše robinje s djecom svojom, i pokloniše se.
καὶ προσήγγισαν αἱ παιδίσκαι καὶ τὰ τέκνα αὐτῶν καὶ προσεκύνησαν,
Potom pristupi i Lija i djeca njezina, i pokloniše se; a najposlije pristupi Josif i Rahilja, i pokloniše se.
καὶ προσήγγισε Λεία καὶ τὰ τέκνα αὐτῆς καὶ προσεκύνησαν. καὶ μετὰ ταῦτα προσήγγισε Ραχὴλ καὶ Ἰωσὴφ καὶ προσεκύνησαν.
A Isav reče: šta će ti čitava vojska ona koju sretoh? A on reče: da nađem milost pred gospodarom svojim.
καὶ εἶπε· τί ταῦτά σοι ἐστί, πᾶσαι αἱ παρεμβολαί αὗται, αἷς ἀπήντηκα; ὁ δὲ εἶπεν· ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου, κύριε.
A Isav reče: ima, brate, u mene dosta; neka tebi što je tvoje.
εἶπε δὲ Ἡσαῦ· ἔστι μοι πολλά, ἀδελφέ· ἔστω σοι τὰ σά.
A Jakov reče: ne; ako sam sada našao milost pred tobom, primi dar iz moje ruke, jer vidjeh lice tvoje kao da vidjeh lice Božje, tako si me lijepo dočekao.
εἶπε δὲ Ἰακώβ· εἰ εὗρον χάριν ἐναντίον σου, δέξαι τὰ δῶρα διὰ τῶν ἐμῶν χειρῶν· ἕνεκεν τούτου εἶδον τὸ πρόσωπόν σου, ὡς ἄν τις ἴδοι πρόσωπον Θεοῦ, καὶ εὐδοκήσεις με.
Primi dar moj, koji ti je doveden; jer me je obilato obdario Bog, i imam svega. I navali na nj, te primi.
λαβὲ τὰς εὐλογίας μου, ἃς ἤνεγκά σοι, ὅτι ἠλέησέ με ὁ Θεὸς καὶ ἔστι μοι πάντα. καὶ ἐβιάσατο αὐτὸν καὶ ἔλαβε·
Poslije reče Isav: hajde da idemo, ići ću i ja s tobom.
καὶ εἶπεν· ἀπάραντες πορευσώμεθα ἐπ᾿ εὐθεῖαν.
A Jakov mu reče: zna gospodar moj da su ova djeca nejaka, i imam ovaca i krava dojilica, pa ako ih ustjeram jedan dan, poginuće mi sve stado.
εἶπε δὲ αὐτῷ· ὁ κύριός μου γινώσκει, ὅτι τὰ παιδία ἁπαλώτερα καὶ τὰ πρόβατα καὶ αἱ βόες λοχεύονται ἐπ᾿ ἐμέ· ἐὰν οὖν καταδιώξω αὐτὰ ἡμέραν μίαν, ἀποθανοῦνται πάντα τὰ κτήνη.
Nego gospodar moj neka ide pred slugom svojim, a ja ću polako ići koliko mogu djeca i stoka, dokle dođem ka gospodaru svojemu u Sir.
προελθέτω ὁ κύριός μου ἔμπροσθεν τοῦ παιδὸς αὐτοῦ, ἐγὼ δὲ ἐνισχύσω ἐν τῇ ὁδῷ κατὰ σχολὴν τῆς πορεύσεως τῆς ἐναντίον μου καὶ κατὰ πόδα τῶν παιδαρίων, ἕως τοῦ ἐλθεῖν με πρὸς τὸν κύριόν μου εἰς Σηείρ.
A Isav reče: a ono da ti ostavim nekoliko ljudi što su sa mnom. A on reče: našto? daj da nađem milost pred gospodarom svojim.
εἶπε δὲ Ἡσαῦ· καταλείψω μετὰ σοῦ ἀπὸ τοῦ λαοῦ τοῦ μετ᾿ ἐμοῦ. ὁ δὲ εἶπεν· ἱνατί τοῦτο; ἱκανόν, ὅτι εὗρον χάριν ἐναντίον σου, κύριε.
I tako Isav vrati se isti dan svojim putem u Sir.
ἀπέστρεψε δὲ Ἡσαῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὴν ὁδὸν αὐτοῦ εἰς Σηείρ.
A Jakov otide u Sokot, i ondje načini sebi kuću a stoci svojoj načini staje; zato nazva ono mjesto Sokot.
Καὶ Ἰακὼβ ἀπαίρει εἰς σκηνάς· καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ οἰκίας καὶ τοῖς κτήνεσιν αὐτοῦ ἐποίησε σκηνάς· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Σκηναί.
Poslije dođe Jakov zdravo u grad Sihem u zemlji Hananskoj, vrativ se iz Padan-Arama, i namjesti se prema gradu.
καὶ ἦλθεν Ἰακὼβ εἰς Σαλὴμ πόλιν Σικίμων, ἥ ἐστιν ἐν γῇ Χαναάν, ὅτε ἐπανῆλθεν ἐκ τῆς Μεσοποταμίας Συρίας, καὶ παρενέβαλε κατὰ πρόσωπον τῆς πόλεως.
I kupi komad zemlje, gdje razape šator svoj, od sinova Emora oca Sihemova za sto novaca.
καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ, οὗ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, παρὰ Ἐμὼρ πατρὸς Συχὲμ ἑκατὸν ἀμνῶν.
I načini ondje žrtvenik, i nazva ga: Silni Bog Izrailjev.
καὶ ἔστησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸν Θεὸν Ἰσραήλ.