Postanje 32

Stari zavet

1

A Jakov otide svojim putem; i sretoše ga anđeli Božiji;

ΚΑΙ Ἰακὼβ ἀπῆλθεν εἰς τὴν ὁδὸν ἑαυτοῦ. καὶ ἀναβλέψας εἶδε παρεμβολὴν Θεοῦ παρεμβεβληκυῖαν, καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ Θεοῦ.

0
2

A kad ih ugleda Jakov, reče: ovo je oko Božji. I prozva ono mjesto Mahanaim.

εἶπε δὲ Ἰακώβ, ἡνίκα εἶδεν αὐτούς· παρεμβολὴ Θεοῦ αὕτη· καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Παρεμβολαί.

0
3

I Jakov posla pred sobom glasnike k Isavu bratu svojemu u zemlju Sir, krajinu Edomsku.

Ἀπέστειλε δὲ Ἰακὼβ ἀγγέλους ἔμπροσθεν αὐτοῦ πρὸς Ἡσαῦ τὸν ἀδελφὸν αὐτοῦ εἰς γῆν Σηείρ, εἰς χώραν Ἐδώμ.

0
4

I zapovjedi im govoreći: ovako kažite gospodaru mojemu Isavu: sluga tvoj Jakov ovako kaže: bio sam došljak kod Lavana i bavio se dosad.

καὶ ἐνετείλατο αὐτοῖς λέγων· οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Ἡσαῦ· οὕτως λέγει ὁ παῖς σου Ἰακώβ· μετὰ Λάβαν παρῴκησα, καὶ ἐχρόνισα ἕως τοῦ νῦν,

0
5

A imam volova i magaraca, ovaca i sluga i sluškinja, i poslah da javim tebi gospodaru svojemu, eda bih našao milost pred tobom.

καὶ ἐγένοντό μοι βόες καὶ ὄνοι καὶ πρόβατα καὶ παῖδες καὶ παιδίσκαι, καὶ ἀπέστειλα ἀναγγεῖλαι τῷ κυρίῳ μου Ἡσαῦ, ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου.

0
6

I vratiše se glasnici k Jakovu i rekoše mu: idosmo do brata tvojega Isava, i eto on ti ide na susret s četiri stotine momaka.

καὶ ἀνέστρεψαν οἱ ἄγγελοι πρὸς Ἰακὼβ λέγοντες· ἤλθομεν πρὸς τὸν ἀδελφόν σου Ἡσαῦ, καὶ ἰδοὺ αὐτὸς ἔρχεται εἰς συνάντησίν σοι καὶ τετρακόσιοι ἄνδρες μετ᾿ αὐτοῦ.

0
7

A Jakov se uplaši jako i zabrinu se; pa razdijeli svoje ljude i ovce i goveda i kamile u dvije čete.

ἐφοβήθη δὲ Ἰακὼβ σφόδρα, καὶ ἠπορεῖτο. καὶ διεῖλε τὸν λαὸν τὸν μεθ᾿ ἑαυτοῦ καὶ τοὺς βόας καὶ τὰς καμήλους καὶ τὰ πρόβατα εἰς δύο παρεμβολάς,

0
8

I reče: ako Isav udari na jednu četu i razbije je, da ako druga uteče.

καὶ εἶπεν Ἰακώβ· ἐὰν ἔλθῃ Ἡσαῦ εἰς παρεμβολὴν μίαν καὶ κόψῃ αὐτήν, ἔσται ἡ παρεμβολὴ ἡ δευτέρα εἰς τὸ σώζεσθαι.

0
9

I reče Jakov: Bože oca mojega Avrama i Bože oca mojega Isaka, Gospode, koji si mi kazao: vrati se u zemlju svoju i u rod svoj, i ja ću ti biti dobrotvor!

εἶπε δὲ Ἰακώβ· ὁ Θεὸς τοῦ πατρός μου Ἁβραὰμ καὶ ὁ Θεὸς τοῦ πατρός μου Ἰσαάκ, Κύριε σὺ ὁ εἰπών μοι, ἀπότρεχε εἰς τὴν γῆν τῆς γενέσεώς σου καὶ εὖ σε ποιήσω,

0
10

Nijesam vrijedan tolike milosti i tolike vjere što si učinio sluzi svojemu; jer samo sa štapom svojim prijeđoh preko Jordana, a sada sam gospodar od dvije čete.

ἱκανούσθω μοι ἀπὸ πάσης δικαιοσύνης καὶ ἀπὸ πάσης ἀληθείας, ἧς ἐποίησας τῷ παιδί σου· ἐν γὰρ τῇ ὔράβδῳ μου ταύτῃ διέβην τὸν Ἰορδάνην τοῦτον, νυνὶ δὲ γέγονα εἰς δύο παρεμβολάς.

0
11

Izbavi me iz ruke brata mojega, iz ruke Isavove, jer se bojim da ne dođe i ubije mene i mater s djecom.

ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου, ἐκ χειρὸς Ἡσαῦ, ὅτι φοβοῦμαι ἐγὼ αὐτόν, μή ποτε ἐλθὼν πατάξῃ με καὶ μητέρα ἐπὶ τέκνοις.

0
12

A ti si kazao: zaista ja ću ti biti dobrotvor, i učiniću sjeme tvoje da ga bude kao pijeska morskoga, koji se ne može izbrojiti od množine.

σὺ δὲ εἶπας· εὖ σε ποιήσω καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς θαλάσσης, ἣ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους.

0
13

I zanoći ondje onu noć, i uze što mu dođe do ruke, da pošlje na dar Isavu bratu svojemu,

καὶ ἐκοιμήθη ἐκεῖ τὴν νύκτα ἐκείνην. καὶ ἔλαβεν ὧν ἔφερε δῶρα καὶ ἐξαπέστειλεν Ἡσαῦ τῷ ἀδελφῷ αὐτοῦ,

0
14

Dvjesta koza s dvadeset jaraca, dvjesta ovaca s dvadeset ovnova,

αἶγας διακοσίας, τράγους εἴκοσι, πρόβατα διακόσια, κριοὺς εἴκοσι,

0
15

Trideset kamila dojilica s kamiladma, četrdeset krava s desetoro teladi, dvadeset magarica s desetoro magaradi.

καμήλους θηλαζούσας, καὶ τὰ παιδία αὐτῶν τριάκοντα, βόας τεσσαράκοντα, ταύρους δέκα, ὄνους εἴκοσι καὶ πώλους δέκα.

0
16

I predade ih slugama svojim, svako stado napose, i reče slugama: idite naprijed preda mnom, ostavljajući dosta mjesta između jednoga stada i drugoga.

καὶ ἔδωκεν αὐτὰ τοῖς παισὶν αὐτοῦ ποίμνιον κατὰ μόνας. εἶπε δὲ τοῖς παισὶν αὐτοῦ· προπορεύεσθε ἔμπροσθέν μου, καὶ διάστημα ποιεῖτε ἀνὰ μέσον ποίμνης καὶ ποίμνης.

0
17

I zapovjedi prvomu govoreći: kad sreteš Isava brata mojega, pa te zapita: čiji si? i kuda ideš? i čije je to što goniš pred sobom?

καὶ ἐνετείλατο τῷ πρώτῳ, λέγων· ἐάν σοι συναντήσῃ Ἡσαῦ ὁ ἀδελφός μου καὶ ἐρωτᾷ σε, λέγων· τίνος εἶ καὶ ποῦ πορεύῃ, καὶ τίνος ταῦτα τὰ προπορευόμενά σου;

0
18

A ti reci: sluge tvojega Jakova, a ovo šalje na dar gospodaru svojemu Isavu, a eto i sam ide za nama.

ἐρεῖς· τοῦ παιδός σου Ἰακώβ· δῶρα ἀπέσταλκε τῷ κυρίῳ μου Ἡσαῦ, καὶ ἰδοὺ αὐτὸς ὀπίσω ἡμῶν.

0
19

Tako zapovjedi i drugomu i trećemu i svijema koji iđahu za stadom, i reče: tako kažite Isavu kad naiđete na nj.

καὶ ἐνετείλατο τῷ πρώτῳ καὶ τῷ δευτέρῳ καὶ τῷ τρίτῳ καὶ πᾶσι τοῖς προπορευομένοις ὀπίσω τῶν ποιμνίων τούτων, λέγων· κατὰ τὸ ρῆμα τοῦτο λαλήσατε Ἡσαῦ ἐν τῷ εὑρεῖν ὑμᾶς αὐτὸν

0
20

I još kažite: eto, Jakov sluga tvoj ide za nama. Jer govoraše: ublažiću ga darom koji ide preda mnom, pa ću mu onda vidjeti lice, da ako me lijepo primi.

καὶ ἐρεῖτε· ἰδοὺ ὁ παῖς σου Ἰακὼβ παραγίνεται ὀπίσω ἡμῶν. εἶπε γάρ· ἐξιλάσομαι τὸ πρόσωπον αὐτοῦ ἐν τοῖς δώροις τοῖς προπορευομένοις αὐτοῦ, καὶ μετὰ τοῦτο ὄψομαι τὸ πρόσωπον αὐτοῦ· ἴσως γὰρ προσδέξεται τὸ πρόσωπόν μου.

0
21

Tako otide dar naprijed, a on prenoći onu noć kod čete svoje.

καὶ προεπορεύετο τὰ δῶρα κατὰ πρόσωπον αὐτοῦ, αὐτὸς δὲ ἐκοιμήθη τὴν νύκτα ἐκείνην ἐν τῇ παρεμβολῇ.

0
22

I po noći usta, i uze obje žene i dvije robinje i jedanaestoro djece svoje; i prebrodi brod Javok.

Ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην ἔλαβε τὰς δύο γυναῖκας καὶ τὰς δύο παιδίσκας καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ καὶ διέβη τὴν διάβασιν τοῦ Ἰαβώκ·

0
23

A pošto njih uze i prevede preko potoka, preturi i ostalo što imaše.

καὶ ἔλαβεν αὐτοὺς καὶ διέβη τὸν χειμάρρουν καὶ διεβίβασε πάντα τὰ αὐτοῦ.

0
24

A kad osta Jakov sam, tada se jedan čovjek rvaše s njim do zore.

ὑπελείφθη δὲ Ἰακὼβ μόνος, καὶ ἐπάλαιεν ἄνθρωπος μετ᾿ αὐτοῦ ἕως πρωΐ.

0
25

I kad vidje da ga ne može svladati, udari ga po zglavku u stegnu, te se Jakovu iščaši stegno iz zglavka, kad se čovjek rvaše s njim.

εἶδε δέ, ὅτι οὐ δύναται πρὸς αὐτόν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ᾿ αὐτοῦ.

0
26

Pa onda reče: pusti me, zora je. A Jakov mu reče: neću te pustiti dokle me ne blagosloviš.

καὶ εἶπεν αὐτῷ· ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. ὁ δὲ εἶπεν· οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς.

0
27

A čovjek mu reče: kako ti je ime? A on odgovori: Jakov.

εἶπε δὲ αὐτῷ· τί τὸ ὄνομά σου ἐστίν, ὁ δὲ εἶπεν· Ἰακώβ.

0
28

Tada mu reče: otsele se nećeš zvati Jakov, nego Izrailj; jer si se junački borio i s Bogom i s ljudma, i odolio si.

καὶ εἶπεν αὐτῷ· οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακώβ, ἀλλ᾿ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετ᾿ ἀνθρώπων δυνατὸς ἔσῃ.

0
29

A Jakov zapita i reče: kaži mi kako je tebi ime. A on reče: što pitaš kako mi je ime? I blagoslovi ga ondje.

ἠρώτησε δὲ Ἰακὼβ καὶ εἶπεν· ἀνάγγειλόν μοι τὸ ὄνομά σου. καὶ εἶπεν· ἱνατί τοῦτο ἐρωτᾶς σὺ τὸ ὄνομά μου; καὶ εὐλόγησεν αὐτὸν ἐκεῖ.

0
30

I Jakov nadjede ime onomu mjestu Fanuil; jer, veli, Boga vidjeh licem k licu, i duša se moja izbavi.

καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Εἶδος Θεοῦ· εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή.

1
31

I sunce mu se rodi kad prođe Fanuil, i hramaše na stegno svoje.

ἀνέτειλε δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ· αὐτὸς δέ ἐπέσκαζε τῷ μηρῷ αὐτοῦ·

0
32

Zato sinovi Izrailjevi ne jedu krajeva od mišića na zglavku u stegnu do današnjega dana, što se Jakovu povrijediše krajevi od mišića na zglavku u stegnu.

ἕνεκεν τούτου οὐ μὴ φάγωσιν υἱοὶ Ἰσραὴλ τὸ νεῦρον, ὃ ἐνάρκησεν, ὅ ἐστιν ἐπὶ τοῦ πλάτους τοῦ μηροῦ, ἕως τῆς ἡμέρας ταύτης, ὅτι ἥψατο τοῦ πλάτους τοῦ μηροῦ Ἰακὼβ τοῦ νεύρου, ὃ ἐνάρκησεν.

0