Stari zavet
A ovo je blagoslov kojim blagoslovi Mojsije čovjek Božji sinove Izrailjeve pred smrt svoju.
ΚΑΙ αὕτη ἡ εὐλογία ἣν ηὐλόγησε Μωυσῆς ἄνθρωπος τοῦ Θεοῦ τοὺς υἱοὺς Ἰσραὴλ πρὸ τῆς τελευτῆς αὐτοῦ·
I reče: Gospod izide sa Sinaja, i pokaza im se sa Sira; zasja s gore Faranske, i dođe s mnoštvom tisuća svetaca, a u desnici mu zakon ognjeni za njih.
καὶ εἶπε· Κύριος ἐκ Σινὰ ἥκει καὶ ἐπέφανεν ἐκ Σηεὶρ ἡμῖν καὶ κατέσπευσεν ἐξ ὄρους Φαρὰν σὺν μυριάσι Κάδης, ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ᾿ αὐτοῦ.
Doista ljubi narode; svi su sveti njegovi u ruci tvojoj; i oni se slegoše k nogama tvojim da prime riječi tvoje.
καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ, καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου· καὶ οὗτοι ὑπὸ σέ εἰσι, καὶ ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ
Mojsije nam dade zakon, našljedstvo zboru Jakovljevu.
νόμον, ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς, κληρονομίαν συναγωγαῖς Ἰακώβ.
Jer bijaše car u Izrailju, kad se sabirahu knezovi narodni, plemena Izrailjeva.
καὶ ἔσται ἐν τῷ ἠγαπημένῳ ἄρχων, συναχθέντων ἀρχόντων λαῶν ἅμα φυλαῖς Ἰσραήλ.
Da živi Ruvim i ne umre, a ljudi njegovijeh da bude malo!
ζήτω Ρουβὴν καὶ μὴ ἀποθανέτω καὶ ἔστω πολὺς ἐν ἀριθμῷ.
A za Judu reče: usliši Gospode glas Judin, i dovedi ga opet k narodu njegovu; ruke njegove neka vojuju za nj, a ti mu pomaži protiv neprijatelja njegovijeh.
καὶ αὕτη Ἰούδα. εἰσάκουσον, Κύριε, φωνῆς Ἰούδα, καὶ εἰς τὸν λαὸν αὐτοῦ εἰσέλθοισαν· αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ, καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν αὐτοῦ ἔσῃ.
I za Levija reče: tvoj Tumim i tvoj Urim neka budu u čovjeka tvojega svetoga, kojega si okušao u Masi i s kojim si se prepirao na vodi Merivi;
καὶ τῷ Λευὶ εἶπε· δότε Λευὶ δήλους αὐτοῦ καὶ ἀλήθειαν αὐτοῦ, τῷ ἀνδρὶ τῷ ὁσίῳ, ὃν ἐπείρασαν αὐτὸν ἐν πείρᾳ, ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας·
Koji reče ocu svojemu i materi svojoj: ne gledam na vas; koji ne poznaje braće svoje i za sinove svoje ne zna; jer drže riječi tvoje, i zavjet tvoj čuvaju.
ὁ λέγων τῷ πατρὶ καὶ τῇ μητρί· οὐχ ἑώρακά σε, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω· ἐφύλαξε τὰ λόγιά σου καὶ τὴν διαθήκην σου διετήρησε.
Oni uče uredbama tvojim Jakova i zakonu tvojemu Izrailja, i meću kad pod nozdrve tvoje i žrtvu što se sažiže na oltar tvoj.
δηλώσουσι τὰ δικαιώματά σου τῷ Ἰακὼβ καὶ τὸν νόμον σου τῷ Ἰσραήλ· ἐπιθήσουσι θυμίαμα ἐν ὀργῇ σου διὰ παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου.
Blagoslovi, Gospode, vojsku njegovu, i neka ti milo bude djelo ruku njegovijeh; polomi bedre onima koji ustaju na nj i koji mrze na nj, da ne ustanu.
εὐλόγησον, Κύριε, τὴν ἰσχὺν αὐτοῦ καὶ τά ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι· κάταξον ὀσφὺν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ, καὶ οἱ μισοῦντες αὐτὸν μὴ ἀναστήτωσαν.
Za Venijamina reče: mili Gospodu nastavaće bez straha s njim; zaklanjaće ga svaki dan, i među plećima njegovijem nastavaće.
καὶ τῷ Βενιαμὶν εἶπεν· ἠγαπημένος ὑπὸ Κυρίου κατασκηνώσει πεποιθώς, καὶ ὁ Θεὸς σκιάζει ἐπ᾿ αὐτῷ πάσας τὰς ἡμέρας, καὶ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ κατέπαυσε.
I za Josifa reče: blagoslovena je zemlja njegova od Gospoda blagom s neba, rosom, i iz dubine ozdo,
καὶ τῷ Ἰωσὴφ εἶπεν· ἀπ᾿ εὐλογίας Κυρίου ἡ γῆ αὐτοῦ, ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσου καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν
I blagom koje dolazi od sunca, i blagom koje dolazi od mjeseca,
καὶ καθ᾿ ὥραν γενημάτων ἡλίου τροπῶν καὶ ἀπὸ συνόδων μηνῶν,
I blagom starijeh brda i blagom vječnijeh humova,
ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς καὶ ἀπὸ κορυφῆς βουνῶν ἀενάων
I blagom na zemlji i obiljem njezinijem, i milošću onoga koji stoji u kupini. Neka to dođe na glavu Josifu i na tjeme odvojenome između braće svoje.
καὶ καθ᾿ ὥραν γῆς πληρώσεως. καὶ τὰ δεκτὰ τῷ ὀφθέντι ἐν τῇ βάτῳ ἔλθοισαν ἐπὶ κεφαλὴν Ἰωσήφ, καὶ ἐπὶ κορυφῆς δοξασθεὶς ἐπ᾿ ἀδελφοῖς.
Krasota je njegova kao u prvenca teleta, i rogovi njegovi kao rogovi u jednoroga; njima će bosti narode sve do kraja zemlje; to je mnoštvo tisuća Jefremovijeh i tisuće Manasijine.
πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ, κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ· ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἀπ᾿ ἄκρου γῆς. αὗται μυριάδες Ἐφραΐμ, καὶ αὗται χιλιάδες Μανασσῆ.
A za Zavulona reče: veseli se Zavulone izlaskom svojim, i Isahare šatorima svojim.
καὶ τῷ Ζαβουλὼν εἶπεν· εὐφράνθητι, Ζαβουλών, ἐν ἐξοδίᾳ σου καὶ Ἰσσάχαρ ἐν τοῖς σκηνώμασιν αὐτοῦ.
Narode će sazvati na goru, ondje će prinijeti žrtve pravedne; jer će obilje morsko sisati i sakriveno blago u pijesku.
ἔθνη ἐξολοθρεύσουσι, καὶ ἐπικαλέσεσθε ἐκεῖ καὶ θύσετε ἐκεῖ θυσίαν δικαιοσύνης, ὅτι πλοῦτος θαλάσσης θηλάσει σε καὶ ἐμπόρια παράλιον κατοικούντων.
A za Gada reče: blagosloven je koji širi Gada; on nastava kao lav, i kida ruku i glavu.
καὶ τῷ Γὰδ εἶπεν· εὐλογημένος ἐμπλατύνων Γάδ· ὡς λέων ἐνεπαύσατο, συντρίψας βραχίονα καὶ ἄρχοντα.
Izabra sebi prvo, jer ondje dobi dio od onoga koji dade zakon; zato će ići s knezovima narodnijem, i izvršivati pravdu Gospodnju i sudove njegove s Izrailjem.
καὶ εἶδεν ἀπαρχὴν αὐτοῦ, ὅτι ἐκεῖ ἐμερίσθη γῆ ἀρχόντων συνηγμένων ἅμα ἀρχηγοῖς λαῶν· δικαιοσύνην Κύριος ἐποίησε καὶ κρίσιν αὐτοῦ μετὰ Ἰσραήλ.
A za Dana reče: Dan je lavić, koji će iskakati iz Vasana.
καὶ τῷ Δὰν εἶπε· Δὰν σκύμνος λέοντος καὶ ἐκπηδήσεται ἐκ τοῦ Βασάν.
I za Neftalima reče: Neftalime, siti milosti i puni blagoslova Gospodnjega, zapad i jug uzmi.
καὶ τῷ Νεφθαλὶ εἶπε· Νεφθαλὶ πλησμονὴ δεκτῶν καὶ ἐμπλησθήτω εὐλογίας παρὰ Κυρίου· θάλασσαν καὶ λίβα κληρονομήσει.
I za Asira reče: Asir će biti blagosloven mimo druge sinove, biće mio braći svojoj, zamakaće u ulje nogu svoju.
καὶ τῷ Ἀσὴρ εἶπεν· εὐλογημένος ἀπὸ τέκνων Ἀσὴρ καὶ ἔσται δεκτὸς τοῖς ἀδελφοῖς αὐτοῦ. βάψει ἐν ἐλαίῳ τὸν πόδα αὐτοῦ·
Gvožđe i mjed biće pod obućom tvojom; i dokle traju dani tvoji trajaće snaga tvoja.
σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτοῦ ἔσται, ὡς αἱ ἡμέραι σου ἡ ἰσχύς σου.
Izrailju! niko nije kao Bog, koji ide po nebu tebi u pomoć, i u veličanstvu svojem na oblacima.
οὔκ ἐστιν ὥσπερ ὁ Θεὸς τοῦ ἠγαπημένου· ὁ ἐπιβαίνων ἐπὶ τὸν οὐρανὸν βοηθός σου καὶ ὁ μεγαλοπρεπὴς τοῦ στερεώματος.
Zaklon je Bog vječni i pod mišicom vječnom; on će odagnati ispred tebe neprijatelje tvoje, i reći će: zatri!
καὶ σκεπάσει σε Θεοῦ ἀρχὴ καὶ ὑπὸ ἰσχὺ βραχιόνων ἀενάων καὶ ἐκβαλεῖ ἀπὸ προσώπου σου ἐχθρὸν λέγων· ἀπόλοιο.
Da bi nastavao Izrailj sam bezbrižno, izvor Jakovljev, u zemlji obilnoj žitom i vinom; i nebo će njegovo kropiti rosom.
καὶ κατασκηνώσει Ἰσραὴλ πεποιθὼς μόνος ἐπὶ γῆς Ἰακώβ, ἐπὶ σίτῳ καὶ οἴνῳ, καὶ ὁ οὐρανὸς αὐτῷ συνεφφὴς δρόσῳ.
Blago tebi, Izrailju! ko je kao ti, narod kojega je sačuvao Gospod, štit pomoći tvoje, i mač slave tvoje? Neprijatelji će se tvoji poniziti, a ti ćeš gaziti visine njihove.
μακάριος σύ, Ἰσραήλ· τίς ὅμοιός σοι λαὸς σωζόμενος ὑπὸ Κυρίου; ὑπερασπιεῖ ὁ βοηθός σου, καὶ ἡ μάχαιρα καύχημά σου· καὶ ψεύσονταί σε οἱ ἐχθροί σου, καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτῶν ἐπιβήσῃ.