Ponovljeni zakon 32

1

Slušaj, nebo, govoriću; i zemlja neka čuje govor usta mojih.

ΠΡΟΣΕΧΕ οὐρανέ, καὶ λαλήσω, καὶ ἀκουέτω ἡ γῆ ρήματα ἐκ στόματός μου.

0
2

Neka se spusti kao dažd nauka moja, i neka padne kao rosa govor moj, kao sitan dažd na mladu travu i kao krupan dažd na odraslu travu.

προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ρήματά μου, ὡσεὶ ὄμβρος ἐπ᾿ ἄγνωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον.

0
3

Jer ću javljati ime Gospodnje; veličajte Boga našega.

ὅτι τὸ ὄνομα Κυρίου ἐκάλεσα· δότε μεγαλωσύνην τῷ Θεῷ ἡμῶν.

0
4

Djelo je te stijene savršeno, jer su svi putovi njegovi pravda; Bog je vjeran, bez nepravde; pravedan je i istinit.

Θεός, ἀληθινὰ τὰ ἔργα αὐτοῦ, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσεις· Θεὸς πιστός, καὶ οὐκ ἔστιν ἀδικία, δίκαιος καὶ ὅσιος Κύριος.

0
5

Oni se pokvariše prema njemu; njihovo nevaljalstvo nije nevaljalstvo sinova njegovijeh; to je rod zao i pokvaren.

ἡμάρτοσαν οὐκ αὐτῷ τέκνα μωμητά, γενεὰ σκολιὰ καὶ διεστραμμένη.

0
6

Tako li vraćate Gospodu, narode ludi i bezumni? nije li on otac tvoj, koji te je zadobio? on te je načinio i stvorio.

ταῦτα Κυρίῳ ἀνταποδίδοτε; οὕτω λαὸς μωρὸς καὶ οὐχὶ σοφός; οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέ σε καὶ ἔπλασέ σε;

0
7

Opomeni se negdašnjih dana, pogledajte godine svakoga vijeka; pitaj oca svojega i on će ti javiti, starije svoje i kazaće ti.

μνήσθητε ἡμέρας αἰῶνος, σύνετε ἔτη γενεᾶς γενεῶν· ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι.

0
8

Kad višnji razdade našljedstvo narodima, kad razdijeli sinove Adamove, postavi međe narodima po broju sinova Izrailjevih.

ὅτε διεμέριζεν ὁ ¨Υψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ,

0
9

Jer je dio Gospodnji narod njegov, Jakov je uže našljedstva njegova.

καὶ ἐγενήθη μερίς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.

0
10

Nađe ga u zemlji pustoj, na mjestu strašnu gdje buči pustoš; vodi ga unaokolo, uči ga i čuva kao zjenicu oka svojega.

αὐτάρκησεν αὐτὸν ἐν γῇ ἐρήμῳ, ἐν δίψει καύματος ἐν γῇ ἀνύδρῳ· ἐκύκλωσεν αὐτὸν καὶ ἐπαίδευσεν αὐτὸν καὶ διεφύλαξεν αὐτὸν ὡς κόρην ὀφθαλμοῦ,

0
11

Kao što orao izmamljuje orliće svoje, diže se nad ptićima svojim, širi krila svoja, uzima ih i nosi na krilima svojim,

ὡς ἀετὸς σκεπάσαι νοσσιὰν αὐτοῦ καὶ ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ ἐπεπόθησε, διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶ μεταφρένων αὐτοῦ.

0
12

Tako ga Gospod vođaše, i s njim ne bješe tuđega boga;

Κύριος μόνος ἦγεν αὐτοὺς καὶ οὐκ ἦν μετ᾿ αὐτῶν θεὸς ἀλλότριος.

0
13

Vođaše ga na visine zemaljske da jede rod poljski, i davaše mu da sisa med iz stijene i ulje iz tvrdoga kamena,

ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὴν ἰσχὺν τῆς γῆς, ἐψώμισεν αὐτοὺς γενήματα ἀγρῶν· ἐθήλασαν μέλι ἐκ πέτρας καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας,

0
14

Maslo od krava i mlijeko od ovaca s pretilinom od jaganjaca i ovnova Vasanskih i jaraca, sa srcem zrna pšeničnih; i pio si vino, krv od grožđa.

βούτυρον βοῶν καὶ γάλα προβάτων μετὰ στέατος ἀρνῶν καὶ κριῶν, υἱῶν ταύρων καὶ τράγων, μετὰ στέατος νεφρῶν πυροῦ, καὶ αἷμα σταφυλῆς ἔπιον οἶνον.

0
15

Ali se Izrailj ugoji, pa se stade ritati; utio si, udebljao i zasalio; pa ostavi Boga koji ga je stvorio, i prezre stijenu spasenja svojega.

καὶ ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη· καὶ ἐγκατέλιπε τὸν Θεὸν τὸν ποιήσαντα αὐτὸν καὶ ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτοῦ.

0
16

Na revnost razdražiše ga tuđim bogovima, gadovima razgnjeviše ga.

παρώξυνάν με ἐπ᾿ ἀλλοτρίοις, ἐν βδελύγμασιν αὐτῶν παρεπίκρανάν με·

0
17

Prinosiše žrtve đavolima, ne Bogu, bogovima, kojih nijesu znali, novim, koji iz bliza dođoše, kojih se nijesu strašili oci vaši.

ἔθυσαν δαιμονίοις καὶ οὐ Θεῷ, θεοῖς, οἷς οὐκ ᾔδεισαν· καινοὶ καὶ πρόσφατοι ἥκασιν, οὓς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν.

0
18

Stijenu koja te je rodila zaboravio si; zaboravio si Boga stvoritelja svojega.

Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε.

0
19

Kad to vidje Gospod, razgnjevi se na sinove svoje i na kćeri svoje,

καὶ εἶδε Κύριος καὶ ἐζήλωσε καὶ παρωξύνθη δι᾿ ὀργὴν υἱῶν αὐτοῦ καὶ θυγατέρων

0
20

I reče: sakriću od njih lice svoje, vidjeću kakav će im biti pošljedak, jer su rod pokvaren, sinovi u kojima nema vjere.

καὶ εἶπεν· ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν καὶ δείξω τί ἔσται αὐτοῖς ἐπ᾿ ἐσχάτων ἡμερῶν· ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν, υἱοί, οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς.

0
21

Oni me razdražiše na revnost onijem što nije Bog, razgnjeviše svojim taštinama; i ja ću njih razdražiti na revnost onijem koji nije narod, narodom ludijem razljutiću ih.

αὐτοὶ παρεζήλωσάν με ἐπ᾿ οὐ Θεῷ, παρώξυνάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ᾿ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.

0
22

Jer se oganj razgorio u gnjevu mojem, i gorjeće do najdubljega pakla; spaliće zemlju i rod njezin, i popaliće temelje brdima.

ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, καυθήσεται ἕως ᾅδου κάτω, καταφάγεται γῆν καὶ τὰ γενήματα αὐτῆς, φλέξει θεμέλια ὀρέων.

0
23

Zgrnuću na njih zla, strijele svoje pobacaću na njih.

συνάξω εἰς αὐτοὺς κακὰ καὶ τὰ βέλη μου συντελέσω εἰς αὐτούς.

0
24

Glad će ih cijediti, vrućice i ljuti pomori proždiraće ih; i zube zvjerske poslaću na njih i jed zmija zemaljskih.

τηκόμενοι λιμῷ καὶ βρώσει ὀρνέων καὶ ὀπισθότονος ἀνίατος· ὀδόντας θηρίων ἐπαποστελῶ εἰς αὐτοὺς μετὰ θυμοῦ συρόντων ἐπὶ γῆν.

0
25

Spolja će ih ubijati mač, a po klijetima strah, i momka i djevojku, dijete na sisi i sijeda čovjeka.

ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα καὶ ἐκ τῶν ταμιείων φόβος· νεανίσκος σὺν παρθένῳ, θηλάζων μετὰ καθεστηκότος πρεσβύτου.

0
26

Rekao bih: rasijaću ih po svijem uglovima zemaljskim, učiniću da nestane spomena njihova između ljudi,

εἶπα· διασπερῶ αὐτούς, παύσω δὲ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν,

0
27

Da mi nije do mržnje neprijateljeve, da se ne bi neprijatelji njihovi ponijeli i rekli: ruka se naša uzvisila, a nije Gospod učinio sve ovo.

εἰ μὴ δι᾿ ὀργὴν ἐχθρῶν, ἵνα μὴ μακροχρονίσωσιν, ἵνα μὴ συνεπιθῶνται οἱ ὑπεναντίοι, μὴ εἴπωσιν· ἡ χεὶρ ἡμῶν ἡ ὑψηλὴ καὶ οὐχὶ Κύριος ἐποίησε ταῦτα πάντα.

0
28

Jer su narod koji propada sa svojih namjera, i nema u njih razuma.

ὅτι ἔθνος ἀπολωλεκὸς βουλήν ἐστι, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἐπιστήμη.

0
29

Kamo da su pametni, da razumiju ovo, i gledaju na pošljedak svoj!

οὐκ ἐφρόνησαν συνιέναι ταῦτα· καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα χρόνον.

0
30

Kako bi jedan gonio tisuću a dvojica tjerala deset tisuća, da ih nije stijena njihova prodala i Gospod ih predao?

πῶς διώξεται εἷς χιλίους καὶ δύο μετακινήσουσι μυριάδας, εἰ μὴ ὁ Θεὸς ἀπέδοτο αὐτοὺς καὶ Κύριος παρέδωκεν αὐτούς;

0
31

Jer stijena njihova nije kao naša stijena; neprijatelji naši neka budu sudije.

ὅτι οὐκ εἰσὶν ὡς ὁ Θεὸς ἡμῶν οἱ θεοὶ αὐτῶν· οἱ δὲ ἐχθροὶ ἡμῶν ἀνόητοι.

0
32

Jer je čokot njihov od čokota Sodomskoga i iz polja Gomorskoga; grožđe je njihovo grožđe otrovno, puca su mu gorka.

ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς·

0
33

Vino je njihovo otrov zmajevski, i ljuti jed aspidin.

θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν καὶ θυμὸς ἀσπίδων ἀνίατος.

0
34

Nije li to sakriveno kod mene, zapečaćeno u riznicama mojim?

οὐκ ἰδοὺ ταῦτα συνῆκται παρ᾿ ἐμοὶ καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου;

0
35

Moja je osveta i plata, u svoje vrijeme popuznuće noga njihova, jer je blizu dan propasti njihove, i ide brzo što će ih zadesiti.

ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω, ἐν καιρῷ, ὅταν σφαλῇ ὁ ποῦς αὐτῶν, ὅτι ἐγγὺς ἡμέρα ἀπωλείας αὐτοῖς, καὶ πάρεστιν ἕτοιμα ὑμῖν.

0
36

Sudiće Gospod narodu svojemu, i žao će mu biti sluga njegovijeh, kad vidi da je prošla snaga i da nema ništa ni od uhvaćenoga ni od ostavljenoga.

ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται· εἶδε γὰρ παραλελυμένους αὐτοὺς καὶ ἐκλελοιπότας ἐν ἐπαγωγῇ καὶ παρειμένους.

0
37

I reći će: gdje su bogovi njihovi? stijena u koju se uzdaše?

καὶ εἶπε Κύριος· ποῦ εἰσιν οἱ θεοὶ αὐτῶν, ἐφ᾿ οἷς ἐπεποίθεισαν ἐπ᾿ αὐτοῖς;

0
38

Koji salo od žrtava njegovijeh jedoše i piše vino od naljeva njihovijeh. Neka ustanu i pomogu vam, i neka vam budu zaklon.

ὧν τὸ στέαρ τῶν θυσιῶν αὐτῶν ἠσθίετε καὶ ἐπίνετε τὸν οἶνον τῶν σπονδῶν αὐτῶν; ἀναστήτωσαν καὶ βοηθησάτωσαν ὑμῖν καὶ γενηθήτωσαν ὑμῖν σκεπασταί.

0
39

Vidite sada da sam ja, ja sam, i da nema Boga osim mene. Ja ubijam i oživljujem, ranim i iscjeljujem, i nema nikoga ko bi izbavio iz moje ruke.

ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ· ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.

0
40

Jer podižem k nebu ruku svoju i kažem: ja sam živ dovijeka.

ὅτι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου καὶ ἐρῶ· ζῶ ἐγὼ εἰς τὸν αἰῶνα,

0
41

Ako naoštrim sjajni mač svoj i uzmem u ruku sud, učiniću osvetu na neprijateljima svojim i vratiću onima koji mrze na me.

ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου, καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου, καὶ ἀποδώσω δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσί με ἀνταποδώσω·

0
42

Opojiću strijele svoje krvlju, i mač će se moj najesti mesa, krvlju isječenijeh i zarobljenijeh, kad počnem osvetu na neprijateljima.

μεθύσω τὰ βέλη μου ἀφ᾿ αἵματος, καὶ ἡ μάχαιρά μου φάγεται κρέα, ἀφ᾿ αἵματος τραυματιῶν καὶ αἰχμαλωσίας, ἀπὸ κεφαλῆς ἀρχόντων ἐχθρῶν.

0
43

Veselite se narodi s narodom njegovijem, jer će pokajati krv sluga svojih, i osvetiće se neprijateljima svojim, i očistiće zemlju svoju i narod svoj.

εὐφράνθητε, οὐρανοί, ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· εὐφράνθητε, ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες υἱοὶ Θεοῦ· ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικᾶται, καὶ ἐκδικήσει καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσιν ἀνταποδώσει, καὶ ἐκκαθαριεῖ Κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ.

0
44

I dođe Mojsije i izgovori sve riječi pjesme ove narodu, on i Isus sin Navin.

Καὶ ἔγραψε Μωυσῆς τὴν ᾠδὴν ταύτην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐδίδαξεν αὐτὴν τοὺς υἱοὺς Ἰσραήλ. καὶ εἰσῆλθε Μωυσῆς καὶ ἐλάλησε πάντας τοὺς λόγους τοῦ νόμου τούτου εἰς τὰ ὦτα τοῦ λαοῦ, αὐτὸς καὶ Ἰησοῦς ὁ τοῦ Ναυή.

0
45

A kad izgovori Mojsije sve riječi ove svemu Izrailju,

καὶ συνετέλεσε Μωυσῆς λαλῶν παντὶ Ἰσραήλ.

0
46

Reče im: privijte srce svoje k svijem riječima koje vam ja danas zasvjedočavam, i kazujte ih sinovima svojim da bi držali sve riječi ovoga zakona i tvorili ih.

καὶ εἶπε πρὸς αὐτούς· προσέχετε τῇ καρδίᾳ ἐπὶ πάντας τοὺς λόγους τούτους, οὓς ἐγὼ διαμαρτύρομαι ὑμῖν σήμερον, ἃ ἐντελεῖσθε τοῖς υἱοῖς ὑμῶν φυλάσσειν καὶ ποιεῖν πάντας τοὺς λόγους τοῦ νόμου τούτου·

0
47

Jer nije prazna riječ da za nju ne marite, nego je život vaš; i tom ćete riječju produljiti dane svoje na zemlji, u koju idete preko Jordana da je naslijedite.

ὅτι οὐχὶ λόγος κενὸς οὗτος ὑμῖν, ὅτι αὕτη ἡ ζωὴ ὑμῶν, καὶ ἕνεκεν τοῦ λόγου τούτου μακροημερεύσετε ἐπὶ τῆς γῆς, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν.

0
48

U isti dan reče Gospod Mojsiju govoreći:

Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἡμέρᾳ ταύτῃ λέγων·

0
49

Izidi na ovu goru Avarimsku, na goru Navav, koja je u zemlji Moavskoj prema Jerihonu, i vidi zemlju Hanansku koju dajem sinovima Izrailjevijem u državu.

ἀνάβηθι εἰς τὸ ὄρος τὸ Ἀβαρὶμ τοῦτο, ὄρος Ναβαῦ, ὅ ἐστιν ἐν γῇ Μωὰβ κατὰ πρόσωπον Ἱεριχώ, καὶ ἰδὲ τὴν γῆν Χαναάν, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραήλ, εἰς κατάσχεσιν,

0
50

I umri na gori na koju izideš, i priberi s k rodu svojemu, kao što je umro Aron brat tvoj na gori Oru i pribrao se k rodu svojemu.

καὶ τελεύτα ἐν τῷ ὄρει, εἰς ὃ ἀναβαίνεις ἐκεῖ, καὶ προστέθητι πρὸς τὸν λαόν σου, ὃν τρόπον ἀπέθανεν Ἀαρὼν ὁ ἀδελφός σου ἐν Ὢρ τῷ ὄρει, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ,

0
51

Jer mi zgriješiste među sinovima Izrailjevijem na vodi od svađe u Kadisu, u pustinji Sinu, što me ne proslaviste među sinovima Izrailjevijem.

ὅτι ἠπειθήσατε τῷ ρήματί μου ἐν τοῖς υἱοῖς Ἰσραὴλ ἐπὶ τοῦ ὕδατος ἀντιλογίας Κάδης ἐν τῇ ἐρήμῳ Σίν, διότι οὐχ ἡγιάσατέ με ἐν τοῖς υἱοῖς Ἰσραήλ·

0
52

Pred sobom ćeš vidjeti zemlju, ali nećeš u nju ući, u zemlju koju dajem sinovima Izrailjevijem.

ὅτι ἀπέναντι ὄψῃ τὴν γῆν καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ.

0