Stari zavet
Tada izide Mojsije iz polja Moavskoga na goru Navav, na vrh Fazge, koja je prema Jerihonu; i pokaza mu Gospod svu zemlju od Galada do Dana;
ΚΑΙ ἀνέβη Μωυσῆς ἀπὸ Ἀραβὼθ Μωὰβ ἐπὶ τὸ ὄρος Ναβαῦ, ἐπὶ κορυφὴν Φασγά, ἥ ἐστιν ἐπὶ προσώπου Ἰεριχώ. καὶ ἔδειξεν αὐτῷ Κύριος πᾶσαν τὴν γῆν Γαλαὰδ ἕως Δὰν
I svu zemlju Neftalimovu, i zemlju Jefremovu i Manasijinu, i svu zemlju Judinu do mora zapadnoga,
καὶ πᾶσαν τὴν γῆν Νεφθαλὶ καὶ πᾶσαν τὴν γῆν Ἐφραΐμ καὶ Μανασσῆ καὶ πᾶσαν τὴν γῆν Ἰούδα ἕως τῆς θαλάσσης τῆς ἐσχάτης
I južnu stranu, i ravnicu, dolinu pod Jerihonom, mjestom gdje ima mnogo palmovih drveta, do Sigora.
καὶ τὴν ἔρημον καὶ τὰ περίχωρα Ἱεριχώ, πόλιν φοινίκων ἕως Σηγώρ.
I reče mu Gospod: ovo je zemlja, za koju sam se zakleo Avramu, Isaku i Jakovu govoreći: sjemenu tvojemu daću je. Pokazah ti je da je vidiš očima svojima, ali u nju nećeš ući.
καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· αὕτη ἡ γῆ, ἣν ὤμοσα τῷ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ λέγων· τῷ σπέρματι ὑμῶν δώσω αὐτήν· καὶ ἔδειξα τοῖς ὀφθαλμοῖς σου, καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ.
I umrije ondje Mojsije sluga Gospodnji u zemlji Moavskoj po riječi Gospodnjoj.
καὶ ἐτελεύτησε Μωυσῆς ὁ οἰκέτης Κυρίου ἐν γῇ Μωὰβ διὰ ρήματος Κυρίου.
A pogrebe ga Gospod u dolini u zemlji Moavskoj prema Vet-Fegoru; i niko ne dozna za grob njegov do današnjega dana.
καὶ ἔθαψαν αὐτὸν ἐν Γαῖ ἐγγὺς οἴκου Φογώρ· καὶ οὐκ εἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης.
I bješe Mojsiju sto i dvadeset godina kad umrije, i ne bjehu potamnjele oči njegove niti ga snaga izdala.
Μωυσῆς δὲ ἦν ἑκατὸν καὶ εἴκοσιν ἐτῶν ἐν τῷ τελευτᾶν αὐτόν· οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ, οὐδὲ ἐφθάρησαν τὰ χελώνια αὐτοῦ.
I plakaše sinovi Izrailjevi za Mojsijem u polju Moavskom trideset dana; i prođoše plačni dani žalosti za Mojsijem.
καὶ ἔκλαυσαν οἱ υἱοὶ Ἰσραὴλ Μωυσῆν ἐν Ἀραβὼθ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχὼ τριάκοντα ἡμέρας· καὶ συνετελέσθησαν αἱ ἡμέραι πένθους κλαυθμοῦ Μωυσῆ.
A Isus sin Navin bješe pun duha mudrosti, jer Mojsije bješe metnuo na nj ruke svoje. I slušaše ga sinovi Izrailjevi, i tvoriše kao što zapovjedi Gospod preko Mojsija.
καὶ Ἰησοῦς υἱὸς Ναυὴ ἐνεπλήσθη πνεύματος συνέσεως, ἐπέθηκε γὰρ Μωυσῆς τὰς χεῖρας αὐτοῦ ἐπ᾿ αὐτόν· καὶ εἰσήκουσαν αὐτοῦ οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐποίησαν καθότι ἐνετείλατο Κύριος τῷ Μωυσῇ.
Ali ne usta više prorok u Izrailju kao Mojsije, kojega Gospod pozna licem k licu,
καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωυσῆς, ὃν ἔγνω Κύριος αὐτὸν πρόσωπον κατὰ πρόσωπον,
U svijem znacima i čudesima, za koja ga posla Gospod da ih učini u zemlji Misirskoj na Faraonu i na svijem slugama njegovijem i na svoj zemlji njegovoj,
ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασιν, ὃν ἀπέστειλεν αὐτὸν Κύριος ποιῆσαι αὐτὰ ἐν γῇ Αἰγύπτῳ Φαραὼ καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ,
I u svijem djelima krjepke ruke i u svijem strahotama velikim, koje učini Mojsije pred svijem Izrailjem.
τὰ θαυμάσια τὰ μεγάλα καὶ τὴν χεῖρα τὴν κραταιάν, ἃ ἐποίησε Μωυσῆς ἔναντι παντὸς Ἰσραήλ.