Stari zavet
I reče Gospod Mojsiju pošto pogiboše dva sina Aronova, a pogiboše kad pristupiše pred Gospoda,
ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν μετὰ τὸ τελευτῆσαι τοὺς δύο υἱοὺς Ἀαρὼν ἐν τῷ προσάγειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι Κυρίου καὶ ἐτελεύτησαν.
I kaza Gospod Mojsiju: reci Aronu bratu svojemu da ne ulazi u svako doba u svetinju za zavjes pred zaklopac koji je na kovčegu, da ne pogine, jer ću se u oblaku nad zaklopcem javljati.
καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· λάλησον πρὸς Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ μὴ εἰσπορευέσθω πᾶσαν ὥραν εἰς τὸ ἅγιον ἐσώτερον τοῦ καταπετάσματος εἰς πρόσωπον τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, καὶ οὐκ ἀποθανεῖται· ἐν γὰρ νεφέλῃ ὀφθήσομαι ἐπὶ τοῦ ἱλαστηρίου.
S ovijem neka ulazi Aron u svetinju: s juncem za žrtvu radi grijeha i s ovnom za žrtvu paljenicu.
οὕτως εἰσελεύσεται Ἀαρὼν εἰς τὸ ἅγιον· ἐν μόσχῳ ἐκ βοῶν περὶ ἁμαρτίας, καὶ κριὸν εἰς ὁλοκαύτωμα·
Svetu košulju lanenu neka obuče, i gaće lanene neka su na tijelu njegovu, i neka se opaše pojasom lanenijem i kapu lanenu neka metne na glavu; to su haljine svete, i neka opere tijelo svoje vodom, pa onda neka ih obuče.
καὶ χιτῶνα λινοῦν ἡγιασμένον ἐνδύσεται, καὶ περισκελὲς λινοῦν ἔσται ἐπὶ τοῦ χρωτὸς αὐτοῦ, καὶ ζώνῃ λινῇ ζώσεται καὶ κίδαριν λινῆν περιθήσεται, ἱμάτια ἅγιά ἐστι, καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ, καὶ ἐνδύσεται αὐτά.
A od zbora sinova Izrailjevijeh neka uzme dva jarca za žrtvu radi grijeha, i jednoga ovna za žrtvu paljenicu.
καὶ παρὰ τῆς συναγωγῆς τῶν υἱῶν Ἰσραὴλ λήψεται δύο χιμάρους ἐξ αἰγῶν περὶ ἁμαρτίας καὶ κριὸν ἕνα εἰς ὁλοκαύτωμα.
I neka prinese Aron junca svojega na žrtvu za grijeh i očisti sebe i dom svoj.
καὶ προσάξει Ἀαρὼν τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἐξιλάσεται περὶ αὐτοῦ καὶ τοῦ οἴκου αὐτοῦ.
Potom neka uzme dva jarca, i neka ih metne pred Gospoda na vrata šatora od sastanka.
καὶ λήψεται τοὺς δύο χιμάρους καὶ στήσει αὐτοὺς ἔναντι Κυρίου παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου·
I neka Aron baci ždrijeb za ta dva jarca, jedan ždrijeb Gospodu a drugi ždrijeb Azazelu.
καὶ ἐπιθήσει Ἀαρὼν ἐπὶ τοὺς δύο χιμάρους κλήρους, κλῆρον ἕνα τῷ Κυρίῳ καὶ κλῆρον ἕνα τῷ ἀποπομπαίῳ.
I neka Aron prinese na žrtvu jarca na kojega padne ždrijeb Gospodnji, neka ga prinese na žrtvu za grijeh.
καὶ προσάξει Ἀαρὼν τὸν χίμαρον, ἐφ᾿ ὃν ἐπῆλθεν ἐπ᾿ αὐτὸν ὁ κλῆρος τῷ Κυρίῳ, καὶ προσοίσει περὶ ἁμαρτίας·
A jarca na kojega padne ždrijeb Azazelov neka metne živa pred Gospoda, da učini očišćenje na njemu, pa neka ga pusti u pustinju Azazelu.
καὶ τὸν χίμαρον, ἐφ᾿ ὃν ἐπῆλθεν ἐπ᾿ αὐτὸν ὁ κλῆρος τοῦ ἀποπομπαίου, στήσει αὐτὸν ζῶντα ἔναντι Κυρίου, τοῦ ἐξιλάσασθαι ἐπ᾿ αὐτοῦ, ὥστε ἀποστεῖλαι αὐτὸν εἰς τὴν ἀποπομπήν, καὶ ἀφήσει αὐτὸν εἰς τὴν ἔρημον.
I neka Aron prinese junca svojega na žrtvu za grijeh i očisti sebe i dom svoj, i neka zakolje junca svojega na žrtvu za grijeh.
καὶ προσάξει Ἀαρὼν τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἐξιλάσεται περὶ ἑαυτοῦ καὶ τοῦ οἴκου αὐτοῦ. καὶ σφάξει τὸν μόσχον περὶ τῆς ἁμαρτίας αὐτοῦ.
I neka uzme kadionicu punu žeravice s oltara, koji je pred Gospodom, i pune pregršti kada mirisnoga istucanoga, i neka unese za zavjes.
καὶ λήψεται τὸ πυρεῖον πλῆρες ἀνθράκων πυρὸς ἀπὸ τοῦ θυσιαστηρίου, τοῦ ἀπέναντι Κυρίου, καὶ πλήσει τὰς χεῖρας θυμιάματος συνθέσεως λεπτῆς καὶ εἰσοίσει ἐσώτερον τοῦ καταπετάσματος.
I neka metne kad na oganj pred Gospodom, da dim od kada zakloni zaklopac koji je na svjedočanstvu; tako neće poginuti.
καὶ ἐπιθήσει τὸ θυμίαμα ἐπὶ τὸ πῦρ ἔναντι Κυρίου· καὶ καλύψει ἡ ἀτμὶς τοῦ θυμιάματος τὸ ἱλαστήριον τὸ ἐπὶ τῶν μαρτυρίων, καὶ οὐκ ἀποθανεῖται.
Poslije neka uzme krvi od junca i pokropi s prsta svojega po zaklopcu prema istoku, a pred zaklopcem neka sedam puta pokropi tom krvlju s prsta svojega.
καὶ λήψεται ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ ρανεῖ τῷ δακτύλῳ ἐπὶ τὸ ἱλαστήριον κατὰ ἀνατολάς· κατὰ πρόσωπον τοῦ ἱλαστηρίου ρανεῖ ἑπτάκις ἀπὸ τοῦ αἵματος τῷ δακτύλῳ.
I neka zakolje jarca na žrtvu za grijeh narodni, i neka unese krv njegovu za zavjes; i neka učini s krvlju njegovom kao što je učinio s krvlju junčijom, i pokropi njom po zaklopcu i pred zaklopcem.
καὶ σφάξει τὸν χίμαρον τὸν περὶ ἁμαρτίας, τὸν περὶ τοῦ λαοῦ, ἔναντι Κυρίου καὶ εἰσοίσει τοῦ αἵματος αὐτοῦ ἐσώτερον τοῦ καταπετάσματος καὶ ποιήσει τὸ αἷμα αὐτοῦ, ὃν τρόπον ἐποίησε τὸ αἷμα τοῦ μόσχου. καὶ ρανεῖ τὸ αἷμα αὐτοῦ ἐπὶ τὸ ἱλαστήριον, κατὰ πρόσωπον τοῦ ἱλαστηρίου
I tako će očistiti svetinju od nečistota sinova Izrailjevih i od prijestupa njihovijeh u svijem grijesima njihovijem; tako će učiniti i u šatoru od sastanka, koji je među njima usred nečistota njihovijeh.
καὶ ἐξιλάσεται τὸ ἅγιον ἀπὸ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν Ἰσραὴλ καὶ ἀπὸ τῶν ἀδικημάτων αὐτῶν περὶ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν. καὶ οὕτω ποιήσει τῇ σκηνῇ τοῦ μαρτυρίου τῇ ἐκτισμένῃ ἐν αὐτοῖς ἐν μέσῳ τῆς ἀκαθαρσίας αὐτῶν.
A niko da ne bude u šatoru od sastanka kad on uđe da čini očišćenje u svetinji, dokle ne izađe i svrši očišćenje za se i za dom svoj i za sav zbor Izrailjski.
καὶ πᾶς ἄνθρωπος οὐκ ἔσται ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, εἰσπορευομένου αὐτοῦ ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ, ἕως ἂν ἐξέλθῃ· καὶ ἐξιλάσεται περὶ ἑαυτοῦ καὶ τοῦ οἴκου αὐτοῦ καὶ περὶ πάσης συναγωγῆς υἱῶν Ἰσραήλ.
A neka izađe k oltaru koji je pred Gospodom, i očisti ga; i uzevši krvi od junca i krvi od jarca neka pomaže rogove oltaru unaokolo;
καὶ ἐξελεύσεται ἐπὶ τὸ θυσιαστήριον τὸ ὂν ἀπέναντι Κυρίου καὶ ἐξιλάσεται ἐπ᾿ αὐτοῦ. καὶ λήψεται ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ ἀπὸ τοῦ αἵματος τοῦ χιμάρου καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου κύκλῳ
I neka ga pokropi ozgo istom krvlju s prsta svojega sedam puta; tako će ga očistiti i posvetiti ga od nečistota sinova Izrailjevih.
καὶ ρανεῖ ἐπ᾿ αὐτὸ ἀπὸ τοῦ αἵματος τῷ δακτύλῳ ἑπτάκις, καὶ καθαριεῖ αὐτὸ καὶ ἁγιάσει αὐτὸ ἀπὸ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν Ἰσραήλ.
A kad očisti svetinju i šator od sastanka i oltar, tada neka dovede jarca živoga.
καὶ συντελέσει ἐξιλασκόμενος τὸ ἅγιον καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ θυσιαστήριον, καὶ περὶ τῶν ἱερέων καθαριεῖ· καὶ προσάξει τὸν χίμαρον τὸν ζῶντα.
I metnuvši Aron obje ruke svoje na glavu jarcu živomu, neka ispovjedi nad njim sva bezakonja sinova Izrailjevih i sve prijestupe njihove u svijem grijesima njihovijem, i metnuvši ih na glavu jarcu neka ga da čovjeku spremnom da ga istjera u pustinju.
καὶ ἐπιθήσει Ἀαρὼν τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος καὶ ἐξαγορεύσει ἐπ᾿ αὐτοῦ πάσας τὰς ἀνομίας τῶν υἱῶν Ἰσραὴλ καὶ πάσας τὰς ἀδικίας αὐτῶν καὶ πάσας τὰς ἁμαρτίας αὐτῶν καὶ ἐπιθήσει αὐτὰς ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος καὶ ἐξαποστελεῖ ἐν χειρὶ ἀνθρώπου ἑτοίμου εἰς τὴν ἔρημον,
I jarac će odnijeti na sebi sva bezakonja njihova u pustinju; i pustiće onoga jarca u pustinju.
καὶ λήψεται ὁ χίμαρος ἐφ᾿ ἑαυτῷ τὰς ἀδικίας αὐτῶν εἰς γῆν ἄβατον, καὶ ἐξαποστελεῖ τὸν χίμαρον εἰς τὴν ἔρημον.
Potom neka opet uđe Aron u šator od sastanka i svuče haljine lanene koje je obukao kad je išao u svetinju, i ondje neka ih ostavi.
καὶ εἰσελεύσεται Ἀαρὼν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐκδύσεται τὴν στολὴν τὴν λινήν, ἣν ἐνδεδύκει εἰσπορευομένου αὐτοῦ εἰς τὸ ἅγιον, καὶ ἀποθήσει αὐτὴν ἐκεῖ.
Pa neka opere tijelo svoje na svetom mjestu i obuče svoje haljine; i izašav neka prinese svoju žrtvu paljenicu i narodnu žrtvu paljenicu, i očisti sebe i narod.
καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι ἐν τόπῳ ἁγίῳ καὶ ἐνδύσεται τὴν στολὴν αὐτοῦ, καὶ ἐξελθὼν ποιήσει τὸ ὁλοκαύτωμα αὐτοῦ καὶ τὸ ὁλοκάρπωμα τοῦ λαοῦ καὶ ἐξιλάσεται περὶ αὐτοῦ καὶ περὶ τοῦ οἴκου αὐτοῦ καὶ περὶ τοῦ λαοῦ, ὡς περὶ τῶν ἱερέων.
A salo od žrtve za grijeh neka zapali na oltaru.
καὶ τὸ στέαρ τὸ περὶ τῶν ἁμαρτιῶν ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον.
A ko odvede jarca za Azazela, neka opere haljine svoje i okupa tijelo svoje u vodi, pa onda neka uđe u oko.
καὶ ὁ ἐξαποστέλλων τὸν χίμαρον τὸν διεσταλμένον εἰς ἄφεσιν πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν.
A junca za grijeh i jarca za grijeh, od kojih je krv unesena da se učini očišćenje u svetinji, neka iznesu napolje iz okola, i neka spale ognjem kože njihove i meso njihovo i balegu njihovu.
καἱ τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας, ὧν τὸ αἷμα εἰσηνέχθη ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ, ἐξοίσουσιν αὐτὰ ἔξω τῆς παρεμβολῆς καὶ κατακαύσουσιν αὐτὰ ἐν πυρί, καί τὰ δέρματα αὐτῶν καὶ τὰ κρέα αὐτῶν καὶ τὴν κόπρον αὐτῶν.
A ko ih spali, neka opere haljine svoje i okupa tijelo svoje u vodi, pa onda neka dođe u oko.
ὁ δὲ κατακαίων αὐτὰ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ μετά ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν.
I ovo neka vam bude vječna uredba: deseti dan sedmoga mjeseca mučite duše svoje, i ne radite nikakoga posla, ni domorodac ni došljak koji se bavi među vama.
Καὶ ἔσται τοῦτο ὑμῖν νόμιμον αἰώνιον· ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ δεκάτῃ τοῦ μηνὸς ταπεινώσετε τὰς ψυχὰς ὑμῶν καὶ πᾶν ἔργον οὐ ποιήσετε ὁ αὐτόχθων καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμῖν·
Jer u taj dan biva očišćenje za vas, da se očistite; bićete očišćeni od svijeh grijeha svojih pred Gospodom.
ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξιλάσεται περὶ ὑμῶν, καθαρίσαι ὑμᾶς ἀπὸ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν ἔναντι Κυρίου, καὶ καθαρισθήσεσθε.
To neka vam je počivanje subotno, i mučite duše svoje po uredbi vječnoj.
σάββατα σαββάτων ἀνάπαυσις αὕτη ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν, νόμιμον αἰώνιον.
A sveštenik koji bude pomazan i koji bude osvećen da vrši službu svešteničku na mjesto oca svojega, on neka očišća obukavši se u haljine lanene, haljine svete.
ἐξιλάσεται ὁ ἱερεύς, ὃν ἂν χρίσωσιν αὐτὸν καὶ ὃν ἂν τελειώσωσι τὰς χεῖρας αὐτοῦ, ἱερατεύειν μετὰ τὸν πατέρα αὐτοῦ, καὶ ἐνδύσεται τὴν στολὴν τὴν λινῆν, στολὴν ἁγίαν.
I neka očisti svetinju svetu i šator od sastanka; i oltar neka očisti; i sveštenike i sav narod sabrani neka očisti.
καὶ ἐξιλάσεται τὸ ἅγιον τοῦ ἁγίου καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ θυσιαστήριον ἐξιλάσεται, καὶ περὶ τῶν ἱερέων καὶ περί πάσης συναγωγῆς ἐξιλάσεται.
I ovo neka vam je vječna uredba da očišćate sinove Izrailjeve od svijeh grijeha njihovijeh jedanput u godini. I učini Mojsije kako mu zapovjedi Gospod.
καὶ ἔσται τοῦτο ὑμῖν νόμιμον αἰώνιον ἐξιλάσκεσθαι περὶ τῶν υἱῶν Ἰσραὴλ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν· ἅπαξ τοῦ ἐνιαυτοῦ ποιηθήσεται, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.