Levitski zakon 15

Stari zavet

1

Još reče Gospod Mojsiju i Aronu govoreći:

ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων·

0
2

Kažite sinovima Izrailjevim i recite im: kome čovjeku teče sjeme od tijela njegova, nečist je.

λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἐρεῖς αὐτοῖς· ἀνδρὶ ἀνδρί, ᾧ ἐὰν γένηται ρύσις ἐκ τοῦ σώματος αὐτοῦ, ἡ ρύσις αὐτοῦ ἀκάθαρτός ἐστι.

0
3

A ovaka je nečistota njegova od toga tečenja: ako ispusti tijelo njegovo tečenje svoje, ili se ustavi tečenje u tijelu njegovu, nečistota je na njemu.

καὶ οὗτος ὁ νόμος τῆς ἀκαθαρσίας αὐτοῦ· ρέων γόνον ἐκ σώματος αὐτοῦ, ἐκ τῆς ρύσεως, ἧς συνέστηκε τὸ σῶμα αὐτοῦ διὰ τῆς ρύσεως, αὕτη ἡ ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ· πᾶσαι αἱ ἡμέραι ρύσεως σώματος αὐτοῦ, ᾗ συνέστηκε τὸ σῶμα αὐτοῦ διά τῆς ρύσεως, ἀκαθαρσία αὐτοῦ ἐστι.

0
4

Svaka postelja na koju leže onaj kome teče sjeme, da je nečista; i sve na što sjede, da je nečisto.

πᾶσα κοίτη, ἐφ᾿ ἧς ἐὰν κοιμηθῇ ἐπ᾿ αὐτῆς ὁ γονορρυής, ἀκάθαρτός ἐστι, καὶ πᾶν σκεῦος ἐφ᾿ ὃ ἂν καθίσῃ ἐπ᾿ αὐτὸ ὁ γονορρυής, ἀκάθαρτον ἔσται.

0
5

I ko se god dotakne postelje njegove, neka opere haljine svoje i neka se okupa u vodi, i biće nečist do večera.

καὶ ἄνθρωπος, ὃς ἐὰν ἅψηται τῆς κοίτης αὐτοῦ, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·

0
6

I ko sjede na ono na čem je sjedio onaj kome teče sjeme, neka opere haljine svoje i neka se okupa u vodi, i biće nečist do večera.

καὶ ὁ καθήμενος ἐπὶ τοῦ σκεύους, ἐφ᾿ ὃ ἐὰν καθίσῃ ὁ γονορρυής, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·

0
7

I ko se dotakne tijela onoga kome teče sjeme, neka opere haljine svoje i neka se okupa u vodi, i biće nečist do večera.

καὶ ὁ ἁπτόμενος τοῦ χρωτὸς τοῦ γονορρυοῦς πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.

0
8

I ako onaj kome teče sjeme pljune na čistoga, on neka opere haljine svoje i neka se okupa u vodi, i biće nečist do večera.

ἐὰν δὲ προσσιελίσῃ ὁ γονορρυὴς ἐπὶ τὸν καθαρόν, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.

0
9

I svako sedlo na kom bi sjedio onaj kome teče sjeme, da je nečisto.

καὶ πᾶν ἐπίσαγμα ὄνου, ἐφ᾿ ὃ ἂν ἐπιβῇ ἐπ᾿ αὐτὸ ὁ γονορρυής, ἀκάθαρτον ἔσται ἕως ἑσπέρας.

0
10

I ko bi se dotakao čega god što je bilo pod njim, da je nečist do večera; i ko bi što takovo nosio, neka opere haljine svoje i okupa se u vodi, i biće nečist do večera.

καὶ πᾶς ὁ ἁπτόμενος ὅσα ἂν ᾖ ὑποκάτω αὐτοῦ, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καί ὁ αἴρων αὐτὰ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.

0
11

I koga bi se dotakao onaj kome teče sjeme ne opravši ruku svojih vodom, neka opere haljine svoje i okupa se u vodi, i biće nečist do večera.

καὶ ὅσον ἐὰν ἅψηται ὁ γονορρυής, καὶ τὰς χεῖρας οὐ νένιπται ὕδατι, πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.

0
12

I sud zemljani kojega bi se dotakao onaj kome teče sjeme, neka se razbije, a drveni sud neka se opere vodom.

καὶ σκεῦος ὀστράκινον, οὗ ἂν ἅψηται ὁ γονορρυής, συντριβήσεται· καὶ σκεῦος ξύλινον νιφήσεται ὕδατι καὶ καθαρὸν ἔσται.

0
13

A kad se onaj kome teče sjeme očisti od tečenja svojega, neka broji sedam dana pošto se očisti, i neka opere haljine svoje i neka tijelo svoje opere vodom živom, i biće čist.

ἐὰν δὲ καθαρισθῇ ὁ γονορρυὴς ἐκ τῆς ρύσεως αὐτοῦ, καὶ ἐξαριθμηθήσεται αὐτῷ ἑπτὰ ἡμέρας εἰς τὸν καθαρισμὸν αὐτοῦ, καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ καθαρὸς ἔσται.

0
14

A u osmi dan neka uzme dvije grlice ili dva golubića, i neka dođe pred Gospoda na vrata šatora od sastanka, i neka ih da svešteniku.

καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήψεται ἑαυτῷ δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν καὶ οἴσει αὐτὰ ἔναντι Κυρίου ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ δώσει αὐτὰ τῷ ἱερεῖ.

0
15

I sveštenik neka prinese jedno od njih na žrtvu za grijeh a drugo na žrtvu paljenicu; tako će ga očistiti sveštenik pred Gospodom od tečenja njegova.

καὶ ποιήσει αὐτὰ ὁ ἱερεὺς μίαν περὶ ἁμαρτίας καὶ μίαν εἰς ὁλοκαύτωμα. καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου ἀπὸ τῆς ρύσεως αὐτοῦ.

0
16

I čovjek kome izađe sjeme kad spava sa ženom neka opere vodom cijelo tijelo svoje, i biće nečist do večera.

Καὶ ἄνθρωπος, ᾧ ἂν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.

0
17

I svaka haljina i svaka koža na kojoj bude tako sjeme, neka se opere vodom i biće nečisto do večera.

καὶ πᾶν ἱμάτιον καὶ πᾶν δέρμα, ἀφ᾿ ὃ ἐὰν ᾖ ἐπ᾿ αὐτὸ κοίτη σπέρματος, καὶ πλυθήσεται ὕδατι καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας.

0
18

I žena kod koje bude spavao taki čovjek, i ona i on neka se okupaju u vodi i biće nečisti do večera.

καὶ γυνὴ ἐὰν κοιμηθῇ ἀνὴρ μετ᾿ αὐτῆς κοίτην σπέρματος, καὶ λούσονται ὕδατι καὶ ἀκάθαρτοι ἔσονται ἕως ἑσπέρας.

0
19

A žena kad ima vrijeme, kad ide krv od tijela njezina, neka se odvaja sedam dana, i ko je se god dotakne, da je nečist do večera.

Καὶ γυνή, ἥτις ἐὰν ᾖ ρέουσα αἵματι, καὶ ἔσται ἡ ρύσις αὐτῆς ἐν τῷ σώματι αὐτῆς, ἑπτὰ ἡμέρας ἔσται ἐν τῇ ἀφέδρῳ αὐτῆς· πᾶς ὁ ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται ἕως ἑσπέρας,

0
20

I na što god legne dok se odvaja, da je nečisto, i na što god sjede, da je nečisto.

καὶ πᾶν, ἐφ᾿ ὃ ἐὰν κοιτάζηται ἐπ᾿ αὐτὸ ἐν τῇ ἀφέδρῳ αὐτῆς, ἀκάθαρτον ἔσται. καὶ πᾶν ἐφ᾿ ὃ ἐὰν ἐπικαθίσῃ ἐπ᾿ αὐτό, ἀκάθαρτον ἔσται.

0
21

I ko se dotakne postelje njezine, neka opere haljine svoje i neka se okupa u vodi, i biće nečist do večera.

καὶ πᾶς ὃς ἐὰν ἅψηται τῆς κοίτης αὐτῆς, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.

0
22

I ko se dotakne čega na čem je ona sjedjela, neka opere haljine svoje i neka se okupa u vodi, i biće nečist do večera.

καὶ πᾶς ὁ ἁπτόμενος παντὸς σκεύους, οὗ ἐὰν καθίσῃ ἐπ᾿ αὐτό, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.

0
23

I što bi god bilo na postelji njezinoj ili na čem je ona sjedjela, pa se ko dotakne toga, da je nečist do večera.

ἐὰν δὲ ἐν τῇ κοίτῃ αὐτῆς οὔσης, ἢ ἐπὶ τοῦ σκεύους, οὗ ἐὰν καθίσῃ ἐπ᾿ αὐτῷ ἐν τῷ ἅπτεσθαι αὐτὸν αὐτῆς, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.

0
24

A ko bi spavao s njom te bi nečistota njezina došla na nj, da je nečist sedam dana, i postelja na kojoj leži da je nečista.

ἐὰν δὲ κοίτῃ κοιμηθῇ τις μετ᾿ αὐτῆς καὶ γένηται ἡ ἀκαθαρσία αὐτῆς ἐπ᾿ αὐτῷ, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας. καὶ πᾶσα κοίτη, ἐφ᾿ ᾗ ἂν κοιμηθῇ ἐπ᾿ αὐτῇ, ἀκάθαρτος ἔσται.

0
25

A žena, od koje bi išla krv dugo vremena ili osim običnoga vremena ili u obično vrijeme ali duže, dokle god teče nečistota njezina biće nečista kao u vrijeme kada se odvaja.

Καὶ γυνὴ ἐὰν ρέῃ ρύσει αἵματος ἡμέρας πλείους, οὐκ ἐν καιρῷ τῆς ἀφέδρου αὐτῆς, ἐὰν καὶ ρέῃ μετὰ τὴν ἄφεδρον αὐτῆς, πᾶσαι αἱ ἡμέραι ρύσεως ἀκαθαρσίας αὐτῆς, καθάπερ αἱ ἡμέραι τῆς ἀφέδρου αὐτῆς, ἔσται ἀκάθαρτος.

0
26

Postelja na kojoj leži dokle joj god krv ide, da joj je kao postelja kad se odvaja; i na čem bi god sjedjela da je nečisto kao što je nečisto kad se odvaja.

καὶ πᾶσα κοίτη, ἐφ᾿ ἧς ἐὰν κοιμηθῇ ἐπ᾿ αὐτῆς πάσας τὰς ἡμέρας τῆς ρύσεως, κατὰ τὴν κοίτην τῆς ἀφέδρου ἔσται αὐτῇ, καὶ πᾶν σκεῦος, ἐφ᾿ ὃ ἐὰν καθίσῃ ἐπ᾿ αὐτό, ἀκάθαρτον ἔσται κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀφέδρου.

0
27

I ko se god dotakne tijeh stvari, nečist je; zato neka opere haljine svoje i okupa se u vodi, i biće nečist do večera.

πᾶς ὁ ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται, καὶ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.

0
28

A kad se očisti od tečenja krvi svoje, neka broji sedam dana, pa onda da je čista.

ἐὰν δὲ καθαρισθῇ ἀπὸ τῆς ρύσεως, καὶ ἐξαριθμήσεται αὐτῇ ἑπτὰ ἡμέρας καὶ μετὰ ταῦτα καθαρισθήσεται.

0
29

I u osmi dan neka uzme dvije grlice ili dva golubića, i neka ih odnese svešteniku na vrata šatora od sastanka.

καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήψεται αὕτη δύο τρυγόνας, ἢ δύο νεοσσοὺς περιστερῶν, καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου.

0
30

I neka sveštenik prinese jedno na žrtvu za grijehe a drugo na žrtvu paljenicu, i očistiće je sveštenik pred Gospodom od tečenja nečistote njezine.

καὶ ποιήσει ὁ ἱερεὺς τὴν μίαν περὶ ἁμαρτίας καὶ τὴν μίαν εἰς ὁλοκαύτωμα. καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεὺς ἔναντι Κυρίου ἀπὸ ρύσεως ἀκαθαρσίας αὐτῆς.

0
31

Tako ćete odlučivati sinove Izrailjeve od nečistota njihovijeh, da ne ginu s nečistota svojih skvrneći šator moj što je usred njih.

Καὶ εὐλαβεῖς ποιήσεται τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ τῶν ἀκαθαρσιῶν αὐτῶν, καὶ οὐκ ἀποθανοῦνται διὰ τὴν ἀκαθαρσίαν αὐτῶν ἐν τῷ μιαίνειν αὐτοὺς τὴν σκηνήν μου τὴν ἐν αὐτοῖς.

0
32

To je zakon za onoga kome teče sjeme i kome izađe sjeme kad spava sa ženom te bude nečist,

οὗτος ὁ νόμος τοῦ γονορρυοῦς. καὶ ἐάν τινι ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, ὥστε μιανθῆναι ἐν αὐτῇ,

0
33

I za ženu kad boluje od tečenja krvi svoje, i za svakoga koji boluje od tečenja svoga, bilo muško ili žensko, i za čovjeka koji bi ležao s nečistom.

καὶ τῇ αἱμορροούσῃ ἐν τῇ ἀφέδρῳ αὐτῆς, καὶ ὁ γονορρυὴς ἐν τῇ ρύσει αὐτοῦ, τῷ ἄρσενι ἢ τῇ θηλείᾳ, καὶ τῷ ἀνδρί, ὃς ἐὰν κοιμηθῇ μετὰ ἀποκαθημένης.

0