Levitski zakon 17

Stari zavet

1

Jošte reče Gospod Mojsiju govoreći:

ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·

0
2

Kaži Aronu i sinovima njegovijem i svijem sinovima Izrailjevim, i reci im: ovo je zapovjedio Gospod govoreći:

λάλησον πρός Ἀαρὼν καὶ πρὸς τοὺς υἱοὺς αὐτοῦ καὶ πρὸς πάντας υἱοὺς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· τοῦτο τὸ ρῆμα, ὃ ἐνετείλατο Κύριος, λέγων·

0
3

Ko god od doma Izrailjeva zakolje vola ili jagnje ili kozu u okolu, ili ko god zakolje izvan okola,

ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἐὰν σφάξῃ μόσχον ἢ πρόβατον ἢ αἶγα ἐν τῇ παρεμβολῇ καὶ ὃς ἂν σφάξῃ ἔξω τῆς παρεμβολῆς,

0
4

A ne dovede na vrata šatora od sastanka, da prinese prinos Gospodu pred šatorom Gospodnjim, kriv je za krv; prolio je krv; zato da se istrijebi onaj čovjek iz naroda svojega.

καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ, ὥστε ποιῆσαι αὐτὸ εἰς ὁλοκαύτωμα ἢ σωτήριον Κυρίῳ δεκτὸν εἰς ὀσμὴν εὐωδίας, καὶ ὃς ἂν σφάξῃ ἔξω καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ αὐτό, ὥστε προσενέγκαι δῶρον τῷ Κυρίῳ ἀπέναντι τῆς σκηνῆς Κυρίου, καὶ λογισθήσεται τῷ ἀνθρώπῳ ἐκείνῳ αἷμα· αἷμα ἐξέχεεν, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς·

0
5

Zato sinovi Izrailjevi neka dovedu žrtve svoje, koje bi klali u polju, neka ih dovedu Gospodu na vrata šatora od sastanka k svešteniku, i neka prinesu žrtve zahvalne Gospodu.

ὅπως ἀναφέρωσιν οἱ υἱοὶ Ἰσραὴλ τὰς θυσίας αὐτῶν, ὅσας ἂν αὐτοὶ σφάξουσιν ἐν τοῖς πεδίοις, καὶ οἴσουσι τῷ Κυρίῳ ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα καὶ θύσουσι θυσίαν σωτηρίου τῷ Κυρίῳ αὐτά.

0
6

I sveštenik neka pokropi krvlju po oltaru Gospodnjem na vratima šatora od sastanka, i salo neka zapali na ugodni miris Gospodu.

καὶ προσχεεῖ ὁ ἱερεὺς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ ἀπέναντι Κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἀνοίσει τὸ στέαρ εἰς ὀσμὴν εὐωδίας Κυρίῳ.

0
7

I neka više ne prinose žrtve svoje đavolima, za kojima oni čine preljubu. Ovo neka im bude zakon vječan od koljena na koljeno.

καὶ οὐ θύσουσιν ἔτι τὰς θυσίας αὐτῶν τοῖς ματαίοις, οἷς αὐτοὶ ἐκπορνεύουσιν ὀπίσω αὐτῶν· νόμιμον αἰώνιον ἔσται ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν.

0
8

Zato im reci: ko bi god od doma Izrailjeva ili između stranaca koji se bave među njima prinio žrtvu paljenicu ili drugu žrtvu,

Καὶ ἐρεῖς πρὸς αὐτούς· ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ ἢ ἀπὸ τῶν υἱῶν τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν ποιήσῃ ὁλοκαύτωμα ἢ θυσίαν

0
9

A ne bi je doveo na vrata šatora od sastanka da je prinese Gospodu, taj čovjek da se istrijebi iz naroda svojega.

καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ ποιῆσαι αὐτὸ τῷ Κυρίῳ, ἐξολοθρευθήσεται ὁ ἄνθρωπος ἐκεῖνος ἐκ τοῦ λαοῦ αὐτοῦ.

0
10

A ko bi god od doma Izrailjeva ili između stranaca koji se bave među njima jeo kakve god krvi, okrenuću lice svoje nasuprot onomu čovjeku koji bude jeo krvi, i istrijebiću ga iz naroda njegova.

Καὶ ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν φάγῃ πᾶν αἷμα, καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν τὴν ἔσθουσαν τὸ αἷμα καὶ ἀπολῶ αὐτὴν ἐκ τοῦ λαοῦ αὐτῆς·

0
11

Jer je duša tijelu u krvi; a ja sam vam je odredio za oltar da se čiste duše vaše; jer je krv što dušu očišća.

ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστι, καὶ ἐγὼ δέδωκα αὐτὸ ὑμῖν ἐπὶ τοῦ θυσιαστηρίου ἐξιλάσκεσθαι περὶ τῶν ψυχῶν ὑμῶν· τὸ γὰρ αἷμα αὐτοῦ ἀντὶ ψυχῆς ἐξιλάσεται.

0
12

Zato rekoh sinovima Izrailjevim: niko između vas da ne jede krvi; ni došljak koji se bavi među vama da ne jede krvi.

διὰ τοῦτο εἴρηκα τοῖς υἱοῖς Ἰσραήλ· πᾶσα ψυχὴ ἐξ ὑμῶν οὐ φάγεται αἷμα, καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμῖν οὐ φάγεται αἷμα.

0
13

I ko bi god između sinova Izrailjevih ili između došljaka koji se bave kod njih ulovio zvjerku ili pticu, koja se jede, neka iscijedi krv iz nje, i zaspe je zemljom.

καὶ ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν θηρεύσῃ θήρευμα θηρίον ἢ πετεινόν, ὃ ἔσθεται, καὶ ἐκχεεῖ τὸ αἷμα καὶ καλύψει αὐτὸ τῇ γῇ·

0
14

Jer je duša svakoga tijela krv njegova, to mu je duša. Zato rekoh sinovima Izrailjevim: krvi nijednoga tijela ne jedite, jer je duša svakoga tijela krv njegova. Ko bi je god jeo, da se istrijebi.

ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστι. καὶ εἶπα τοῖς υἱοῖς Ἰσραήλ· αἷμα πάσης σαρκὸς οὐ φάγεσθε, ὅτι ἡ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστι· πᾶς ὁ ἔσθων αὐτὸ ἐξολοθρευθήσεται.

0
15

A ko bi jeo meso od životinje koja crkne ili koju raskine zvjerka, bio domorodac ili došljak, neka opere haljine svoje i okupa se u vodi, i biće nečist do večera, a poslije će biti čist.

Καὶ πᾶσα ψυχή, ἥτις φάγεται θνησιμαῖον ἢ θηριάλωτον ἐν τοῖς αὐτόχθοσιν ἢ ἐν τοῖς προσηλύτοις, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας καὶ καθαρὸς ἔσται.

0
16

Ako li ih ne opere, i tijela svojega ne okupa, nosiće bezakonje svoje.

ἐὰν δὲ μὴ πλύνῃ τὰ ἱμάτια καὶ τὸ σῶμα μὴ λούσηται ὕδατι, καὶ λήψεται ἀνόμημα αὐτοῦ.

0