Stari zavet
Tada se podiže sav zbor i stade vikati, i narod plakaše onu noć.
ΚΑΙ ἀναλαβοῦσα πᾶσα ἡ συναγωγὴ ἐνέδωκε φωνήν, καὶ ἔκλαιεν ὁ λαὸς ὅλην τὴν νύκτα ἐκείνην.
I vikahu na Mojsija i na Arona svi sinovi Izrailjevi; i sav zbor reče im: kamo da smo pomrli u zemlji Misirskoj ili da pomremo u ovoj pustinji!
καὶ διεγόγγυζον ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν πάντες οἱ υἱοὶ Ἰσραήλ, καὶ εἶπαν πρὸς αὐτοὺς πᾶσα ἡ συναγωγή· ὄφελον ἀπεθάνομεν ἐν τῇ Αἰγύπτῳ, ἢ ἐν τῇ ἐρήμῳ ταύτῃ εἰ ἀπεθάνομεν.
Zašto nas vodi Gospod u tu zemlju da izginemo od mača, žene naše i djeca naša da postanu roblje? Nije li bolje da se vratimo u Misir?
καὶ ἱνατί Κύριος εἰσάγει ἡμᾶς εἰς τὴν γῆν ταύτην πεσεῖν ἐν πολέμῳ; αἱ γυναῖκες ἡμῶν καὶ τὰ παιδία ἔσονται εἰς διαρπαγήν· νῦν οὖν βέλτιον ἡμῖν ἐστιν ἀποστραφῆναι εἰς Αἴγυπτον.
I rekoše među sobom: da postavimo starješinu, pa da se vratimo u Misir.
καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ· δῶμεν ἀρχηγὸν καὶ ἀποστρέψωμεν εἰς Αἴγυπτον.
Tada Mojsije i Aron padoše ničice pred svijem zborom sinova Izrailjevijeh.
καὶ ἔπεσε Μωυσῆς καὶ Ἀαρὼν ἐπὶ πρόσωπον ἐναντίον πάσης συναγωγῆς υἱῶν Ἰσραήλ.
A Isus sin Navin i Halev sin Jefonijin između onijeh što uhodiše zemlju, razdriješe haljine svoje,
Ἰησοῦς δὲ ὁ τοῦ Ναυὴ καὶ Χάλεβ ὁ τοῦ Ἰεφοννή, τῶν κατασκεψαμένων τὴν γῆν, διέρρηξαν τὰ ἱμάτια αὐτῶν
I rekoše svemu zboru sinova Izrailjevijeh govoreći: zemlja koju prođosmo i uhodismo, vrlo je dobra zemlja.
καὶ εἶπαν πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ λέγοντες· ἡ γῆ, ἣν κατεσκεψάμεθα αὐτήν, ἀγαθή ἐστι σφόδρα σφόδρα·
Ako smo mili Gospodu, on će nas odvesti u tu zemlju, i daće nam je; a to je zemlja u kojoj teče mlijeko i med.
εἰ αἱρετίζει ἡμᾶς Κύριος, εἰσάξει ἡμᾶς εἰς τὴν γῆν ταύτην καὶ δώσει αὐτὴν ἡμῖν, γῆ ἥτις ἐστὶ ρέουσα γάλα καὶ μέλι.
Samo se ne odmećite Gospoda, i ne bojte se naroda one zemlje; jer ih možemo pojesti; otstupio je od njih zaklon njihov, a s nama je Gospod, ne bojte ih se.
ἀλλὰ ἀπὸ τοῦ Κυρίου μὴ ἀποστάται γίνεσθε· ὑμεῖς δὲ μὴ φοβηθῆτε τὸν λαὸν τῆς γῆς, ὅτι κατάβρωμα ἡμῖν ἐστιν· ἀφέστηκε γὰρ ὁ καιρὸς ἀπ' αὐτῶν, ὁ δὲ Κύριος ἐν ἡμῖν· μὴ φοβηθῆτε αὐτούς.
Tada reče sav zbor da ih pobiju kamenjem; ali se pokaza slava Gospodnja svijem sinovima Izrailjevijem u šatoru od sastanka.
καὶ εἶπε πᾶσα ἡ συναγωγὴ καταλιθοβολῆσαι αὐτοὺς ἐν λίθοις. καὶ ἡ δόξα Κυρίου ὤφθη ἐν τῇ νεφέλῃ ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου πᾶσι τοῖς υἱοῖς Ἰσραήλ.
I reče Gospod Mojsiju: dokle će me vrijeđati taj narod? kad li će mi vjerovati poslije tolikih znaka što sam učinio među njima?
καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ἕως τίνος παροξύνει με ὁ λαὸς οὗτος καὶ ἕως τίνος οὐ πιστεύουσί μοι ἐπὶ πᾶσι τοῖς σημείοις, οἷς ἐποίησα ἐν αὐτοῖς;
Udariću ga pomorom, i rasuću ga; a od tebe ću učiniti narod velik i jači od ovoga.
πατάξω αὐτοὺς θανάτῳ καὶ ἀπολῶ αὐτοὺς καὶ ποιήσω σὲ καὶ τὸν οἶκον τοῦ πατρός σου εἰς ἔθνος μέγα καὶ πολὺ μᾶλλον ἢ τοῦτο.
A Mojsije reče Gospodu: ali će čuti Misirci, između kojih si izveo ovaj narod silom svojom,
καὶ εἶπε Μωυσῆς πρὸς Κύριον· καὶ ἀκούσεται Αἴγυπτος, ὅτι ἀνήγαγες τῇ ἰσχύϊ σου τὸν λαὸν τοῦτον ἐξ αὐτῶν,
I reći će s ljudima ove zemlje, koji su čuli da si ti, Gospode, bio usred naroda i da si se očima viđao, Gospode, i oblak tvoj da je stajao nad njima, i u stupu od oblaka da si išao pred njima danju i u stupu ognjenom noću;
ἀλλὰ καὶ πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς ταύτης ἀκηκόασιν, ὅτι σὺ εἶ Κύριος ἐν τῷ λαῷ τούτῳ, ὅστις ὀφθαλμοῖς κατ' ὀφθαλμοὺς ὀπτάζῃ, Κύριε, καὶ ἡ νεφέλη σου ἐφέστηκεν ἐπ' αὐτῶν, καὶ ἐν στύλῳ νεφέλης σὺ πορεύῃ πρότερος αὐτῶν τὴν ἡμέραν καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα.
Pa kad pobiješ ovaj narod, sve do jednoga, govoriće narodi, koji su čuli pripovijest o tebi, govoreći:
καὶ ἐκτρίψεις τὸν λαὸν τοῦτον ὡσεὶ ἄνθρωπον ἕνα, καὶ ἐροῦσι τὰ ἔθνη, ὅσοι ἀκηκόασι τὸ ὄνομά σου, λέγοντες·
Nije mogao Gospod dovesti naroda ovoga u zemlju koju im je sa zakletvom obećao, zato ih pobi u pustinji.
παρὰ τὸ μὴ δύνασθαι Κύριον εἰσαγαγεῖν τὸν λαὸν τοῦτον εἰς τὴν γῆν, ἣν ὤμοσεν αὐτοῖς, κατέστρωσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ.
Neka se dakle proslavi sila Gospodnja, kao što si rekao govoreći:
καὶ νῦν ὑψωθήτω ἡ ἰσχύς, Κύριε, ὃν τρόπον εἶπας λέγων·
Gospod dugo čeka i obilan je milošću, prašta bezakonje i grijeh, ali ne pravda krivoga, nego pohodi bezakonje otačko na sinovima do trećega i četvrtoga koljena.
Κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς.
Oprosti bezakonje ovomu narodu radi velike milosti svoje, kao što si praštao narodu ovomu od Misira dovde.
ἄφες τὴν ἁμαρτίαν τῷ λαῷ τούτῳ κατὰ τὸ μέγα ἔλεός σου, καθάπερ ἵλεως ἐγένου αὐτοῖς ἀπ' Αἰγύπτου ἕως τοῦ νῦν.
A Gospod reče: praštam po riječi tvojoj.
καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ἵλεως αὐτοῖς εἰμι κατὰ τὸ ρῆμά σου·
Ali tako ja živ bio, i tako sva zemlja bila puna slave Gospodnje,
ἀλλὰ ζῶ ἐγὼ καὶ ζῶν τὸ ὄνομά μου καὶ ἐμπλήσει ἡ δόξα Κυρίου πᾶσαν τὴν γῆν,
Ti ljudi koji vidješe slavu moju i znake moje što sam učinio u Misiru i u ovoj pustinji, i kušaše me već deset puta, i ne poslušaše riječi moje,
ὅτι πάντες οἱ ἄνδρες οἱ ὁρῶντες τὴν δόξαν μου καὶ τὰ σημεῖα, ἃ ἐποίησα ἐν Αἰγύπτῳ καὶ ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασάν με τοῦτο δέκατον, καὶ οὐκ εἰσήκουσαν τῆς φωνῆς μου,
Neće vidjeti zemlje koju sa zakletvom obećah ocima njihovijem, neće vidjeti ni jedan od onijeh koji me uvrijediše.
ᾖ μὴν οὐκ ὄψονται τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν, ἀλλ' ἢ τὰ τέκνα αὐτῶν, ἅ ἐστι μετ' ἐμοῦ ὧδε, ὅσοι οὐκ οἴδασιν ἀγαθὸν οὐδὲ κακόν, πᾶς νεώτερος ἄπειρος, τούτοις δώσω τὴν γῆν, πάντες δὲ οἱ παροξύναντές με οὐκ ὄψονται αὐτήν.
A slugu svojega Haleva, u kojem bješe drugi duh i koji se sasvijem mene držao, njega ću odvesti u zemlju u koju je išao, i sjeme će je njegovo naslijediti.
ὁ δὲ παῖς μου Χάλεβ, ὅτι πνεῦμα ἕτερον ἐν αὐτῷ καὶ ἐπηκολούθησέ μοι, εἰσάξω αὐτὸν εἰς τὴν γῆν, εἰς ἣν εἰσῆλθεν ἐκεῖ, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει αὐτήν.
Ali Amalik i Hananej sjede u dolini, zato se sjutra vratite natrag, i idite u pustinju k Crvenom Moru.
ὁ δὲ Ἀμαλὴκ καὶ ὁ Χαναναῖος κατοικοῦσιν ἐν τῇ κοιλάδι· αὔριον ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῖς εἰς τὴν ἔρημον, ὁδὸν θάλασσαν ἐρυθράν.
Još reče Gospod Mojsiju i Aronu govoreći:
Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων·
Dokle će taj zli zbor vikati na me? Čuo sam viku sinova Izrailjevijeh, kojom viču na me.
ἕως τίνος τὴν συναγωγὴν τὴν πονηρὰν ταύτην; ἃ αὐτοὶ γογγύζουσιν ἐναντίον μου, τὴν γόγγυσιν τῶν υἱῶν Ἰσραήλ, ἣν ἐγόγγυσαν περὶ ὑμῶν, ἀκήκοα.
Kaži im: tako ja živ bio, kaže Gospod, učiniću vam onako kako ste govorili i ja čuh.
εἰπὸν αὐτοῖς· ζῶ ἐγώ, λέγει Κύριος, ᾖ μὴν ὃν τρόπον λελαλήκατε εἰς τὰ ὦτά μου, οὕτω ποιήσω ὑμῖν.
U ovoj će pustinji popadati mrtva tjelesa vaša, i svi između vas koji su izbrojeni u svem broju vašem od dvadeset godina i više, koji vikaste na me,
ἐν τῇ ἐρήμῳ ταύτῃ πεσεῖται τὰ κῶλα ὑμῶν, καὶ πᾶσα ἡ ἐπισκοπὴ ὑμῶν καὶ οἱ κατηριθμημένοι ὑμῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὅσοι ἐγόγγυζον ἐπ' ἐμοί·
Nećete ući u zemlju, za koju podigav ruku svoju zakleh se da ću vas naseliti u njoj, osim Haleva sina Jefonijina i Isusa sina Navina.
εἰ ὑμεῖς εἰσελεύσεσθε εἰς τὴν γῆν, ἐφ' ἣν ἐξέτεινα τὴν χεῖρά μου κατασκηνῶσαι ὑμᾶς ἐπ' αὐτῆς, ἀλλ' ἢ Χάλεβ υἱὸς Ἰεφοννὴ καὶ Ἰησοῦς ὁ τοῦ Ναυή·
A djecu vašu, za koju rekoste da će postati roblje, njih ću odvesti, i oni će poznati zemlju za koju vi ne marite.
καὶ τὰ παιδία, ἃ εἴπατε ἐν διαρπαγῇ ἔσεσθαι, εἰσάξω αὐτοὺς εἰς τὴν γῆν, καὶ κληρονομήσουσι τὴν γῆν, ἣν ὑμεῖς ἀπέστητε ἀπ' αὐτῆς.
A vaša tjelesa mrtva će popadati u ovoj pustinji.
καὶ τὰ κῶλα ὑμῶν πεσεῖται ἐν τῇ ἐρήμῳ ταύτῃ,
A djeca vaša biće pastiri po pustinji četrdeset godina, i nosiće kar za preljube vaše, dokle ne ispropadaju tjelesa vaša u pustinji.
οἱ δὲ υἱοὶ ὑμῶν ἔσονται νεμόμενοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη καὶ ἀνοίσουσι τὴν πορνείαν ὑμῶν, ἕως ἂν ἀναλωθῇ τὰ κῶλα ὑμῶν ἐν τῇ ἐρήμῳ,
Po broju dana, za koje uhodiste zemlju, četrdeset dana, na svaki dan po godinu, nosićete grijehe svoje, četrdeset godina, i poznaćete da sam prekinuo s vama.
κατὰ τὸν ἀριθμὸν τῶν ἡμερῶν, ὅσας κατεσκέψασθε τὴν γῆν, τεσσαράκοντα ἡμέρας, ἡμέραν τοῦ ἐνιαυτοῦ, λήψεσθε τὰς ἁμαρτίας ὑμῶν τεσσαράκοντα ἔτη καὶ γνώσεσθε τὸν θυμὸν τῆς ὀργῆς μου.
Ja Gospod rekoh, i tako ću učiniti svemu tom zboru zlomu, koji se sabrao na me: u pustinji će propasti i tu pomrijeti.
ἐγὼ Κύριος ἐλάλησα· ᾖ μὴν οὕτω ποιήσω τῇ συναγωγῇ τῇ πονηρᾷ ταύτῃ τῇ ἐπισυνισταμένῃ ἐπ' ἐμέ· ἐν τῇ ἐρήμῳ ταύτῃ ἐξαναλωθήσονται καὶ ἐκεῖ ἀποθανοῦνται.
A ljudi koje bješe poslao Mojsije da uhode zemlju, i koji vrativši se pobuniše sav zbor da viče na nj, prosuvši zao glas o zemlji,
καὶ οἱ ἄνθρωποι, οὓς ἀπέστειλε Μωυσῆς κατασκέψασθαι τὴν γῆν καὶ παραγενηθέντες διεγόγγυσαν κατ' αὐτῆς πρὸς τὴν συναγωγὴν ἐξενέγκαι ρήματα πονηρὰ περὶ τῆς γῆς,
Ti ljudi, koji prosuše zao glas o zemlji, pomriješe od pomora pred Gospodom;
καὶ ἀπέθανον οἱ ἄνθρωποι οἱ κατείπαντες πονηρὰ κατὰ τῆς γῆς ἐν τῇ πληγῇ ἔναντι Κυρίου
A Isus sin Navin i Halev sin Jefonijin ostaše živi između ljudi koji su išli da uhode zemlju.
καὶ Ἰησοῦς υἱὸς Ναυή, καὶ Χάλεβ υἱὸς Ἰεφοννὴ ἔζησαν ἀπὸ τῶν ἀνθρώπων ἐκείνων τῶν πεπορευμένων κατασκέψασθαι τὴν γῆν.
I Mojsije kaza sve ove riječi svijem sinovima Izrailjevijem, i narod plaka veoma.
Καὶ ἐλάλησε Μωυσῆς τὰ ρήματα ταῦτα πρὸς πάντας υἱοὺς Ἰσραήλ, καὶ ἐπένθησεν ὁ λαὸς σφόδρα.
A sjutradan ustavši pođoše navrh gore, i rekoše: evo nas, idemo na mjesto za koje je govorio Gospod, jer zgriješismo.
καὶ ὀρθρίσαντες τὸ πρωΐ ἀνέβησαν εἰς τὴν κορυφὴν τοῦ ὄρους λέγοντες· ἰδοὺ οἵδε ἡμεῖς ἀναβησόμεθα εἰς τὸν τόπον, ὃν εἶπε Κύριος, ὅτι ἡμάρτομεν.
Ali Mojsije reče: zašto prestupate zapovijest Gospodnju? Od toga neće biti ništa.
καὶ εἶπε Μωυσῆς· ἱνατί ὑμεῖς παραβαίνετε τὸ ρῆμα Κυρίου; οὐκ εὔοδα ἔσται ὑμῖν.
Ne idite gore, jer Gospod nije među vama; nemojte da vas pobiju neprijatelji vaši.
μὴ ἀναβαίνετε· οὐ γάρ ἐστι Κύριος μεθ' ὑμῶν, καὶ πεσεῖσθε πρὸ προσώπου τῶν ἐχθρῶν ὑμῶν.
Jer je Amalik i Hananej tamo pred vama, i izginućete od mača, jer odustaviste Gospoda, pa neće ni Gospod biti s vama.
ὅτι ὁ Ἀμαλὴκ καὶ ὁ Χαναναῖος ἐκεῖ ἔμπροσθεν ὑμῶν, καὶ πεσεῖσθε μαχαίρᾳ, οὗ εἵνεκεν ἀπεστράφητε ἀπειθοῦντες Κυρίῳ, καὶ οὐκ ἔσται Κύριος ἐν ὑμῖν.
Ali oni ipak navališe da idu navrh gore; ali kovčeg zavjeta Gospodnjega i Mojsije ne izađoše iz okola.
καὶ διαβιασάμενοι ἀνέβησαν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους· ἡ δὲ κιβωτὸς τῆς διαθήκης Κυρίου καὶ Μωυσῆς οὐκ ἐκινήθησαν ἐκ τῆς παρεμβολῆς.
Tada siđe Amalik i Hananej, koji življahu u onoj gori, i razbiše ih i baciše dori do Orme.
καὶ κατέβη ὁ Ἀμαλὴκ καὶ ὁ Χαναναῖος ὁ ἐγκαθήμενος ἐν τῷ ὄρει ἐκείνῳ καὶ ἐτρέψαντο αὐτοὺς καὶ κατέκοψαν αὐτοὺς ἕως Ἑρμάν· καὶ ἀπεστράφησαν εἰς τὴν παρεμβολήν.