Stari zavet
A potom pođe narod od Asirota, i stadoše u pustinji Faranskoj.
ΚΑΙ μετὰ ταῦτα ἐξῇρεν ὁ λαὸς ἐξ Ἀσηρώθ, καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ τοῦ Φαράν.
I Gospod reče Mojsiju govoreći:
καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
Pošlji ljude da uhode zemlju Hanansku, koju ću dati sinovima Izrailjevijem; po jednoga čovjeka od svakoga plemena otaca njihovijeh pošljite, sve glavare između njih.
ἀπόστειλον σεαυτῷ ἄνδρας, καὶ κατασκεψάσθωσαν τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραὴλ εἰς κατάσχεσιν, ἄνδρα ἕνα κατὰ φυλήν, κατὰ δήμους πατριῶν αὐτῶν ἀποστελεῖς αὐτούς, πάντα ἀρχηγὸν ἐξ αὐτῶν.
I posla ih Mojsije iz pustinje Faranske po zapovijesti Gospodnjoj; i svi ljudi bjehu glavari sinova Izrailjevijeh.
καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυσῆς ἐκ τῆς ἐρήμου Φαρὰν διὰ φωνῆς Κυρίου· πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Ἰσραὴλ οὗτοι.
A ovo su im imena: od plemena Ruvimova Samuilo sin Zahurov;
καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· τῆς φυλῆς Ρουβὴν Σαμουὴλ υἱὸς Ζαχούρ·
Od plemena Simeunova Safat sin Surin;
τῆς φυλῆς Συμεὼν Σαφὰτ υἱὸς Σουρί·
Od plemena Judina Halev sin Jefonijin;
τῆς φυλῆς Ἰούδα Χάλεφ υἱὸς Ἰεφοννή·
Od plemena Isaharova Igal sin Josifov;
τῆς φυλῆς Ἰσσάχαρ Ἰλαὰλ υἱὸς Ἰωσήφ·
Od plemena Jefremova Avsije sin Navin;
τῆς φυλῆς Ἐφραὶμ Αὐσὴ υἱὸς Ναυή·
Od plemena Venijaminova Faltije sin Rafujev;
τῆς φυλῆς Βενιαμὶν Φαλτὶ υἱὸς Ραφοῦ·
Od plemena Zavulonova Gudilo sin Sudin;
τῆς φυλῆς Ζαβουλὼν Γουδιὴλ υἱὸς Σουδί·
Od plemena Josifova, od plemena Manasijina Gadije sin Susin;
τῆς φυλῆς Ἰωσὴφ τῶν υἱῶν Μανασσῆ, Γαδὶ υἱὸς Σουσί·
Od plemena Danova Amilo sin Gamalin;
τῆς φυλῆς Δὰν Ἀμιὴλ υἱὸς Γαμαλί·
Od plemena Asirova Satur sin Mihailov;
τῆς φυλῆς Ἀσὴρ Σαθοὺρ υἱὸς Μιχαήλ·
Od plemena Neftalimova Navija sin Savin;
τῆς φυλῆς Νεφθαλὶ Ναβὶ υἱὸς Σαβί·
Od plemena Gadova Gudilo sin Mahilov.
τῆς φυλῆς Γὰδ Γουδιὴλ υἱὸς Μακχί·
To su imena ljudima koje posla Mojsije da uhode zemlju. I nazva Mojsije Avsija sina Navina Isus.
ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οὓς ἀπέστειλε Μωυσῆς κατασκέψασθαι τὴν γῆν. καὶ ἐπωνόμασε Μωυσῆς τὸν Αὐσὴ υἱὸν Ναυὴ Ἰησοῦν.
I šaljući ih Mojsije da uhode zemlju Hanansku reče im: idite ovuda na jug, pa izidite na goru;
καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς κατασκέψασθαι τὴν γῆν Χαναὰν καὶ εἶπε πρὸς αὐτούς· ἀνάβητε ταύτῃ τῇ ἐρήμῳ καὶ ἀναβήσεσθε εἰς τὸ ὄρος,
I vidite zemlju kakva je i kakav narod živi u njoj, je li jak ili slab, je li mali ili velik;
καὶ ὄψεσθε τὴν γῆν, τίς ἐστι, καὶ τὸν λαὸν τὸν ἐγκαθήμενον ἐπ' αὐτῆς, εἰ ἰσχυρός ἐστιν ἢ ἀσθενής, εἰ ὀλίγοι εἰσὶν ἢ πολλοί·
I kakva je zemlja u kojoj živi, je li dobra ili rđava; i kakva su mjesta u kojima živi, eda li pod šatorima ili u tvrdim gradovima;
καὶ τίς ἡ γῆ, εἰς ἣν οὗτοι ἐγκάθηνται ἐπ' αὐτῆς, εἰ καλή ἐστιν ἢ πονηρά· καὶ τίνες αἱ πόλεις, ἃς οὗτοι κατοικοῦσιν ἐν αὐταῖς, εἰ ἐν τειχήρεσιν ἢ ἐν ἀτειχίστοις·
I kakva je sama zemlja, je li rodna ili nerodna, ima li u njoj drveta ili nema; budite slobodni, i uzmite roda one zemlje. A tada bješe vrijeme prvom grožđu.
καὶ τίς ἡ γῆ, εἰ πίων ἢ παρειμένη, εἰ ἔστιν ἐν αὐτῇ δένδρα ἢ οὔ· καὶ προσκαρτερήσαντες λήψεσθε ἀπὸ τῶν καρπῶν τῆς γῆς. καὶ αἱ ἡμέραι ἡμέραι ἔαρος, πρόδρομοι σταφυλῆς.
I otišavši uhodiše zemlju od pustinje Sinske do Reova kako se ide u Emat.
καὶ ἀναβάντες κατεσκέψαντο τὴν γῆν ἀπὸ τῆς ἐρήμου Σὶν ἕως Ροόβ, εἰσπορευομένων Αἰμάθ.
I idoše na jug, i dođoše do Hevrona, gdje bijahu Ahiman i Sesije i Teliman, sinovi Enakovi. A Hevron bješe sazidan na sedam godina prije Soana Misirskoga.
καὶ ἀνέβησαν κατὰ τὴν ἔρημον καὶ ἀπῆλθον ἕως Χεβρών, καὶ ἐκεῖ Ἀχιμὰν καὶ Σεσσὶ καὶ Θελαμί, γενεαὶ Ἐνάχ· καὶ Χεβρὼν ἑπτὰ ἔτεσιν ᾠκοδομήθη πρὸ τοῦ Τανὶν Αἰγύπτου.
Potom dođoše do potoka Eshola, i ondje otsjekoše lozu s grozdom jednijem, i ponesoše ga dvojica na moci; tako i šipaka i smokava.
καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος, καὶ κατεσκέψαντο αὐτήν· καὶ ἔκοψαν ἐκεῖθεν κλῆμα καὶ βότρυν σταφυλῆς ἕνα ἐπ' αὐτοῦ καὶ ᾖραν αὐτὸν ἐπ' ἀναφορεῦσι καὶ ἀπὸ τῶν ροῶν, καὶ ἀπὸ τῶν συκῶν.
I prozva se ono mjesto potok Eshol od grozda, koji ondje otsjekoše sinovi Izrailjevi.
καὶ τὸν τόπον ἐκεῖνον ἐπωνόμασαν Φάραγξ βότρυος διὰ τὸν βότρυν, ὃν ἔκοψαν ἐκεῖθεν οἱ υἱοὶ Ἰσραήλ.
I poslije četrdeset dana vratiše se iz zemlje koju uhodiše.
Καὶ ἀπέστρεψαν ἐκεῖθεν κατασκεψάμενοι τὴν γῆν μετὰ τεσσαράκοντα ἡμέρας.
I vrativši se dođoše k Mojsiju i Aronu i ka svemu zboru sinova Izrailjevijeh u pustinju Faransku, u Kadis; i pripovjediše njima i svemu zboru stvar, i pokazaše im rod one zemlje.
καὶ πορευθέντες ἦλθον πρὸς Μωυσῆν καὶ Ἀαρὼν καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ, εἰς τὴν ἔρημον Φαρὰν Κάδης καὶ ἀπεκρίθησαν αὐτοῖς ρῆμα καὶ πάσῃ συναγωγῇ καὶ ἔδειξαν τὸν καρπὸν τῆς γῆς.
I pripovijedajući im rekoše: idosmo u zemlju u koju si nas poslao; doista teče u njoj mlijeko i med, i evo roda njezina.
καὶ διηγήσαντο αὐτῷ καὶ εἶπαν· ἤλθαμεν εἰς τὴν γῆν, εἰς ἣν ἀπέστειλας ἡμᾶς, γῆν ρέουσαν γάλα καὶ μέλι, καὶ οὗτος ὁ καρπὸς αὐτῆς·
Ali je jak narod koji živi u onoj zemlji, i gradovi su im tvrdi i vrlo veliki; a vidjesmo ondje i sinove Enakove.
ἀλλ' ἢ ὅτι θρασὺ τὸ ἔθνος τὸ κατοικοῦν ἐπ' αὐτῆς, καὶ αἱ πόλεις ὀχυραὶ τετειχισμέναι μεγάλαι σφόδρα, καὶ τὴν γενεὰν Ἐνὰχ ἑωράκαμεν ἐκεῖ,
Amalik živi na južnoj strani; a Heteji i Jevuseji i Amoreji žive u planini, a Hananeji žive na moru i na Jordanu.
καὶ Ἀμαλὴκ κατοικεῖ ἐν τῇ γῇ τῇ πρὸς νότον, καὶ ὁ Χετταῖος καὶ ὁ Εὐαῖος καὶ ὁ Ἰεβουσαῖος καὶ ὁ Ἀμορραῖος κατοικεῖ ἐν τῇ ὀρεινῇ, καὶ ὁ Χαναναῖος κατοικεῖ παρὰ θάλασσαν καὶ παρὰ τὸν Ἰορδάνην ποταμόν.
A Halev utišavaše narod pred Mojsijem; i govoraše: hajde da idemo da je uzmemo, jer je možemo pokoriti.
καὶ κατεσιώπησε Χάλεβ τὸν λαὸν πρὸς Μωυσῆν καὶ εἶπεν αὐτῷ· οὐχί, ἀλλὰ ἀναβάντες ἀναβησόμεθα καὶ κατακληρονομήσομεν αὐτήν, ὅτι δυνατοὶ δυνησόμεθα πρὸς αὐτούς.
Ali drugi ljudi koji idoše s njim govorahu: ne možemo ići na onaj narod, jer je jači od nas.
καὶ οἱ ἄνθρωποι οἱ συναναβάντες μετ' αὐτοῦ εἶπαν· οὐκ ἀναβαίνομεν, ὅτι οὐ μὴ δυνώμεθα ἀναβῆναι πρὸς τὸ ἔθνος, ὅτι ἰσχυρότερον ἡμῶν ἐστι μᾶλλον.
I prosuše zao glas o zemlji koju uhodiše među sinovima Izrailjevijem govoreći: zemlja koju prođosmo i uhodismo zemlja je koja proždire svoje stanovnike, i sav narod koji vidjesmo u njoj jesu ljudi vrlo veliki.
καὶ ἐξήνεγκαν ἔκστασιν τῆς γῆς, ἣν κατεσκέψαντο αὐτὴν πρὸς τοὺς υἱοὺς Ἰσραήλ, λέγοντες· τὴν γῆν, ἣν παρήλθομεν αὐτὴν κατασκέψασθαι, γῆ κατέσθουσα τοὺς κατοικοῦντας ἐπ' αὐτῆς ἐστι· καὶ πᾶς ὁ λαός, ὃν ἑωράκαμεν ἐν αὐτῇ, ἄνδρες ὑπερμήκεις·
Vidjesmo ondje i divove, sinove Enakove, roda divovskoga, i činjaše nam se da smo prema njima kao skakavci, taki se i njima činjasmo.