Knjiga brojeva 15

Stari zavet

1

Opet reče Gospod Mojsiju govoreći:

ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν λέγων·

0
2

Reci sinovima Izrailjevijem i kaži im: kad dođete u zemlju gdje ćete nastavati, koju ću vam ja dati,

λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτοῦς· ὅταν εἰσέλθητε εἰς τὴν γῆν τῆς κατοικήσεως ὑμῶν, ἣν ἐγὼ δίδωμι ὑμῖν,

0
3

I stanete prinositi žrtvu ognjenu Gospodu, žrtvu paljenicu ili žrtvu zavjeta radi ili od drage volje, ili o praznicima svojim, gotoveći miris ugodni Gospodu od krupne ili od sitne stoke,

καὶ ποιήσεις ὁλοκαυτώματα Κυρίῳ, ὁλοκάρπωμα ἢ θυσίαν, μεγαλῦναι εὐχὴν ἢ καθ' ἑκούσιον ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν ποιῆσαι ὀσμὴν εὐωδίας τῷ Κυρίῳ, εἰ μὲν ἀπὸ τῶν βοῶν ἢ ἀπό τῶν προβάτων,

0
4

Tada ko prinese prinos svoj Gospodu, neka donese uza nj dar, desetinu efe bijeloga brašna pomiješana s četvrtinom ina ulja.

καὶ προσοίσει ὁ προσφέρων τὸ δῶρον αὐτοῦ Κυρίῳ θυσίαν σεμιδάλεως δέκατον τοῦ οἰφὶ ἀναπεποιημένης ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ ἴν·

0
5

I vina četvrt ina za naljev donesi uz žrtvu paljenicu ili uz drugu žrtvu, na svako jagnje.

καὶ οἶνον εἰς σπονδὴν τὸ τέταρτον τοῦ ἲν ποιήσετε ἐπὶ τῆς ὁλοκαυτώσεως, ἢ ἐπὶ τῆς θυσίας· τῷ ἀμνῷ τῷ ἑνὶ ποιήσεις τοσοῦτο, κάρπωμα ὀσμὴν εὐωδίας τῷ Κυρίῳ.

0
6

A uz ovna donesi dar, dvije desetine bijeloga brašna pomiješana s trećinom ina ulja,

καὶ τῷ κριῷ, ὅταν ποιῆτε αὐτὸν εἰς ὁλοκαύτωμα ἢ εἰς θυσίαν, ποιήσεις θυσίαν σεμιδάλεως δύο δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ, τὸ τρίτον τοῦ ἴν·

0
7

I vina za naljev trećinu ina prinijećeš za miris ugodni Gospodu.

καὶ οἶνον εἰς σπονδὴν τὸ τρίτον τοῦ ἲν προσοίσετε εἰς ὀσμὴν εὐωδίας Κυρίῳ.

0
8

A kad prinosiš tele na žrtvu paljenicu ili na žrtvu radi zavjeta ili na žrtvu zahvalnu Gospodu,

ἐὰν δέ ποιῆτε ἀπὸ τῶν βοῶν εἰς ὁλοκαύτωσιν ἢ εἰς θυσίαν μεγαλῦναι εὐχήν, ἢ εἰς σωτήριον Κυρίῳ,

0
9

Onda neka se donese uz tele dar, tri desetine efe bijeloga brašna pomiješana s po ina ulja,

καὶ προσοίσει ἐπὶ τοῦ μόσχου θυσίαν σεμιδάλεως τρία δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ ἥμισυ τοῦ ἲν

0
10

I vina donesi za naljev po ina; to je žrtva ognjena za miris ugodni Gospodu.

καὶ οἶνον εἰς σπονδὴν τὸ ἥμισυ τοῦ ἴν, κάρπωμα ὀσμὴν εὐωδίας Κυρίῳ.

0
11

Tako neka bude uza svakoga vola i uza svakoga ovna i uza svako živinče između ovaca ili koza.

οὕτω ποιήσεις τῷ μόσχῳ τῷ ἑνὶ ἢ τῷ κριῷ τῷ ἑνὶ ἢ τῷ ἀμνῷ τῷ ἑνὶ ἐκ τῶν προβάτων ἢ ἐκ τῶν αἰγῶν·

0
12

Prema broju koliko prinesete, učinite tako uza svako, koliko ih bude.

κατὰ τὸν ἀριθμὸν ὧν ἐὰν ποιήσητε, οὕτως ποιήσετε τῷ ἑνὶ κατὰ τὸν ἀριθμὸν αὐτῶν.

0
13

Svaki domorodac tako neka čini prinoseći žrtvu paljenicu za miris ugodni Gospodu.

πᾶς ὁ αὐτόχθων ποιήσει οὕτως τοιαῦτα, προσενέγκαι καρπώματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ.

0
14

Tako ako bude među vama i došljak ili ko bi se bavio među vama, pa bi prinio žrtvu ognjenu za miris ugodni Gospodu, neka čini onako kako vi činite.

ἐὰν δὲ προσήλυτος ἐν ὑμῖν προσγένηται ἐν τῇ γῇ ὑμῶν, ἢ ὃς ἂν γένηται ἐν ὑμῖν ἐν ταῖς γενεαῖς ὑμῶν, καὶ ποιήσει κάρπωμα ὀσμὴν εὐωδίας Κυρίῳ, ὃν τρόπον ποιεῖτε ὑμεῖς, οὕτω ποιήσει ἡ συναγωγὴ Κυρίῳ.

0
15

Zbore! vama i došljaku koji je među vama jedan da je zakon, zakon vječan od koljena na koljeno; došljak će biti kao i vi pred Gospodom.

νόμος εἷς ἔσται ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς προσκειμένοις ἐν ὑμῖν, νόμος αἰώνιος εἰς τὰς γενεὰς ὑμῶν· ὡς ὑμεῖς καὶ ὁ προσήλυτος ἔσται ἔναντι Κυρίου.

0
16

Jedan zakon i jedna uredba da bude vama i došljaku, koji je među vama.

νόμος εἷς ἔσται καὶ δικαίωμα ἓν ἔσται ὑμῖν καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν ὑμῖν.

0
17

Još reče Gospod Mojsiju govoreći:

Καί ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·

0
18

Kaži sinovima Izrailjevijem i reci im: kad dođete u zemlju, u koju ću vas ja odvesti,

λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ἐν τῷ εἰσπορεύεσθαι ὑμᾶς εἰς τὴν γῆν, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ,

0
19

Pa stanete jesti hljeb one zemlje, tada prinesite prinos Gospodu.

καὶ ἔσται ὅταν ἔσθητε ὑμεῖς ἀπὸ τῶν ἄρτων τῆς γῆς, ἀφελεῖτε ἀφαίρεμα ἀφόρισμα Κυρίῳ· ἀπαρχὴν φυράματος ὑμῶν

0
20

Od prvina tijesta svojega prinosite u prinos kolač, kao prinos od gumna tako ga prinosite.

ἄρτον ἀφοριεῖτε ἀφαίρεμα αὐτό· ὡς ἀφαίρεμα ἀπὸ ἅλω, οὕτως ἀφελεῖτε αὐτόν,

0
21

Od prvina tijesta svojega dajite Gospodu prinos od koljena do koljena.

ἀπαρχὴν φυράματος ὑμῶν, καὶ δώσετε Κυρίῳ ἀφαίρεμα εἰς τὰς γενεὰς ὑμῶν.

0
22

A kad biste pogriješili, te ne biste učinili svijeh ovijeh zapovijesti, koje kaza Gospod Mojsiju,

¨Οταν δὲ διαμάρτητε καὶ μὴ ποιήσητε πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐλάλησε Κύριος πρὸς Μωυσῆν,

0
23

Sve što vam je zapovjedio Gospod preko Mojsija, od dana kad zapovjedi Gospod i poslije od koljena do koljena,

καθὰ συνέταξε Κύριος πρὸς ὑμᾶς ἐν χειρὶ Μωυσῆ ἀπὸ τῆς ἡμέρας, ᾗ συνέταξε Κύριος πρὸς ὑμᾶς καὶ ἐπέκεινα εἰς τὰς γενεὰς ὑμῶν,

0
24

Ako se bude učinilo pogrješkom, da zbor ne zna, onda sav zbor neka prinese na žrtvu paljenicu za miris ugodni Gospodu tele s darom njegovijem i s naljevom njegovijem po uredbi, i jedno jare na žrtvu za grijeh.

καὶ ἔσται ἐὰν ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς γενηθῇ ἀκουσίως, καὶ ποιήσει πᾶσα ἡ συναγωγὴ μόσχον ἕνα ἐκ βοῶν ἄμωμον εἰς ὁλοκαύτωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ καὶ θυσίαν τούτου καὶ σπονδὴν αὐτοῦ κατὰ τὴν σύνταξιν καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας.

0
25

I sveštenik neka očisti sav zbor sinova Izrailjevijeh, i oprostiće im se, jer je pogrješka i oni donesoše pred Gospoda svoj prinos za žrtvu ognjenu Gospodu i prinos za grijeh svoj radi pogrješke svoje.

καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ πάσης συναγωγῆς υἱῶν Ἰσραήλ, καὶ ἀφεθήσεται αὐτοῖς· ὅτι ἀκούσιόν ἐστι, καὶ αὐτοὶ ἤνεγκαν τὸ δῶρον αὐτῶν κάρπωμα Κυρίῳ περὶ τῆς ἁμαρτίας αὐτῶν ἔναντι Κυρίου, περὶ τῶν ἀκουσίων αὐτῶν.

0
26

Oprostiće se svemu zboru sinova Izrailjevijeh i došljaku koji se bavi među njima, jer je pogrješka svega naroda.

καὶ ἀφεθήσεται κατὰ πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ πρὸς ὑμᾶς, ὅτι παντὶ τῷ λαῷ ἀκούσιον.

0
27

Ako li jedna duša zgriješi ne znajući, neka prinese kozu od godine na žrtvu za grijeh.

ἐάν τε ψυχὴ μία ἁμάρτῃ ἀκουσίως, προσάξει αἶγα μίαν ἐνιαυσίαν περὶ ἁμαρτίας,

0
28

I sveštenik neka očisti dušu koja bude zgriješila ne znajući pred Gospodom, i kad je očisti oprostiće joj se.

καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τῆς ψυχῆς τῆς ἀκουσιασθείσης καὶ ἁμαρτούσης ἀκουσίως ἔναντι Κυρίου ἐξιλάσασθαι περὶ αὐτοῦ.

0
29

I za rođenoga u zemlji sinova Izrailjevijeh i za došljaka, koji se bavi među vama, jedan zakon da bude kad ko zgriješi ne znajući.

τῷ ἐγχωρίῳ ἐν υἱοῖς Ἰσραὴλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς νόμος εἷς ἔσται αὐτοῖς, ὃς ἐὰν ποιήσῃ ἀκουσίως.

0
30

Ali ko od sile zgriješi između rođenijeh u zemlji ili između došljaka, on ruži Gospoda; neka se istrijebi ona duša iz naroda svojega.

καὶ ψυχή, ἥτις ποιήσει ἐν χειρὶ ὑπερηφανίας ἀπὸ τῶν αὐτοχθόνων ἢ ἀπὸ τῶν προσηλύτων, τὸν Θεὸν οὗτος παροξυνεῖ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς,

0
31

Jer prezre riječ Gospodnju, i zapovijest njegovu pogazi; neka se istrijebi ona duša; bezakonje je njezino na njoj.

ὅτι τὸ ρῆμα Κυρίου ἐφαύλισε καὶ τὰς ἐντολὰς αὐτοῦ διεσκέδασεν· ἐκτρίψει ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη, ἡ ἁμαρτία αὐτῆς ἐν αὐτῇ.

0
32

A kad bijahu sinovi Izrailjevi u pustinji, nađoše jednoga gdje kupi drva u subotu.

Καὶ ἦσαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ καὶ εὗρον ἄνδρα συλλέγοντα ξύλα τῇ ἡμέρᾳ τῶν σαββάτων.

0
33

I koji ga nađoše gdje kupi drva, dovedoše ga k Mojsiju i k Aronu i ka svemu zboru.

καὶ προσήγαγον αὐτὸν οἱ εὑρόντες συλλέγοντα ξύλα τῇ ἡμέρᾳ τῶν σαββάτων πρὸς Μωυσῆν καὶ Ἀαρὼν καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ.

0
34

I metnuše ga pod stražu, jer ne bješe kazano šta će se činiti s njim.

καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακήν, οὐ γὰρ συνέκριναν τί ποιήσωσιν αὐτόν.

0
35

A Gospod reče Mojsiju: neka se pogubi taj čovjek; neka ga zaspe kamenjem sav zbor iza okola.

καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· θανάτῳ θανατούσθω ὁ ἄνθρωπος, λιθοβολήσατε αὐτὸν λίθοις πᾶσα ἡ συναγωγή.

0
36

I sav zbor izvede ga iza okola i zasuše ga kamenjem, i umrije, kao što zapovjedi Gospod Mojsiju.

καὶ ἐξήγαγον αὐτὸν πᾶσα ἡ συναγωγὴ ἔξω τῆς παρεμβολῆς, καὶ ἐλιθοβόλησεν αὐτὸν πᾶσα ἡ συναγωγὴ λίθοις ἔξω τῆς παρεμβολῆς, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.

0
37

Još reče Gospod Mojsiju govoreći:

Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν λέγων·

0
38

Reci sinovima Izrailjevijem i kaži im, neka udaraju rese po skutovima od haljina svojih od koljena do koljena, i nad rese neka meću vrvcu plavu.

λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτοὺς καὶ ποιησάτωσαν ἑαυτοῖς κράσπεδα ἐπὶ τὰ πτερύγια τῶν ἱματίων αὐτῶν εἰς τὰς γενεὰς αὐτῶν καὶ ἐπιθήσετε ἐπὶ τὰ κράσπεδα τῶν πτερυγίων κλῶσμα ὑακίνθινον.

0
39

I imaćete rese zato da se gledajući ih opominjete svijeh zapovijesti Gospodnjih i tvorite ih, i da se ne zanosite za srcem svojim i za očima svojima, za kojima činite preljubu;

καὶ ἔσται ὑμῖν ἐν τοῖς κρασπέδοις καὶ ὄψεσθε αὐτὰ καὶ μνησθήσεσθε πασῶν τῶν ἐντολῶν Κυρίου καὶ ποιήσετε αὐτάς, καὶ οὐ διαστραφήσεσθε ὀπίσω τῶν διανοιῶν ὑμῶν καὶ τῶν ὀφθαλμῶν ὑμῶν, ἐν οἷς ὑμεῖς ἐκπορνεύετε ὀπίσω αὐτῶν,

0
40

Nego da pamtite i tvorite sve zapovijesti moje, i budete sveti Bogu svojemu.

ὅπως ἂν μνησθῆτε καὶ ποιήσητε πάσας τὰς ἐντολάς μου καὶ ἔσεσθε ἅγιοι τῷ Θεῷ ὑμῶν.

0
41

Ja sam Gospod Bog vaš, koji sam vas izveo iz zemlje Misirske, da vam budem Bog. Ja sam Gospod Bog vaš.

ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν ὁ ἐξαγωγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου εἶναι ὑμῶν Θεός, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.

0