Jov 1

Stari zavet

1

Bijaše čovjek u zemlji Uzu po imenu Jov; i taj čovjek bijaše dobar i pravedan, i bojaše se Boga, i uklanjaše se oda zla.

ΑΝΘΡΩΠΟΣ τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ, καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινός, ἄμεμπτος, δίκαιος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.

0
2

I rodi mu se sedam sinova i tri kćeri.

ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς.

0
3

I imaše stoke sedam tisuća ovaca i tri tisuće kamila i pet stotina jarmova volova i pet stotina magarica, i čeljadi veoma mnogo; i bijaše taj čovjek najveći od svijeh ljudi na istoku.

καὶ ἦν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια, κάμηλοι τρισχίλιαι, ζεύγη βοῶν πεντακόσια, θήλειαι ὄνοι νομάδες πεντακόσιαι, καὶ ὑπηρεσία πολλὴ σφόδρα καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς· καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ᾿ ἡλίου ἀνατολῶν.

0
4

I sinovi njegovi sastajahu se i davahu gozbe kod kuće, svaki svoga dana, i slahu te pozivahu tri sestre svoje da jedu i piju s njima.

συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους ἐποιοῦσαν πότον καθ' ἑκάστην ἡμέραν, συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν ἐσθίειν καὶ πίνειν μετ᾿ αὐτῶν.

0
5

I kad bi se obredili gozbom, pošiljaše Jov i osvećivaše ih, i ustajući rano prinošaše žrtve paljenice prema broju svijeh njih; jer govoraše Jov: može biti da su se ogriješili sinovi moji i pohulili na Boga u srcu svom. Tako činjaše Jov svaki put.

καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, ἀπέστελλεν Ἰὼβ καὶ ἐκαθάριζεν αὐτοὺς ἀνιστάμενος τὸ πρωΐ καὶ προσέφερε περὶ αὐτῶν θυσίας κατὰ τὸν ἀριθμὸν αὐτῶν καὶ μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τῶν ψυχῶν αὐτῶν· ἔλεγε γὰρ Ἰώβ· μή ποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς Θεόν. οὕτως οὖν ἐποίει Ἰὼβ πάσας τὰς ἡμέρας.  6 Καὶ ἐγένετο ὡς ἡ ἡμέρα αὕτη, καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἐνώπιον τοῦ Κυρίου, καὶ ὁ διάβολος ἦλθε μετ᾿ αὐτῶν.

0
6

A jedan dan dođoše sinovi Božji da stanu pred Gospodom, a među njih dođe i Sotona.

0
7

I Gospod reče Sotoni: otkuda ideš? A Sotona odgovori Gospodu i reče: prohodih zemlju i obilazih.

καὶ εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· πόθεν παραγέγονας; καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ Κυρίῳ εἶπε· περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ᾿ οὐρανὸν πάρειμι.

0
8

I reče Gospod Sotoni: jesi li vidio slugu mojega Jova? nema onakoga čovjeka na zemlji, dobra i pravedna, koji se boji Boga i uklanja se oda zla.

καὶ εἶπεν αὐτῷ ὁ Κύριος· προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ παιδός μου Ἰώβ, ὅτι οὐκ ἔστι κατ᾿ αὐτὸν ἐπὶ τῆς γῆς, ἄνθρωπος ἄμεμπτος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος;

0
9

A Sotona odgovori Gospodu i reče: eda li se uzalud Jov boji Boga?

ἀπεκρίθη δὲ ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ Κυρίου· μὴ δωρεὰν Ἰὼβ σέβεται τὸν Κύριον;

0
10

Nijesi li ga ti ogradio i kuću njegovu i sve što ima svuda unaokolo? djelo ruku njegovijeh blagoslovio si, i stoka se njegova umnožila na zemlji.

οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτοῦ κύκλῳ; τὰ δὲ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς.

0
11

Ali pruži ruku svoju i dotakni se svega što ima, psovaće te u oči.

ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων, ὧν ἔχει· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.

0
12

A Gospod reče Sotoni: evo, sve što ima neka je u tvojoj ruci; samo na njega ne diži ruke svoje. I otide Sotona od Gospoda.

τότε εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· ἰδοὺ πάντα, ὅσα ἐστὶν αὐτῷ, δίδωμι ἐν τῇ χειρί σου, ἀλλ᾿ αὐτοῦ μὴ ἅψῃ. καὶ ἐξῆλθεν ὁ διάβολος ἀπὸ προσώπου Κυρίου.

0
13

A jedan dan kad sinovi njegovi i kćeri njegove jeđahu i pijahu vino u kući brata svojega najstarijega,

Καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη, οἱ υἱοὶ Ἰὼβ καὶ αἱ θυγατέρες αὐτοῦ ἔπινον οἶνον ἐν τῇ οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου.

0
14

Dođe glasnik Jovu i reče: volovi orahu i magarice pasijahu pokraj njih,

καὶ ἰδοὺ ἄγγελος ἦλθε πρὸς Ἰὼβ καὶ εἶπεν αὐτῷ· τὰ ζεύγη τῶν βοῶν ἠροτρία, καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν,

0
15

A Saveji udariše i oteše ih, i pobiše momke oštrijem mačem; i samo ja jedan utekoh da ti javim.

καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.

0
16

Dok ovaj još govoraše, dođe drugi i reče: oganj Božji spade s neba i spali ovce i momke, i proždrije ih; i samo ja jedan utekoh da ti javim.

ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπε πρὸς Ἰώβ· πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσε τὰ πρόβατα καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως· σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.

0
17

Dokle ovaj još govoraše, dođe drugi i reče: Haldejci u tri čete udariše na kamile i oteše ih, i pobiše momke oštrijem mačem; i samo ja jedan utekoh da ti javim.

ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπε πρὸς Ἰώβ· οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.

0
18

Dokle ovaj još govoraše, dođe drugi i reče: sinovi tvoji i kćeri tvoje jeđahu i pijahu vino u kući brata svojega najstarijega;

ἔτι τούτου λαλοῦντος ἄλλος ἄγγελος ἔρχεται λέγων τῷ Ἰώβ· τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ,

0
19

A to vjetar velik dođe ispreko pustinje i udari u četiri ugla od kuće, te pade na djecu i pogiboše; i samo ja jedan utekoh da ti javim.

ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν· ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.  20 Οὕτως ἀναστὰς Ἰὼβ ἔρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ ἐκείρατο τὴν κώμην τῆς κεφαλῆς καὶ πεσὼν χαμαὶ προσεκύνησε τῷ Κυρίῳ καὶ εἶπεν·

0
20

Tada usta Jov i razdrije plašt svoj, i ostriže glavu, i pade na zemlju i pokloni se,

0
21

I reče: go sam izašao iz utrobe matere svoje, go ću se i vratiti onamo. Gospod dade, Gospod uze, da je blagosloveno ime Gospodnje.

αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ· ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας.  22 Ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον τοῦ Κυρίου καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ Θεῷ.

1
22

Uza sve to ne sagriješi Jov, niti reče bezumlja za Boga.

0