Stari zavet
Ti dakle, sine čovječji, prorokuj protiv Goga, i reci: ovako veli Gospod Gospod: evo me na te, Gože, kneže i glavo Mesehu i Tuvalu.
ΚΑΙ σύ, υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ Γὼγ καὶ εἰπόν· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γὼγ ἄρχοντα Ρώς, Μοσὸχ καὶ Θοβὲλ
I vratiću te natrag i vodiću te, i izvešću te iz sjevernijeh krajeva i dovešću te na gore Izrailjeve.
καὶ συνάξω σε καὶ καθοδηγήσω σε καὶ ἀναβιβῶ σε ἐπ' ἐσχάτου τοῦ βορρᾶ καὶ ἀνάξω σε ἐπὶ τὰ ὄρη τὰ Ἰσραήλ.
I izbiću ti luk tvoj iz lijeve ruke, i prosuću ti iz desne ruke strijele.
καὶ ἀπολῶ τὸ τόξον σου ἀπὸ τῆς χειρός σου τῆς ἀριστερᾶς καὶ τὰ τοξεύματά σου ἀπὸ τῆς χειρός σου τῆς δεξιᾶς καὶ καταβαλῶ σε
Na gorama ćeš Izrailjevijem pasti ti i sve čete tvoje i narodi koji budu s tobom; pticama, svakojakim pticama krilatijem i zvijerima poljskim daću te da te izjedu.
ἐπὶ τὰ ὄρη Ἰσραήλ, καὶ πεσῇ σὺ καὶ πάντες οἱ περὶ σέ, καὶ τὰ ἔθνη τὰ μετὰ σοῦ δοθήσονται εἰς πλήθη ὀρνέων, παντὶ πετεινῷ καὶ πᾶσι τοῖς θηρίοις τοῦ πεδίου δέδωκά σε καταβρωθῆναι.
Na polju ćeš pasti, jer ja rekoh, govori Gospod Gospod.
ἐπὶ προσώπου τοῦ πεδίου πεσῇ, ὅτι ἐγὼ ἐλάλησα, λέγει Κύριος.
I pustiću oganj na Magoga i na one koji žive na ostrvima bez straha; i poznaće da sam ja Gospod.
καὶ ἀποστελῶ πῦρ ἐπὶ Γώγ, καὶ κατοικηθήσονται αἱ νῆσοι ἐπ' εἰρήνης· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.
I sveto ime svoje obznaniću usred naroda svojega Izrailja, i neću više dati da se skvrni sveto ime moje, nego će poznati narodi da sam ja Gospod, svetac u Izrailju.
καὶ τὸ ὄνομά μου τὸ ἅγιον γνωσθήσεται ἐν μέσῳ λαοῦ μου Ἰσραήλ, καὶ οὐ βεβηλωθήσεται τὸ ὄνομά μου τὸ ἅγιον οὐκέτι· καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος ἅγιος ἐν Ἰσραήλ.
Evo, doći će, i zbiće se, govori Gospod Gospod; to je dan za koji govorih.
ἰδοὺ ἥκει, καὶ γνώσῃ ὅτι ἔσται, λέγει Κύριος Κύριος· αὕτη ἐστὶν ἡ ἡμέρα, ἐν ᾗ ἐλάλησα.
Tada će izaći stanovnici gradova Izrailjevijeh, i naložiće na oganj i spaliće oružje i štitove i štitiće, lukove i strijele, sulice i koplja, i ložiće ih na oganj sedam godina.
καὶ ἐξελεύσονται οἱ κατοικοῦντες τὰς πόλεις Ἰσραὴλ καὶ καύσουσιν ἐν τοῖς ὅπλοις, πέλταις καὶ κοντοῖς καὶ τόξοις καὶ τοξεύμασι καὶ ράβδοις χειρῶν καὶ λόγχαις· καὶ καύσουσιν ἐν αὐτοῖς πῦρ ἑπτὰ ἔτη.
I neće nositi drva iz polja, niti će sjeći u šumi, nego će oružje ložiti na oganj, i oplijeniće one koji ih plijeniše, i pootimaće od onijeh koji od njih otimaše, govori Gospod Gospod.
καὶ οὐ μὴ λάβωσι ξύλα ἐκ τοῦ πεδίου οὐδὲ μὴ κόψωσιν ἐκ τῶν δρυμῶν, ἀλλ' ἢ τὰ ὅπλα κατακαύσουσι πυρί· καὶ προνομεύσουσι τοὺς προνομεύσαντας αὐτοὺς καὶ σκυλεύσουσι τοὺς σκυλεύσαντας αὐτούς, λέγει Κύριος.
I u to ću vrijeme dati Gogu mjesto za grob ondje u Izrailju, dolinu kojom se ide na istok k moru, i ona će stisnuti usta putnicima; ondje će biti pogreben Gog i sve mnoštvo njegovo i prozvaće se dolina mnoštva Gogova.
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δώσω τῷ Γὼγ τόπον ὀνομαστόν, μνημεῖον ἐν Ἰσραήλ, τὸ πολυάνδριον τῶν ἐπελθόντων πρὸς τῇ θαλάσσῃ, καὶ περιοικοδομήσουσι τὸ περιστόμιον τῆς φάραγγος.
I ukopavaće ih dom Izrailjev sedam mjeseca, da bi očistili zemlju.
καὶ κατορύξουσιν ἐκεῖ τὸν Γὼγ καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, καὶ κληθήσεται Τὸ γαὶ τὸ πολυάνδριον τοῦ Γώγ.
I ukopavaće ih sav narod, i biće im na slavu u onaj dan kad se proslavim, govori Gospod Gospod.
καὶ κατορύξουσιν αὐτοὺς οἶκος Ἰσραήλ, ἵνα καθαρισθῇ ἡ γῆ, ἐν ἑπταμήνῳ· καὶ κατορύξουσιν αὐτοὺς πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἔσται αὐτοῖς ὀνομαστὸν ᾗ ἡμέρᾳ ἐδοξάσθη, λέγει Κύριος.
I odvojiće ljude koji će jednako ići po zemlji i s onima koji prolaze ukopavati one koji bi ostali po zemlji da je očiste; poslije sedam mjeseca tražiće.
καὶ ἄνδρας διὰ παντὸς διαστελοῦσιν ἐπιπορευομένους τὴν γῆν θάψαι τοὺς καταλελειμμένους ἐπὶ προσώπου τῆς γῆς, καθαρίσαι αὐτὴν μετὰ τὴν ἑπτάμηνον, καὶ ἐκζητήσουσι.
I prohodiće zemlju i ići po njoj, i ko vidi kosti ljudske, načiniće kod njih znak, dokle ih ne ukopaju grobari u dolini mnoštva Gogova.
καὶ πᾶς ὁ διαπορευόμενος τὴν γῆν καὶ ἰδὼν ὀστοῦν ἀνθρώπου οἰκοδομήσει παρ' αὐτῷ σημεῖον, ἕως ὅτου θάψωσιν αὐτὸ οἱ θάπτοντες εἰς τὸ γαὶ τὸ πολυάνδριον τοῦ Γώγ·
A i gradu će biti ime Amona; i tako će očistiti zemlju.
καὶ γὰρ τὸ ὄνομα τῆς πόλεως Πολυάνδριον· καὶ καθαρισθήσεται ἡ γῆ.
Ti, dakle, sine čovječji, ovako govori Gospod Gospod, reci pticama, svakojakim pticama i svijem zvijerima poljskim: skupite se i hodite, saberite se sa svijeh strana na žrtvu moju, koju koljem za vas, na veliku žrtvu na gorama Izrailjevijem, i ješćete mesa i pićete krvi;
καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπόν· τάδε λέγει Κύριος· εἰπὸν παντὶ ὀρνέῳ πετεινῷ καὶ πρὸς πάντα τὰ θηρία τοῦ πεδίου· συνάχθητε καὶ ἔρχεσθε, συνάχθητε ἀπὸ πάντων τῶν περικύκλῳ ἐπὶ τὴν θυσίαν μου ἣν τέθυκα ὑμῖν, θυσίαν μεγάλην ἐπὶ τὰ ὄρη Ἰσραήλ, καὶ φάγεσθε κρέα καὶ πίεσθε αἷμα.
Ješćete mesa junačkoga i pićete krvi knezova zemaljskih, ovnova, jaganjaca i jaraca i telaca, sve ugojene stoke Vasanske.
κρέα γιγάντων φάγεσθε καὶ αἷμα ἀρχόντων τῆς γῆς πίεσθε, κριοὺς καὶ μόσχους καὶ τράγους, καὶ οἱ μόσχοι ἐστεατωμένοι πάντες.
I ješćete pretiline da ćete se nasititi, i pićete krvi da ćete se opiti od žrtava mojih što ću vam naklati.
καὶ φάγεσθε στέαρ εἰς πλησμονὴν καὶ πίεσθε αἷμα εἰς μέθην ἀπὸ τῆς θυσίας μου, ἧς ἔθυσα ὑμῖν.
I nasitićete se za mojim stolom konja i konjika, junaka i svakojakih vojnika, govori Gospod Gospod.
καὶ ἐμπλησθήσεσθε ἐπὶ τῆς τραπέζης μου ἵππον καὶ ἀναβάτην, γίγαντα καὶ πάντα ἄνδρα πολεμιστήν, λέγει Κύριος.
I pustiću slavu svoju među narode, i svi će narodi vidjeti sud moj koji ću učiniti i moju ruku koju ću dignuti na njih.
καὶ δώσω τὴν δόξαν μου ἐν ὑμῖν, καὶ ὄψονται πάντα τὰ ἔθνη τὴν κρίσιν μου, ἣν ἐποίησα, καὶ τὴν χεῖρά μου, ἣν ἐπήγαγον ἐπ' αὐτούς.
I poznaće dom Izrailjev da sam ja Gospod Bog njihov, od onoga dana i poslije.
καὶ γνώσονται οἶκος Ἰσραὴλ ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα.
I narodi će poznati da se za svoje bezakonje zarobi dom Izrailjev, što meni zgriješiše, te sakrih lice svoje od njih, i dadoh ih u ruke neprijateljima njihovijem, i svi padoše od mača.
καὶ γνώσονται πάντα τὰ ἔθνη ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν ᾐχμαλωτεύθησαν οἶκος Ἰσραήλ, ἀνθ' ὧν ἠθέτησαν εἰς ἐμέ, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτῶν καὶ παρέδωκα αὐτοὺς εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῶν, καὶ ἔπεσαν πάντες μαχαίρᾳ.
Po nečistoti njihovoj i po prijestupu njihovu učinih im i sakrih lice svoje od njih.
κατὰ τὰς ἀκαθαρσίας αὐτῶν καὶ κατὰ τὰ ἀνομήματα αὐτῶν ἐποίησα αὐτοῖς καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτῶν.
Toga radi ovako govori Gospod Gospod: povratiću roblje Jakovljevo i smilovaću se svemu domu Izrailjevu i revnovaću za sveto ime svoje,
διὰ τοῦτο τάδε λέγει Κύριος Κύριος· νῦν ἀποστρέψω τὴν αἰχμαλωσίαν Ἰακὼβ καὶ ἐλεήσω τὸν οἶκον Ἰσραὴλ καὶ ζηλώσω διὰ τὸ ὄνομα τὸ ἅγιόν μου.
Pošto podnesu sramotu svoju i sve prijestupe svoje, kojima mi prestupiše dok sjeđahu u svojoj zemlji bez straha i nikoga ne bješe da ih plaši,
καὶ λήψονται τὴν ἀτιμίαν αὐτῶν καὶ τὴν ἀδικίαν, ἣν ἠδίκησαν, ἐν τῷ κατοικισθῆναι αὐτοὺς ἐπὶ τὴν γῆν αὐτῶν ἐπ' εἰρήνης, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν.
Kad ih dovedem natrag iz naroda i saberem ih iz zemalja neprijatelja njihovijeh, i posvetim se u njima pred mnogim narodima.
ἐν τῷ ἀποστρέψαι με αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συναγαγεῖν με αὐτοὺς ἐκ τῶν χωρῶν τῶν ἐθνῶν καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν ἐθνῶν,
I poznaće da sam ja Gospod Bog njihov kad odvedavši ih u ropstvo među narode opet ih saberem u zemlju njihovu ne ostavivši ih nijednoga ondje.
καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν ἐν τῷ ἐπιφανῆναί με αὐτοῖς ἐν τοῖς ἔθνεσι.
I neću više kriti lica svojega od njih kad izlijem duh svoj na dom Izrailjev, govori Gospod Gospod.
καὶ οὐκ ἀποστρέψω οὐκέτι τὸ πρόσωπόν μου ἀπ' αὐτῶν, ἀνθ' οὗ ἐξέχεα τὸν θυμόν μου ἐπὶ τὸν οἶκον Ἰσραήλ, λέγει Κύριος Κύριος.