Stari zavet
Dvadeset pete godine robovanja našega, u početku godine, deseti dan mjeseca, četrnaeste godine otkako se uze grad, isti dan dođe nada me ruka Gospodnja i odvede me onamo.
ΚΑΙ ἐγένετο ἐν τῷ πέμπτῳ καὶ εἰκοστῷ ἔτει τῆς αἰχμαλωσίας ἡμῶν, ἐν τῷ πρώτῳ μηνί, δεκάτῃ τοῦ μηνός, ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μετὰ τὸ ἁλῶναι τὴν πόλιν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου καὶ ἤγαγέ με·
Utvarama Božjim odvede me u zemlju Izrailjevu, i postavi me na goru vrlo visoku, na kojoj bijaše s juga kao sagrađen grad.
ἐν ὁράσει Θεοῦ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ καὶ ἔθηκέ με ἐπ' ὄρους ὑψηλοῦ σφόδρα, καὶ ἐπ' αὐτοῦ ὡσεὶ οἰκοδομὴ πόλεως ἀπέναντι.
I odvede me onamo, i gle, čovjek, koji na oči bješe kao od mjedi, s užem lanenijem u ruci i s trskom mjeračkom, i stajaše na vratima.
καὶ εἰσήγαγέ με ἐκεῖ, καὶ ἰδοὺ ἀνήρ, καὶ ἡ ὅρασις αὐτοῦ ἦν ὡσεὶ ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἦν σπαρτίον οἰκοδόμων καὶ κάλαμος μέτρου, καὶ αὐτὸς εἱστήκει ἐπὶ τῆς πύλης.
I progovori mi taj čovjek: sine čovječji, gledaj očima svojim i slušaj ušima svojim, i uzmi na um sve što ću ti pokazati, jer si doveden ovamo da ti pokažem; kaži domu Izrailjevu sve što vidiš.
καὶ εἶπε πρός με ὁ ἀνήρ· ἑώρακας, υἱὲ ἀνθρώπου; ἐν τοῖς ὀφθαλμοῖς σου ἰδὲ καὶ ἐν τοῖς ὠσί σου ἄκουε καὶ τάξον εἰς τὴν καρδίαν σου πάντα, ὅσα ἐγὼ δεικνύω σοι, διότι ἕνεκα τοῦ δεῖξαί σοι εἰσελήλυθας ὧδε καὶ δείξεις πάντα, ὅσα σὺ ὁρᾷς, τῷ οἴκῳ τοῦ Ἰσραήλ.
I gle, bješe zid spolja oko doma, a u ruci onom čovjeku trska mjeračka od šest lakata, a lakat bješe s podlanice duži od običnoga; i izmjeri građevinu u širinu, i bješe jedna trska, i u visinu, i bješe jedna trska.
Καὶ ἰδοὺ περίβολος ἔξωθεν τοῦ οἴκου κύκλῳ· καὶ ἐν τῇ χειρὶ τοῦ ἀνδρὸς κάλαμος, τὸ μέτρον πηχῶν ἓξ ἐν πήχει καὶ παλαιστῆς, καὶ διεμέτρησε τὸ προτείχισμα, πλάτος ἴσον τῷ καλάμῳ καὶ τὸ ὕψος αὐτοῦ ἴσον τῷ καλάμῳ.
Pa dođe na vrata koja bijahu prema istoku, i izide uz basamake, i izmjeri jedan prag vratima, i bješe u širinu jedna trska, i drugi prag, i bješe u širinu jedna trska;
καὶ εἰσῆλθεν εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς ἐν ἑπτὰ ἀναβαθμοῖς καὶ διεμέτρησε τὸ αἰλὰμ τῆς πύλης ἴσον τῷ καλάμῳ
I klijeti, i svaka bješe jednu trsku duga i jednu trsku široka; a između klijeti bješe pet lakata; i prag na vratima kod trijema na unutrašnjim vratima, i bješe s jedne trske.
καὶ τὸ θεὲ ἴσον τῷ καλάμῳ τὸ μῆκος καὶ ἴσον τῷ καλάμῳ τὸ πλάτος καὶ τὸ αἰλὰμ ἀναμέσον τοῦ θεηλαθὰ πηχῶν ἓξ καὶ τὸ θεὲ τὸ δεύτερον ἴσον τῷ καλάμῳ τὸ πλάτος καὶ ἴσον τῷ καλάμῳ τὸ μῆκος καὶ τὸ αἰλὰμ πηχέων πέντε καὶ τὸ θεὲ τὸ τρίτον ἴσον τῷ καλάμῳ τὸ μῆκος, καὶ ἴσον τῷ καλάμῳ πλάτος καὶ τό αἰλὰμ τοῦ πυλῶνος πλησίον τοῦ αἰλὰμ τῆς πύλης
I izmjeri trijem na vratima unutrašnjim, i bješe jedna trska.
πηχῶν ὀκτὼ
I izmjeri trijem na vratima, i bješe osam lakata; i dovratnike im, i bjehu dva lakta; a trijem na vratima bješe iznutra;
καὶ τὰ αἰλεῦ πηχῶν δύο καὶ τὸ αἰλὰμ τῆς πύλης ἔσωθεν
I klijeti kod vrata prema istoku bjehu tri amo i tri tamo, jedne mjere sve tri, i jedne mjere bjehu dovratnici tamo i amo.
καὶ τὰ θεὲ τῆς πύλης τοῦ θεὲ κατέναντι τρεῖς ἔνθεν καὶ τρεῖς ἔνθεν καὶ μέτρον ἓν τοῖς τρισὶ καὶ μέτρον ἓν τοῖς αἰλὰμ ἔνθεν καὶ ἔνθεν.
I izmjeri širinu vratima, i bješe deset lakata, i trinaest lakata bješe u dužinu vratima.
καὶ διεμέτρησε τὸ πλάτος τῆς θύρας τοῦ πυλῶνος πηχῶν δέκα καὶ τὸ εὖρος τοῦ πυλῶνος πηχῶν δεκατριῶν,
I pred klijetima bješe mjesta jedan lakat, i za jedan lakat bješe mjesta s druge strane, i u svakoj klijeti bješe šest lakata otuda i šest lakata odovuda.
καὶ πῆχυς ἐπισυναγόμενος ἐπὶ πρόσωπον τῶν θεεὶμ ἔνθεν καὶ ἔνθεν, καὶ τὸ θεὲ πηχῶν ἓξ ἔνθεν καὶ πηχῶν ἓξ ἔνθεν.
Poslije izmjeri vrata od krova jedne klijeti do krova druge, i bješe u širinu dvadeset i pet lakata, vrata prema vratima.
καὶ διεμέτρησε τὴν πύλην ἀπὸ τοῦ τοίχου τοῦ θεὲ ἐπὶ τὸν τοῖχον τοῦ θεὲ πλάτος πήχεις εἴκοσι καὶ πέντε, αὕτη πύλη ἐπὶ πύλην·
I načini dovratnike od šezdeset lakata, i pred dovratnicima trijem na vratima unaokolo.
καὶ τὸ αἴθριον τοῦ αἰλὰμ τῆς πύλης ἑξήκοντα πήχεις, εἴκοσι θεεὶμ τῆς πύλης κύκλῳ·
I od lica vrata na koja se ulazi do lica trijema na unutrašnjim vratima bijaše pedeset lakata.
καὶ τὸ αἴθριον τῆς πύλης ἔξωθεν εἰς τὸ αἴθριον αἰλὰμ τῆς πύλης ἔσωθεν πηχῶν πεντήκοντα·
I bijahu prozori na klijetima i na dovratnicima njihovijem suženi unutra oko vrata, tako i na trijemovima, prozori bijahu iznutra svuda unaokolo, i po dovratnicima palme.
καὶ θυρίδες κρυπταὶ ἐπὶ τὸ θεεὶμ καὶ ἐπὶ τὰ αἰλὰμ ἔσωθεν τῆς πύλης τῆς αὐλῆς κυκλόθεν, καὶ ὡσαύτως τοῖς αἰλὰμ θυρίδες κύκλῳ ἔσωθεν, καὶ ἐπὶ τὸ αἰλὰμ φοίνικες ἔνθεν καὶ ἔνθεν.
Potom me uvede u spoljašnji trijem, i gle, bijahu klijeti i pod načinjen svuda unaokolo u trijemu, trideset klijeti na podu.
καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ παστοφόρια καὶ περίστυλα κύκλῳ τῆς αὐλῆς, τριάκοντα παστοφόρια ἐν τοῖς περιστύλοις,
A taj pod pokraj vrata prema dužini vrata bijaše niži pod.
καὶ αἱ στοαὶ κατὰ νώτου τῶν πυλῶν, κατὰ τὸ μῆκος τῶν πυλῶν τὸ περίστυλον τὸ ὑποκάτω.
Potom izmjeri širinu od lica donjih vrata do lica unutrašnjega trijema spolja, i bješe sto lakata k istoku i sjeveru.
καὶ διεμέτρησε τὸ πλάτος τῆς αὐλῆς ἀπὸ τοῦ αἰθρίου τῆς πύλης τῆς ἐξωτέρας ἔσωθεν ἐπὶ τὸ αἴθριον τῆς πύλης τῆς βλεπούσης ἔξω, πήχεις ἑκατόν, τῆς βλεπούσης κατὰ ἀνατολάς. καὶ ἤγαγέ με ἐπὶ βορρᾶν,
I vrata koja bjehu k sjeveru na trijemu spoljašnjem izmjeri u dužinu i u širinu;
καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς βορρᾶν τῇ αὐλῇ τῇ ἐξωτέρᾳ, καὶ διεμέτρησεν αὐτήν, τό τε μῆκος αὐτῆς καὶ τὸ πλάτος.
I bijahu tri klijeti tamo i tri amo, i dovratnici im i trijemovi bijahu iste mjere kao u prvijeh vrata; pedeset lakata bijaše u dužinu a u širinu dvadeset i pet lakata;
καὶ τὰ θεὲ τρεῖς ἔνθεν καὶ τρεῖς ἔνθεν καὶ τὰ αἰλεῦ καὶ τὰ αἰλαμμὼ καὶ τοὺς φοίνικας αὐτῆς, καὶ ἐγένετο κατὰ τὰ μέτρα τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολὰς πηχῶν πεντήκοντα τὸ μῆκος αὐτῆς καὶ πηχῶν εἰκοσιπέντε τὸ εὖρος αὐτῆς.
I prozori im i trijemovi i palme bijahu na mjeru kao na vratima koja gledaju na istok, i iđaše se k njima uz sedam basamaka, i trijemovi bijahu pred njima.
καὶ αἱ θυρίδες αὐτῆς καὶ τὰ αἰλαμμὼ καὶ οἱ φοίνικες αὐτῆς καθὼς ἡ πύλη ἡ βλέπουσα κατὰ ἀνατολάς· καὶ ἐν ἑπτὰ κλιμακτῆρσιν ἀνέβαινον ἐπ' αὐτήν, καὶ τὰ αἰλαμμὼ ἔσωθεν.
I vrata od unutrašnjega trijema bijahu prema vratima sjevernijem i istočnijem, i izmjeri od vrata do vrata, i bješe sto lakata.
καὶ πύλη τῇ αὐλῇ τῇ ἐσωτέρᾳ βλέπουσα ἐπὶ πύλην τοῦ βορρᾶ ὃν τρόπον τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ διεμέτρησε τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην πήχεις ἑκατόν.
Poslije me odvede k jugu, i gle, bjehu vrata prema jugu; i izmjeri im dovratnike i trijemove, i bješe ista mjera.
καὶ ἤγαγέ με κατὰ νότον, καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς νότον, καὶ διεμέτρησεν αὐτὴν καὶ τὰ θεὲ καὶ τὰ αἰλεῦ καὶ τὰ αἰλαμμὼ κατὰ τὰ μέτρα ταῦτα.
I bijahu prozori na njima i na trijemovima njihovijem unaokolo kao oni prozori; pedeset lakata bijaše u dužinu i dvadeset i pet lakata u širinu.
καὶ αἱ θυρίδες αὐτῆς καὶ τὰ αἰλαμμὼ κυκλόθεν καθὼς αἱ θυρίδες τοῦ αἰλάμ, πηχῶν πεντήκοντα τὸ μῆκος αὐτῆς καὶ πηχῶν εἰκοσιπέντε τὸ εὖρος αὐτῆς.
I iđaše se k njima uza sedam basamaka, i trijemovi bijahu pred njima, i palme jedna otuda a jedna odovuda po dovratnicima.
καὶ ἑπτὰ κλιμακτῆρες αὐτῇ, καὶ αἰλαμμὼ ἔσωθεν καὶ φοίνικες αὐτῇ, εἷς ἔνθεν καὶ εἷς ἔνθεν ἐπὶ τὰ αἰλεῦ.
I vrata od unutrašnjega trijema bijahu prema jugu; i izmjeri od vrata do vrata k jugu, i bješe sto lakata.
καὶ πύλη κατέναντι τῆς πύλης τῆς αὐλῆς τῆς ἐσωτέρας πρὸς νότον· καὶ διεμέτρησε τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην, πήχεις ἑκατὸν τὸ εὖρος πρὸς νότον.
Tada me uvede u unutrašnji trijem južnijem vratima; i izmjeri južna vrata, i bješe ista mjera.
Καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν τῆς πύλης τῆς πρὸς νότον καὶ διεμέτρησε τὴν πύλην κατὰ τὰ μέτρα ταῦτα
I klijeti njihove i dovratnici i trijemovi bijahu iste mjere, i prozori na njima i na trijemovima unaokolo; pedeset lakata bijaše u dužinu i dvadeset i pet lakata u širinu.
καὶ τὰ θεὲ καὶ τὰ αἰλεῦ καὶ τὰ αἰλαμμὼ κατὰ τὰ μέτρα ταῦτα· καὶ θυρίδες αὐτῇ καὶ τῷ αἰλαμμὼ κύκλῳ· πήχεις πεντήκοντα τὸ μῆκος αὐτῆς καὶ τὸ εὖρος πήχεις εἰκοσιπέντε.
I trijemovi bijahu unaokolo, dvadeset i pet lakata u dužinu i pet lakata u širinu.
I trijemovi im bijahu prema spoljašnjem trijemu, i palme po dovratnicima, i uz osam basamaka iđaše se k njima.
καὶ αἰλαμμὼ εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν καὶ φοίνικες τῷ αἰλεῦ, καὶ ὀκτὼ κλιμακτῆρες.
Potom me odvede u unutrašnji trijem k istoku, i izmjeri vrata, i bješe ista mjera;
καὶ εἰσήγαγέ με εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς καὶ διεμέτρησεν αὐτὴν κατὰ τὰ μέτρα ταῦτα
I klijeti im i dovratnici i trijemovi bjehu iste mjere; i bjehu prozori na njima i na trijemovima njihovijem unaokolo; u dužinu bješe pedeset lakata a u širinu dvadeset i pet lakata;
καὶ τὰ θεὲ καὶ τὰ αἰλεῦ καὶ τὰ αἰλαμμὼ κατὰ τὰ μέτρα ταῦτα· καὶ θυρίδες αὐτῇ καὶ τῷ αἰλαμμὼ κύκλῳ, πήχεις πεντήκοντα μῆκος αὐτῆς καὶ εὖρος αὐτῆς πήχεις εἰκοσιπέντε.
I trijemovi im bjehu prema spoljašnjem trijemu, i palme po dovratnicima i tamo i amo, i uz osam basamaka iđaše se k njima.
καὶ αἰλαμμὼ εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ φοίνικες ἐπὶ τοῦ αἰλεῦ ἔνθεν καὶ ἔνθεν, καὶ ὀκτὼ κλιμακτῆρες αὐτῇ.
Potom odvede me na sjeverna vrata i izmjeri ih, i bjehu iste mjere.
καὶ εἰσήγαγέ με εἰς τὴν πύλην τὴν πρὸς βορρᾶν καὶ διεμέτρησε κατὰ τὰ μέτρα ταῦτα
Tako i klijeti im i dovratnici i trijemovi i prozori unaokolo; u dužinu pedeset lakata a u širinu dvadeset i pet lakata.
καὶ τὰ θεὲ καὶ τὰ αἰλεῦ καὶ τὰ αἰλαμμώ· καὶ θυρίδες αὐτῇ κύκλῳ καὶ τῷ αἰλαμμὼ αὐτῆς· πήχεις πεντήκοντα μῆκος αὐτῆς καὶ εὖρος πήχεις εἰκοσιπέντε.
I dovratnici im bijahu prema spoljašnjem trijemu, i palme po dovratnicima i tamo i amo, i uz osam basamaka iđaše se k njima.
καὶ τὰ αἰλαμμὼ εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, καὶ φοίνικες τῷ αἰλεῦ ἔνθεν καὶ ἔνθεν, καὶ ὀκτὼ κλιμακτῆρες αὐτῇ.
I klijeti s vratima bijahu kod dovratnika tijeh vrata, ondje se prahu žrtve paljenice.
τὰ παστοφόρια αὐτῆς καὶ τὰ θυρώματα αὐτῆς καὶ τὰ αἰλαμμὼ αὐτῆς ἐπὶ τῆς πύλης τῆς δευτέρας ἔκρυσις,
A u trijemu od vrata bijahu dva stola s jedne strane i dva stola s druge strane da se na njima kolju žrtve paljenice i žrtve za grijeh i za krivicu;
ὅπως σφάζωσιν ἐν αὐτῇ τὰ ὑπὲρ ἁμαρτίας καὶ τὰ ὑπὲρ ἀγνοίας·
I na strani spolja kako se ulazi na sjeverna vrata bijahu dva stola, i na drugoj strani u trijemu od istijeh vrata bijahu dva stola;
καὶ κατὰ νώτου τοῦ ρύακος τῶν ὁλοκαυτωμάτων τῆς βλεπούσης πρὸς βορρᾶν δύο τράπεζαι πρὸς ἀνατολὰς καὶ κατὰ νώτου τῆς δευτέρας καὶ τοῦ αἰλὰμ τῆς πύλης δύο τράπεζαι κατὰ ἀνατολάς,
Četiri stola bjehu s jedne strane i četiri s druge strane uz vrata, osam stolova, na kojima se koljaše.
τέσσαρες ἔνθεν καὶ τέσσαρες ἔνθεν κατὰ νώτου τῆς πύλης, ἐπ' αὐτὰς σφάξουσι τὰ θύματα κατέναντι τῶν ὀκτὼ τραπεζῶν τῶν θυμάτων.
A četiri stola za žrtvu paljenicu bjehu od tesanoga kamena, u dužinu podrug lakta, i podrug lakta u širinu a u visinu jedan lakat, i na njima se ostavljaše oruđe kojim se koljahu žrtve paljenice i druge žrtve.
καὶ τέσσαρες τράπεζαι τῶν ὁλοκαυτωμάτων λίθιναι λελαξευμέναι πήχεως καὶ ἡμίσους τὸ πλάτος καὶ πήχεων δύο καὶ ἡμίσους τὸ μῆκος καὶ ἐπὶ πῆχυν τὸ ὕψος, ἐπ' αὐτὰς ἐπιθήσουσι τὰ σκεύη, ἐν οἷς σφάζουσιν ἐκεῖ τὰ ὁλοκαυτώματα καὶ τὰ θύματα.
I unutra bijahu kuke s podlanice svuda unaokolo, a na stolove se metaše meso od žrtava.
καὶ παλαιστὴν ἕξουσιν γεῖσος λελαξευμένον ἔσωθεν κύκλῳ καὶ ἐπὶ τὰς τραπέζας ἐπάνωθεν στέγας τοῦ καλύπτεσθαι ἀπὸ τοῦ ὑετοῦ καὶ ἀπὸ τῆς ξηρασίας.
I spolja pred vratima unutrašnjim bjehu klijeti za pjevače u unutrašnjem trijemu; jedne bjehu uz vrata sjeverna i gledahu prema jugu a druge bjehu uz istočna vrata i gledahu prema sjeveru.
καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ δύο ἐξέδραι ἐν τῇ αὐλῇ τῇ ἐσωτέρᾳ, μία κατὰ νώτου τῆς πύλης τῆς βλεπούσης πρὸς βορρᾶν φέρουσα πρὸς νότον καὶ μία κατὰ νώτου τῆς πύλης τῆς πρὸς νότον, βλεπούσης δὲ πρὸς βορρᾶν.
Tada mi reče: ove klijeti što gledaju na jug jesu za sveštenike koji služe oko doma;
καὶ εἶπε πρός με· ἡ ἐξέδρα αὕτη ἡ βλέπουσα πρὸς νότον τοῖς ἱερεῦσι τοῖς φυλάσσουσι τὴν φυλακὴν τοῦ οἴκου,
A one klijeti što gledaju na sjever jesu za sveštenike koji služe kod oltara; to su sinovi Sadokovi, koji između sinova Levijevih pristupaju ka Gospodu da mu služe.
καὶ ἡ ἐξέδρα ἡ βλέπουσα πρὸς βορρᾶν τοῖς ἱερεῦσι τοῖς φυλάσσουσι τὴν φυλακὴν τοῦ θυσιαστηρίου· ἐκεῖνοί εἰσιν οἱ υἱοὶ Σαδδοὺκ οἱ ἐγγίζοντες ἐκ τοῦ Λευΐ πρὸς Κύριον λειτουργεῖν αὐτῷ.
Potom izmjeri trijem, i bješe u dužinu sto lakata i u širinu sto lakata, četvrtast; i oltar bijaše pred domom.
καὶ διεμέτρησε τὴν αὐλὴν μῆκος πηχῶν ἑκατὸν καὶ εὖρος πήχεις ἑκατὸν ἐπὶ τὰ τέσσαρα μέρη αὐτῆς καὶ τὸ θυσιαστήριον ἀπέναντι τοῦ οἴκου.
Poslije me odvede u trijem od doma, i izmjeri dovratnike trijemu, i bješe pet lakata otud i pet lakata odovud; a vrata bjehu široka tri lakta otud i tri lakta odovud;
Καὶ εἰσήγαγέ με εἰς τὸ αἰλὰμ τοῦ οἴκου. καὶ διεμέτρησε τὸ αἲλ τοῦ αἰλὰμ πηχῶν πέντε τὸ πλάτος ἔνθεν καὶ πηχῶν πέντε ἔνθεν, καὶ τὸ εὖρος τοῦ θυρώματος πηχῶν δεκατεσσάρων, καὶ ἐπωμίδες τῆς θύρας τοῦ αἰλὰμ πηχῶν τριῶν ἔνθεν καὶ πηχῶν τριῶν ἔνθεν.
Dužina trijemu bješe dvadeset lakata a širina jedanaest lakata, i uz basamake se iđaše k njemu, i stupovi bijahu uz dovratnike, jedan otud i jedan odovud.
καὶ τὸ μῆκος τοῦ αἰλὰμ πηχῶν εἴκοσι καὶ τὸ εὖρος πηχῶν δώδεκα· καὶ ἐπὶ δέκα ἀναβαθμῶν ἀνέβαινον ἐπ' αὐτό· καὶ στῦλοι ἦσαν ἐπὶ τὸ αἰλάμ, εἷς ἔνθεν καὶ εἷς ἔνθεν.