Stari zavet
Opet mi dođe riječ Gospodnja govoreći:
ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
Sine čovječji, okreni lice svoje prema Gogu u zemlji Magogu, knezu i glavi u Mesehu i Tuvalu, i prorokuj na nj;
υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Γὼγ καὶ τὴν γῆν τοῦ Μαγώγ, ἄρχοντα Ρώς, Μοσὸχ καὶ Θοβέλ, καὶ προφήτευσον ἐπ' αὐτὸν
I reci: ovako veli Gospod Gospod: evo me na tebe, Gože, kneže i glavo Mesehu i Tuvalu;
καὶ εἰπὸν αὐτῷ τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γὼγ ἄρχοντα Ρώς, Μοσὸχ καὶ Θοβὲλ
I vratiću te natrag, i metnuću ti žvale u čeljusti, i izvešću tebe i svu vojsku tvoju, konje i konjike, sve dobro odjevene, zbor veliki sa štitovima i štitićima, sve koji mačem mašu,
καὶ συνάξω σε καὶ πᾶσαν τὴν δύναμίν σου, ἵππους καὶ ἱππεῖς ἐνδεδυμένους θώρακας πάντας, συναγωγῇ πολλῇ, πέλται καὶ περικεφαλαῖαι καὶ μάχαιραι,
S njima Persijance, Etiopljane i Puteje, sve sa štitovima i pod šljemovima,
Πέρσαι καὶ Αἰθίοπες καὶ Λίβυες, πάντες περικεφαλαίαις καὶ πέλταις,
Gomera i sve čete njegove, dom Togarmin sa sjevernoga kraja i sve čete njegove, mnoge narode s tobom.
Γομὲρ καὶ πάντες οἱ περὶ αὐτόν, οἶκος τοῦ Θεργαμὰ ἀπ' ἐσχάτου βορρᾶ καὶ πάντες οἱ περὶ αὐτόν, καὶ ἔθνη πολλὰ μετὰ σοῦ·
Pripravi se i spremi se ti i sve ljudstvo tvoje, što se sabralo kod tebe, i budi im stražar.
ἑτοιμάσθητι, ἑτοίμασον σεαυτὸν σύ, καὶ πᾶσα ἡ συναγωγή σου ἡ συνηγμένη μετὰ σοῦ καὶ ἔσῃ μοι εἰς προφυλακήν.
Poslije mnogo vremena bićeš pohođen, i pošljednjih godina doći ćeš u zemlju izbavljenu od mača i sabranu iz mnogih naroda, u gore Izrailjeve, koje bjehu jednako puste, a oni će izvedeni iz naroda svi živjeti bez straha.
ἀφ' ἡμερῶν πλειόνων ἑτοιμασθήσεται καὶ ἐπ' ἐσχάτου ἐτῶν ἐλεύσεται καὶ ἥξει εἰς τὴν γῆν τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας, συνηγμένων ἀπὸ ἐθνῶν πολλῶν, ἐπὶ γῆν Ἰσραήλ, ἣ ἐγενήθη ἔρημος δι' ὅλου· καὶ οὗτος ἐξ ἐθνῶν ἐξελήλυθε καὶ κατοικήσουσιν ἐπ' εἰρήνης ἅπαντες.
I podignućeš se, i doći ćeš kao bura, bićeš kao oblak da pokriješ zemlju ti i sve čete tvoje i mnogi narodi s tobom.
καὶ ἀναβήσῃ ὡς ὑετὸς καὶ ἥξεις ὡς νεφέλη κατακαλύψαι γῆν καὶ ἔσῃ σὺ καὶ πάντες οἱ περὶ σὲ καὶ ἔθνη πολλὰ μετὰ σοῦ.
Ovako veli Gospod Gospod: i tada će ti doći u srce stvari, i smišljaćeš zle misli.
τάδε λέγει Κύριος Κύριος· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναβήσεται ρήματα ἐπὶ τὴν καρδίαν σου, καὶ λογιῇ λογισμοὺς πονηροὺς
I reći ćeš: idem na zemlju gdje su sela, i udariću na mirni narod koji živi bez straha, koji svi žive u mjestima bez zidova i nemaju ni prijevornica ni vrata,
καὶ ἐρεῖς· ἀναβήσομαι ἐπὶ γῆν ἀπερριμμένην, ἥξω ἐπὶ ἡσυχάζοντας ἐν ἡσυχίᾳ καὶ οἰκοῦντας ἐπ' εἰρήνης, πάντας κατοικοῦντας γῆν, ἐν ᾗ οὐχ ὑπάρχει τεῖχος οὐδὲ μοχλοί, καὶ θύραι οὐκ εἰσὶν αὐτοῖς.
Da naplijeniš plijena i nagrabiš grabeža, da posegneš rukom svojom na pustinje naseljene i na narod sabrani iz naroda, koji se bavi stokom i imanjem, i živi usred zemlje.
προνομεῦσαι προνομὴν καὶ σκῦλα σκυλεῦσαι αὐτῶν, τοῦ ἐπιστρέψαι χεῖράς μου εἰς τὴν ἠρημωμένην, ἣ κατῳκίσθη, καὶ ἐπ' ἔθνος συνηγμένον ἀπὸ ἐθνῶν πολλῶν, πεποιηκότας κτήσεις, κατοικοῦντας ἐπὶ τὸν ὀμφαλὸν τῆς γῆς.
Sava i Dedan i trgovci Tarsiski i svi lavići njegovi kazaće ti: jesi li došao da plijeniš plijen? jesi li skupio ljudstvo svoje da grabiš grabež? da odneseš srebro i zlato, da uzmeš stoku i trg, da naplijeniš mnogo plijena?
Σαββὰ καὶ Δαιδὰν καὶ ἔμποροι Καρχηδόνιοι καὶ πᾶσαι αἱ κῶμαι αὐτῶν ἐροῦσί σοι· εἰς προνομὴν τοῦ προνομεῦσαι σὺ ἔρχῃ καὶ σκυλεῦσαι σκῦλα; συνήγαγες συναγωγήν σου λαβεῖν ἀργύριον καὶ χρυσίον, ἀπενέγκασθαι κτῆσιν τοῦ σκυλεῦσαι σκῦλα.
Zato prorokuj, sine čovječji, i reci Gogu: ovako veli Gospod Gospod: u ono vrijeme, kad će moj narod Izrailj živjeti bez straha, nećeš li znati?
διὰ τοῦτο προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ Γώγ· τάδε λέγει Κύριος· οὐκ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῷ κατοικισθῆναι τόν λαόν μου Ἰσραὴλ ἐπ' εἰρήνης ἐγερθήσῃ;
I doći ćeš iz svoga mjesta, sa sjevernoga kraja, ti i mnogi narodi s tobom, svi jašući na konjma, mnoštvo veliko i vojska velika.
καὶ ἥξεις ἐκ τοῦ τόπου σου ἀπ' ἐσχάτου βορρᾶ καὶ ἔθνη πολλὰ μετὰ σοῦ, ἀναβάται ἵππων πάντες, συναγωγὴ μεγάλη καὶ δύναμις πολλή,
I podignućeš se na moj narod Izrailja kao oblak da pokriješ zemlju; u pošljednje vrijeme dovešću te na zemlju svoju da me poznadu narodi kad se posvetim u tebi pred njima, Gože!
καὶ ἀναβήσῃ ἐπὶ τὸν λαόν μου Ἰσραὴλ ὡς νεφέλη καλύψαι γῆν· ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἔσται, καὶ ἀνάξω σε ἐπὶ τὴν γῆν μου, ἵνα γνῶσι πάντα τὰ ἔθνη ἐμὲ ἐν τῷ ἁγιασθῆναί με ἐν σοὶ ἐνώπιον αὐτῶν.
Ovako veli Gospod Gospod: nijesi li ti onaj o kom govorih u staro vrijeme preko sluga svojih, proroka Izrailjevijeh, koji prorokovaše u ono vrijeme godinama da ću te dovesti na njih.
τάδε λέγει Κύριος Κύριος τῷ Γώγ· σὺ εἶ περὶ οὗ ἐλάλησα πρὸ ἡμερῶν τῶν ἔμπροσθεν διά χειρὸς τῶν δούλων μου τῶν προφητῶν τοῦ Ἰσραήλ, ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἔτεσι, τοῦ ἀναγαγεῖν σε ἐπ' αὐτούς.
A kad dođe Gog na zemlju Izrailjevu, govori Gospod Gospod, onda će se podignuti jarost moja u gnjevu mom.
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ἡμέρᾳ, ᾗ ἂν ἔλθῃ Γὼγ ἐπὶ τὴν γῆν τοῦ Ἰσραήλ, λέγει Κύριος Κύριος, ἀναβήσεται ὁ θυμός μου
I u revnosti svojoj, u ognju gnjeva svojega govoriću: doista, tada će biti drhat veliki u zemlji Izrailjevoj.
καὶ ὁ ζῆλός μου. ἐν πυρὶ τῆς ὀργῆς μου ἐλάλησα, εἰ μὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται σεισμὸς μέγας ἐπὶ γῆς Ἰσραήλ.
I ribe morske i ptice nebeske i zvijeri poljske i sve što gamiže po zemlji, i svi ljudi po zemlji zadrhtaće od mene, i gore će se razvaliti i vrleti popadati, i svi će zidovi popadati na zemlju.
καὶ σεισθήσονται ἀπὸ προσώπου Κυρίου οἱ ἰχθύες τῆς θαλάσσης καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ θηρία τοῦ πεδίου καὶ πάντα τὰ ἑρπετὰ τὰ ἕρποντα ἐπὶ τῆς γῆς, καὶ πάντες οἱ ἄνθρωποι οἱ ἐπὶ προσώπου τῆς γῆς, καὶ ραγήσεται τά ὄρη καὶ πεσοῦνται αἱ φάραγγες, καὶ πᾶν τεῖχος ἐπὶ τὴν γῆν πεσεῖται.
I dozvaću na nj mač po svijem gorama svojim, govori Gospod Gospod: mač će se svakoga obratiti na brata njegova.
καὶ καλέσω ἐπ' αὐτὸν πᾶν φόβον, λέγει Κύριος· μάχαιρα ἀνθρώπου ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ ἔσται.
I sudiću mu pomorom i krvlju; i pustiću na nj i na čete njegove i na mnoge narode, koji budu s njim, silan dažd, kamenje od grada, oganj i sumpor.
καὶ κρινῶ αὐτὸν θανάτῳ καὶ αἵματι καὶ ὑετῷ κατακλύζοντι καὶ λίθοις χαλάζης, καὶ πῦρ καὶ θεῖον βρέξω ἐπ' αὐτὸν καὶ ἐπὶ πάντας τοὺς μετ' αὐτοῦ καὶ ἐπ' ἔθνη πολλὰ μετ' αὐτοῦ.
I proslaviću se i posvetiću se i biću poznat pred mnogim narodima, i poznaće da sam ja Gospod.
καὶ μεγαλυνθήσομαι καὶ ἁγιασθήσομαι καὶ ἐνδοξασθήσομαι καὶ γνωσθήσομαι ἐναντίον ἐθνῶν πολλῶν. καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.