Jezekilj 37

Stari zavet

1

Ruka Gospodnja dođe nada me, i Gospod me izvede u duhu, i postavi me usred polja, koje bijaše puno kosti.

ΚΑΙ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι Κύριος καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων·

0
2

I provede me pokraj njih unaokolo, i gle, bijaše ih vrlo mnogo u polju, i gle, bijahu vrlo suhe.

καὶ περιήγαγέ με ἐπ' αὐτὰ κυκλόθεν κύκλῳ, καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, ξηρὰ σφόδρα.

0
3

I reče mi: sine čovječji, hoće li oživjeti ove kosti? A ja rekoh: Gospode Gospode, ti znaš.

καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστέα ταῦτα; καὶ εἶπα· Κύριε Κύριε, σὺ ἐπίστῃ ταῦτα.

0
4

Tada mi reče: prorokuj za te kosti, i kaži im: suhe kosti, čujte riječ Gospodnju.

καὶ εἶπε πρός με· προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα καὶ ἐρεῖς αὐτοῖς· τὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον Κυρίου.

0
5

Ovako govori Gospod Gospod ovijem kostima: gle, ja ću metnuti u vas duh, i oživjećete.

τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις· ἰδοὺ ἐγὼ φέρω ἐφ' ὑμᾶς πνεῦμα ζωῆς

0
6

I metnuću na vas žile, i obložiću vas mesom, i navući ću na vas kožu, i metnuću u vas duh, i oživjećete, i poznaćete da sam ja Gospod.

καὶ δώσω ἐφ' ὑμᾶς νεῦρα καὶ ἀνάξω ἐφ' ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ' ὑμᾶς δέρμα καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε· καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος.

0
7

Tada stadoh prorokovati, kako mi se zapovjedi; a kad prorokovah nasta glas, i gle potres, i kosti se pribirahu svaka ka svojoj kosti.

καὶ ἐπροφήτευσα καθὼς ἐνετείλατό μοι. καὶ ἐγένετο ἐν τῷ ἐμὲ προφητεῦσαι καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτοῦ.

0
8

I pogledah, i gle, po njima izidoše žile i meso, i ozgo se koža navuče; ali duha ne bješe u njima.

καὶ εἶδον καὶ ἰδοὺ ἐπ' αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶ ἀνέβαινεν ἐπ' αὐτὰ δέρμα ἐπάνω, καὶ πνεῦμα οὐκ ἦν ἐπ' αὐτοῖς.

0
9

Tada mi reče: prorokuj duhu, prorokuj, sine čovječji, i reci duhu: ovako veli Gospod Gospod: od četiri vjetra dođi, duše, i duni na ove pobijene da ožive.

καὶ εἶπε πρός με· προφήτευσον ἐπὶ τὸ πνεῦμα, προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ πνεύματι· τάδε λέγει Κύριος· ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθὲ καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν.

0
10

I prorokovah, kako mi se zapovjedi, i uđe u njih duh, i oživješe, i stadoše na noge, bješe vojska vrlo velika.

καὶ ἐπροφήτευσα καθότι ἐνετείλατό μοι· καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ πνεῦμα, καὶ ἔζησαν καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν, συναγωγὴ πολλὴ σφόδρα.

0
11

Tada mi reče: sine čovječji, ove su kosti sav dom Izrailjev; gle, govore: posahnuše kosti naše i prođe nadanje naše, propadosmo.

καὶ ἐλάλησε Κύριος πρός με λέγων· υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ἰσραήλ ἐστι, καὶ αὐτοὶ λέγουσι· ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν.

0
12

Zato prorokuj, i kaži im: ovako veli Gospod Gospod: evo, ja ću otvoriti grobove vaše, i izvešću vas iz grobova vaših, narode moj, i dovešću vas u zemlju Izrailjevu.

διὰ τοῦτο προφήτευσον καὶ εἰπὸν πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἀνοίγω τὰ μνήματα ὑμῶν καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραήλ,

0
13

I poznaćete da sam ja Gospod, kad otvorim grobove vaše, i izvedem vas iz grobova vaših, narode moj.

καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ ἀνοῖξαί με τοὺς τάφους ὑμῶν τοῦ ἀναγαγεῖν με ἐκ τῶν τάφων τὸν λαόν μου.

0
14

I metnuću duh svoj u vas da oživite, i naseliću vas u vašoj zemlji, i poznaćete da ja govorim i činim, govori Gospod.

καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος· λελάληκα καὶ ποιήσω, λέγει Κύριος.

0
15

Opet mi dođe riječ Gospodnja govoreći:

Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·

0
16

Ti, sine čovječji, uzmi jedno drvo, i napiši na njemu: Judi i sinovima Izrailjevijem, drugovima njegovijem. Pa onda uzmi drugo drvo, i na njemu napiši: Josifu drvo Jefremovo i svega doma Izrailjeva, drugova njegovijeh.

υἱὲ ἀνθρώπου, λαβὲ σεαυτῷ ράβδον καὶ γράψον ἐπ' αὐτὴν τὸν Ἰούδαν καὶ τοὺς υἱοὺς Ἰσραὴλ τοὺς προσκειμένους ἐπ' αὐτόν· καὶ ράβδον δευτέραν λήψῃ σεαυτῷ καὶ γράψεις αὐτὴν τῷ Ἰωσήφ, ράβδον Ἐφραὶμ καὶ πάντας τοὺς υἰοὺς Ἰσραὴλ τοὺς προστεθέντας πρὸς αὐτόν.

0
17

I sastavi ih jedno s drugim da budu kao jedno u tvojoj ruci.

καὶ συνάψεις αὐτὰς πρὸς ἀλλήλας σαυτῷ εἰς ράβδον μίαν τοῦ δῆσαι αὐτάς, καὶ ἔσονται ἐν τῇ χειρί σου.

0
18

I kad ti reku sinovi tvoga naroda govoreći: hoćeš li nam kazati šta ti je to?

καὶ ἔσται ὅταν λέγωσι πρὸς σὲ οἱ υἱοὶ τοῦ λαοῦ σου· οὐκ ἀναγγέλλεις ἡμῖν τί ἐστι ταῦτά σοι;

0
19

Reci im: ovako veli Gospod Gospod: evo, ja ću uzeti drvo Josifovo, što je u Jefremovoj ruci, i plemena Izrailjevijeh, drugova njegovijeh, i sastaviću ga s drvetom Judinijem, i načiniću od njih jedno drvo, i biće jedno u mojoj ruci.

καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ λήψομαι τὴν φυλὴν Ἰωσήφ, τὴν διὰ χειρὸς Ἐφραίμ, καὶ τὰς φυλὰς Ἰσραὴλ τὰς προσκειμένας πρὸς αὐτὸν καὶ δώσω αὐτοὺς ἐπὶ τὴν φυλὴν Ἰούδα, καὶ ἔσονται εἰς ράβδον μίαν τῇ χειρὶ Ἰούδα.

0
20

I drveta, na kojima napišeš, neka ti budu u ruci pred njima.

καὶ ἔσονται αἱ ράβδοι, ἐφ' αἷς σὺ ἔγραψας ἐπ' αὐταῖς, ἐν τῇ χειρί σου ἐνώπιον αὐτῶν,

0
21

I reci im: ovako veli Gospod Gospod: evo, ja ću uzeti sinove Izrailjeve iz naroda u koje otidoše, i sabraću ih otsvuda, i dovešću ih u zemlju njihovu.

καὶ ἐρεῖς αὐτοῖς· τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ λαμβάνω πάντα οἶκον Ἰσραὴλ ἐκ μέσου τῶν ἐθνῶν, οὗ εἰσήλθοσαν ἐκεῖ, καὶ συνάξω αὐτοὺς ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν τοῦ Ἰσραήλ·

0
22

I načiniću od njih jedan narod u zemlji, na gorama Izrailjevijem, i jedan će car biti car svjema njima, niti će više biti dva naroda, niti će više biti razdijeljeni u dva carstva.

καὶ δώσω αὐτοὺς εἰς ἔθνος ἓν ἐν τῇ γῇ μου καὶ ἐν τοῖς ὄρεσιν Ἰσραήλ, καὶ ἄρχων εἷς ἔσται αὐτῶν, καὶ οὐκ ἔσονται ἔτι εἰς δύο ἔθνη, οὐδὲ μὴ διαιρεθῶσιν οὐκέτι εἰς δύο βασιλείας,

0
23

I neće se više skvrniti gadnijem bogovima svojim ni gnusobama svojim niti kakijem prijestupima svojim, i izbaviću ih iz svijeh stanova njihovijeh u kojima griješiše, i očistiću ih, i oni će mi biti narod i ja ću im biti Bog.

ἵνα μὴ μιαίνωνται ἔτι ἐν τοῖς εἰδώλοις αὐτῶν. καὶ ρύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν, ὧν ἡμάρτοσαν ἐν αὐταῖς, καὶ καθαριῶ αὐτούς, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς Θεόν.

0
24

I sluga moj David biće im car, i svi će imati jednoga pastira, i hodiće po mojim zakonima, i uredbe će moje držati i izvršivati.

καὶ ὁ δοῦλός μου Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν ἔσται ποιμὴν εἷς πάντων· ὅτι ἐν τοῖς προστάγμασί μου πορεύσονται καὶ τὰ κρίματά μου φυλάξονται καὶ ποιήσουσιν αὐτά.

0
25

I sjedjeće u zemlji koju dadoh sluzi svojemu Jakovu, u kojoj sjedješe oci vaši; u njoj će sjedjeti oni i sinovi njihovi i sinovi sinova njihovijeh dovijeka, i David sluga moj biće im knez dovijeka.

καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν, ἣν ἐγὼ δέδωκα τῷ δούλῳ μου Ἰακώβ, οὗ κατῴκησαν ἐκεῖ οἱ πατέρες αὐτῶν· καὶ κατοικήσουσιν ἐπ' αὐτῆς αὐτοί, καὶ Δαυὶδ ὁ δοῦλός μου ἄρχων αὐτῶν ἔσται εἰς τὸν αἰῶνα.

0
26

I učiniću s njima zavjet mirni, biće vječan zavjet s njima, i utvrdiću ih i umnožiću ih, i namjestiću svetinju svoju usred njih navijek.

καὶ διαθήσομαι αὐτοῖς διαθήκην εἰρήνης, διαθήκη αἰωνία ἔσται μετ' αὐτῶν· καὶ θήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα.

0
27

I šator će moj biti kod njih, i ja ću im biti Bog i oni će mi biti narod.

καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτοῖς Θεός, καὶ αὐτοί μου ἔσονται λαός.

0
28

I narod će poznati da sam ja Gospod koji posvećujem Izrailja, kad svetinja moja bude usred njih dovijeka.

καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτοὺς ἐν τῷ εἶναι τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα.

0