Stari zavet
Opet mi dođe riječ Gospodnja govoreći:
ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
Sine čovječji, okreni lice svoje prema sinovima Amonovijem i prorokuj na njih.
υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν καὶ προφήτευσον ἐπ' αὐτοὺς
I reci sinovima Amonovijem: čujte riječ Gospoda Gospoda; ovako veli Gospod Gospod: što si govorio: aha! za svetinju moju, što se oskvrni, i za zemlju Izrailjevu, što opustje, i za dom Judin, što otide u ropstvo;
καὶ ἐρεῖς τοῖς υἱοῖς Ἀμμών· ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου, ὅτι ἐβεβηλώθη, καὶ ἐπὶ τὴν γῆν τοῦ Ἰσραήλ, ὅτι ἠφανίσθη, καὶ ἐπὶ τὸν οἶκον τοῦ Ἰούδα, ὅτι ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ,
Zato, evo, ja ću te dati u našljedstvo istočnijem narodima, i pogradiće u tebi dvorove sebi, i načiniće sebi kolibe u tebi; oni će jesti plodove tvoje i piti mlijeko tvoje.
διὰ τοῦτο ἰδοὺ ἐγὼ παραδίδωμι ὑμᾶς τοῖς υἱοῖς Κεδὲμ εἰς κληρονομίαν, καὶ κατασκηνώσουσιν ἐν τῇ ἀπαρτίᾳ αὐτῶν ἐν σοὶ καὶ δώσουσιν ἐν σοὶ τὰ σκηνώματα αὐτῶν· αὐτοὶ φάγονται τοὺς καρπούς σου, καὶ αὐτοὶ πίονται τὴν πιότητά σου.
I od Rave ću načiniti obor kamilama i od zemlje sinova Amonovijeh tor ovčji, i poznaćete da sam ja Gospod.
καὶ δώσω τὴν πόλιν τοῦ Ἀμμὼν εἰς νομὰς καμήλων καὶ τοὺς υἱοὺς Ἀμμὼν εἰς νομὴν προβάτων· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.
Jer ovako veli Gospod Gospod: što si pljeskao rukama i lupao nogom i veselio se iz srca što si opustošio svu zemlju Izrailjevu,
διότι τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐκρότησας τὴν χεῖρά σου καὶ ἐψόφησας τῷ ποδί σου καὶ ἐπέχαρας ἐκ ψυχῆς σου ἐπὶ τὴν γῆν τοῦ Ἰσραήλ,
Zato, evo, ja ću dignuti ruku svoju na te, i daću te narodima da te plijene, i istrijebiću te između naroda i zatrću te između zemalja, i iskorijeniću te, i poznaćeš da sam ja Gospod.
διὰ τοῦτο ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοῖς ἔθνεσι καὶ ἐξολοθρεύσω σε ἐκ τῶν λαῶν καὶ ἀπολῶ σε ἐκ τῶν χωρῶν ἀπωλείᾳ· καὶ ἐπιγνώσῃ διότι ἐγὼ Κύριος.
Ovako veli Gospod Gospod: što govori Moav i Sir: eto, dom je Judin kao svi narodi;
Τάδε λέγει Κύριος· ἀνθ' ὧν εἶπε Μωάβ· ἰδοὺ ὃν τρόπον πάντα τὰ ἔθνη οἶκος Ἰσραὴλ καὶ Ἰούδα,
Zato, evo, ja ću otvoriti stranu Moavovu od gradova, od gradova na međi, krasnu zemlju Vet-jesimotsku, Valmeonsku i Kirijatajimsku,
διὰ τοῦτο ἰδοὺ ἐγὼ παραλύω τὸν ὦμον Μωὰβ ἀπὸ πόλεων ἀκρωτηρίων αὐτοῦ, ἐκλεκτὴν γῆν, οἶκον Ἀσιμοὺθ ἐπάνω πηγῆς πόλεως παραθαλασσίας.
Narodima istočnijem iza zemlje sinova Amonovijeh, i daću im je u našljedstvo da nema spomena sinovima Amonovijem među narodima.
τοῖς υἱοῖς Κεδὲμ ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν δέδωκα αὐτοὺς εἰς κληρονομίαν, ὅπως μὴ μνεία γένηται τῶν υἱῶν Ἀμμών·
I na Moavcima ću izvršiti svoje sudove, i poznaće da sam ja Gospod.
καὶ εἰς Μωὰβ ποιήσω ἐκδίκησιν, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος.
Ovako veli Gospod Gospod: što se Edom osveti domu Judinu i teško skrivi osvetivši im se,
Τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐποίησεν ἡ Ἰδουμαία ἐν τῷ ἐκδικῆσαι αὐτοὺς ἐκδίκησιν εἰς τὸν οἶκον Ἰούδα καὶ ἐμνησικάκησαν καὶ ἐξεδίκησαν δίκην,
Zato ovako veli Gospod Gospod: dignuću ruku svoju na Edomsku i istrijebiću iz nje i ljude i stoku, i obratiću je u pustoš, od Temana do Dedana pašće od mača.
διὰ τοῦτο τάδε λέγει Κύριος· καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τὴν Ἰδουμαίαν καὶ ἐξολοθρεύσω ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος καὶ θήσομαι αὐτὴν ἔρημον, καὶ ἐκ Θαιμὰν διωκόμενοι ἐν ρομφαίᾳ πεσοῦνται.
I osvetiću se Edomcima rukom naroda svojega Izrailja, i učiniće s Edomcima po gnjevu mojemu i po jarosti mojoj, i poznaće moju osvetu, govori Gospod Gospod.
καὶ δώσω ἐκδίκησίν μου ἐπὶ τὴν Ἰδουμαίαν ἐν χειρὶ λαοῦ μου Ἰσραήλ, καὶ ποιήσουσιν ἐν τῇ Ἰδουμαίᾳ κατὰ τὴν ὀργήν μου καὶ κατὰ τὸν θυμόν μου· καὶ ἐπιγνώσονται τὴν ἐκδίκησίν μου, λέγει Κύριος.
Ovako veli Gospod Gospod: što Filisteji radiše iz osvete, i osvetiše se radujući se iz srca i potirući iz stare mržnje,
Διὰ τοῦτο τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐποίησαν οἱ ἀλλόφυλοι ἐν ἐκδικήσει καὶ ἐξανέστησαν ἐκδίκησιν ἐπιχαίροντες ἐκ ψυχῆς τοῦ ἐξαλεῖψαι ἕως ἑνός,
Zato ovako veli Gospod Gospod: evo ja ću dignuti ruku svoju na Filisteje, i istrijebiću Hereteje, i potrću ostatak od primorja.
διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐκτείνω τὴν χεῖρά μου ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐξολοθρεύσω Κρῆτας καὶ ἀπολῶ τοὺς καταλοίπους τοὺς κατοικοῦντας τὴν παραλίαν·
I učiniću na njima veliku osvetu karanjem gnjevnijem, i poznaće da sam ja Gospod kad izvršim osvetu svoju na njima.
καὶ ποιήσω ἐν αὐτοῖς ἐκδικήσεις μεγάλας, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος ἐν τῷ δοῦναι τὴν ἐκδίκησίν μου ἐπ' αὐτούς.