Jezekilj 24

Stari zavet

1

Potom godine devete, desetoga mjeseca, desetoga dana, dođe mi riječ Gospodnja govoreći:

ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με ἐν τῷ ἔτει τῷ ἐνάτῳ, ἐν τῷ μηνὶ τῷ δεκάτῳ, δεκάτῃ τοῦ μηνός, λέγων·

0
2

Sine čovječji, zapiši ime ovoga dana, ovoga istoga dana; u taj dan dođe car Vavilonski na Jerusalim.

υἱὲ ἀνθρώπου, γράψον σεαυτῷ εἰς ἡμέραν ἀπὸ τῆς ἡμέρας ταύτης, ἀφ' ἧς ἀπηρείσατο βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλήμ, ἀπὸ τῆς ἡμέρας τῆς σήμερον,

0
3

I kaži priču tome domu odmetničkom, i reci im: ovako veli Gospod Gospod: pristavi lonac, pristavi, i nalij u nj vode.

καὶ εἰπὸν ἐπὶ τὸν οἶκον τὸν παραπικραίνοντα παραβολὴν καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἐπίστησον τὸν λέβητα καὶ ἔγχεον εἰς αὐτὸν ὕδωρ

0
4

Složi u nj dijelove, sve dobre dijelove, stegno i pleće, i napuni ga najboljih kostiju.

καὶ ἔμβαλε εἰς αὐτὸν τὰ διχοτομήματα, πᾶν διχοτόμημα καλόν, σκέλος καὶ ὦμον ἐκσεσαρκισμένα ἀπὸ τῶν ὀστῶν

0
5

Uzmi najbolje iz stada, i naloži kosti ispod njega, i uzvari dobro da se i kosti raskuhaju u njemu.

ἐξ ἐπιλέκτων κτηνῶν εἰλημμένων καὶ ὑπόκαιε τὰ ὀστᾶ ὑποκάτω αὐτῶν· ἔζεσεν ἔζεσε, καὶ ἥψηται τὰ ὀστᾶ αὐτῆς ἐν μέσῳ αὐτῆς.

0
6

Jer ovako veli Gospod Gospod: teško gradu krvničkom, loncu, na kom stoji zagorijel, s kojega neće da siđe zagorijel; povadi dio po dio; ždrijeb da se ne baci za nj.

διὰ τοῦτο τάδε λέγει Κύριος· ὦ πόλις αἱμάτων, λέβης ἐν ᾧ ἐστιν ἰὸς ἐν αὐτῷ, καὶ ὁ ἰὸς οὐκ ἐξῆλθεν ἐξ αὐτῆς· κατὰ μέλος αὐτῆς ἐξήνεγκεν, οὐκ ἔπεσεν ἐπ' αὐτὴν κλῆρος.

0
7

Jer je krv njegova usred njega; na go kamen metnu je, ne proli je na zemlju da se pokrije prahom.

ὅτι αἷμα αὐτῆς ἐν μέσῳ αὐτῆς ἐστιν, ἐπὶ λεωπετρίαν τέταχα αὐτό. οὐκ ἐκκέχυκα αὐτὸ ἐπὶ τὴν γῆν τοῦ καλύψαι ἐπ' αὐτὸ γῆν·

0
8

Raspalivši gnjev da učinim osvetu, metnuću krv njegovu na go kamen da se ne pokrije.

τοῦ ἀναβῆναι θυμὸν εἰς ἐκδίκησιν ἐκδικηθῆναι δέδωκα τὸ αἷμα αὐτῆς ἐπὶ λεωπετρίαν τοῦ μὴ καλύψαι αὐτό.

0
9

Zato ovako veli Gospod Gospod: teško gradu krvničkom! i ja ću naložiti velik oganj.

διὰ τοῦτο τάδε λέγει Κύριος· κἀγὼ μεγαλυνῶ τὸν δαλὸν

0
10

Nanesi drva, i raspali oganj, neka se stroši meso, začini korijenjem, i kosti neka izgore.

καὶ πληθυνῶ τὰ ξύλα καὶ ἀνακαύσω τὸ πῦρ, ὅπως τακῇ τὰ κρέα καὶ ἐλαττωθῇ ὁ ζωμὸς

0
11

Metni ga prazna na živo ugljevlje da se ugrije i izgori mjed njegova i da se stopi u njemu nečistota njegova i da nestane zagorijeli njegove.

καὶ στῇ ἐπὶ τοὺς ἄνθρακας, ὅπως προσκαυθῇ καὶ θερμανθῇ ὁ χαλκὸς αὐτῆς καὶ τακῇ ἐν μέσῳ ἀκαθαρσίας αὐτῆς, καὶ ἐκλίπῃ ὁ ἰὸς αὐτῆς,

0
12

Lažima dosadio mi je; zato neće izaći iz njega mnoga zagorijel njegova; u oganj će zagorijel njegova.

καὶ οὐ μὴ ἐξέλθῃ ἐξ αὐτῆς πολὺς ὁ ἰὸς αὐτῆς, καταισχυνθήσεται ὁ ἰὸς αὐτῆς,

0
13

U nečistoti je tvojoj grdilo tvoje; jer sam te čistio, ali se ti ne očisti; nećeš se više čistiti od nečistote svoje, dokle ne namirim gnjev svoj nad tobom.

ἀνθ' ὧν ἐμιαίνου σύ. καὶ τί ἐὰν μὴ καθαρισθῇς ἔτι, ἕως οὗ ἐμπλήσω τὸν θυμόν μου;

0
14

Ja Gospod govorih; doći će, i izvršiću; neću odustati niti ću žaliti niti ću se raskajati, po putovima tvojim i po djelima tvojim sudiće ti, govori Gospod Gospod.

ἐγὼ Κύριος λελάληκα, καὶ ἥξει, καὶ ποιήσω, οὐ διαστελῶ οὐδὲ μὴ ἐλεήσω· κατὰ τὰς ὁδούς σου, καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, λέγει Κύριος. διὰ τοῦτο ἐγὼ κρινῶ σε κατὰ τὰ αἵματά σου καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, ἡ ἀκάθαρτος, ἡ ὀνομαστὴ καὶ πολλὴ τοῦ παραπικραίνειν.

0
15

Opet mi dođe riječ Gospodnja govoreći:

Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·

0
16

Sine čovječji, evo ja ću ti uzeti želju očiju tvojih zlom, ali ne tuži ni plači, niti suza roni.

υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ λαμβάνω ἐκ σοῦ τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν σου ἐν παρατάξει· οὐ μὴ κοπῇς οὐδ' οὐ μὴ κλαυσθῇς.

0
17

Nemoj uzdisati, ne žali kako biva za mrtvijem, metni kapu na glavu, i obuću svoju obuj na noge, i usta svojih nemoj pokriti i hljeba ničijega ne jedi.

στεναγμὸς αἵματος, ὀσφύος, πένθους ἐστίν· οὐκ ἔσται τὸ τρίχωμά σου συμπεπλεγμένον ἐπὶ σὲ καὶ τὰ ὑποδήματά σου ἐν τοῖς ποσί σου, οὐ μὴ παρακληθῇς ἐν χείλεσιν αὐτῶν καὶ ἄρτον ἀνδρῶν οὐ μὴ φάγῃς.

0
18

I govorih ujutru narodu, a uveče mi umrije žena; i sjutradan učinih kako mi bješe zapovjeđeno.

καὶ ἐλάλησα πρὸς τὸν λαὸν τὸ πρωΐ, ὃν τρόπον ἐνετείλατό μοι, καὶ ἀπέθανεν ἡ γυνή μου ἑσπέρας, καὶ ἐποίησα τὸ πρωΐ ὃν τρόπον ἐπετάγη μοι.

0
19

I reče mi narod: hoćeš li nam kazati šta nam je to što radiš?

καὶ εἶπε πρός με ὁ λαός· οὐκ ἀναγγελεῖς ἡμῖν τί ἐστι ταῦτα, ἃ σὺ ποιεῖς;

0
20

I odgovorih im: dođe mi riječ Gospodnja govoreći:

καὶ εἶπα πρὸς αὐτούς· λόγος Κυρίου ἐγένετο πρός με λέγων·

0
21

Reci domu Izrailjevu: ovako veli Gospod Gospod: evo, ja ću oskvrniti svetinju svoju, veličanstvo sile vaše, želju očiju vaših i što je milo duši vašoj; i sinovi će vaši i kćeri vaše koje ostaviste pasti od mača.

εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ βεβηλῶ τὰ ἅγιά μου, φρύαγμα ἰσχύος ὑμῶν, ἐπιθυμήματα ὀφθαλμῶν ὑμῶν, καὶ ὑπὲρ ὧν φείδονται αἱ ψυχαὶ ὑμῶν· καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, οὓς ἐγκατελίπετε, ἐν ρομφαίᾳ πεσοῦνται.

0
22

I činićete kako ja činim: usta nećete pokriti i hljeba ničijega nećete jesti;

καὶ ποιήσετε ὃν τρόπον πεποίηκα· ἀπὸ στόματος αὐτῶν οὐ παρακληθήσεσθε καὶ ἄρτον ἀνδρῶν οὐ φάγεσθε,

0
23

I kape će vam biti na glavama i obuća na nogu; nećete tužiti ni plakati, nego ćete sa bezakonja svojih čiljeti i uzdisaćete jedan s drugim.

καὶ αἱ κόμαι ὑμῶν ἐπὶ τῆς κεφαλῆς ὑμῶν, καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν· οὔτε μὴ κόψησθε οὔτε μὴ κλαύσητε, καὶ ἐντακήσεσθε ἐν ταῖς ἀδικίαις ὑμῶν καὶ παρακαλέσετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ.

0
24

I Jezekilj će vam biti znak: činićete sve što on čini; kad to dođe, poznaćete da sam ja Gospod Gospod.

καὶ ἔσται Ἰεζεκιὴλ ὑμῖν εἰς τέρας· κατὰ πάντα, ὅσα ἐποίησα, ποιήσετε, ὅταν ἔλθῃ ταῦτα· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.

0
25

A ti, sine čovječji, u onaj dan kad im uzmem silu njihovu, radost slave njihove, želju očiju njihovijeh i za čim teži duša njihova, sinove njihove i kćeri njihove,

Καὶ σὺ υἱὲ ἀνθρώπου, οὐχὶ ἐν τῇ ἡμέρᾳ, ὅταν λαμβάνων τὴν ἰσχὺν παρ' αὐτῶν, τὴν ἔπαρσιν τῆς καυχήσεως αὐτῶν, τὰ ἐπιθυμήματα ὀφθαλμῶν αὐτῶν καὶ τὴν ἔπαρσιν ψυχῆς αὐτῶν, υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν,

0
26

U taj dan ko uteče, neće li doći k tebi da ti donese glas?

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἥξει ὁ ἀνασῳζόμενος πρὸς σὲ τοῦ ἀναγγεῖλαί σοι εἰς τὰ ὦτα;

0
27

U taj će se dan otvoriti usta tvoja prema onom ko uteče, i govorićeš i nećeš više biti nijem; i bićeš im znak, i oni će poznati da sam ja Gospod.

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διανοιχθήσεται τὸ στόμα σου πρὸς τὸν ἀνασῳζόμενον καὶ λαλήσεις καὶ οὐ μὴ ἀποκωφωθῇς οὐκέτι· καὶ ἔσῃ αὐτοῖς εἰς τέρας, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος.

0