Stari zavet
Opet mi dođe riječ Gospodnja govoreći:
ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
Sine čovječji, bijahu dvije žene, kćeri jedne matere.
υἱὲ ἀνθρώπου, δύο γυναῖκες ἦσαν θυγατέρες μητρὸς μιᾶς
One se kurvahu u Misiru, u mladosti svojoj kurvahu se, ondje im pipaše grudi, i ondje im zgnječiše dojke djevojačke.
A imena im bijahu, starijoj Ola a sestri joj Oliva; one postaše moje, i rodiše sinove i kćeri. Imena im bijahu Ola Samariji, a Oliva Jerusalimu.
καὶ τὰ ὀνόματα αὐτῶν ἦν Ὀολὰ ἡ πρεσβυτέρα καὶ Ὀολιβὰ ἡ ἀδελφὴ αὐτῆς. καὶ ἐγένοντό μοι καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας, καὶ τὰ ὀνόματα αὐτῶν· Σαμάρεια ἦν Ὀολὰ καὶ Ἱερουσαλὴμ ἦν Ὀολιβά.
I Ola kad bijaše moja kurvaše se, i upaljivaše se za svojim milosnicima, Asircima susjedima,
καὶ ἐξεπόρνευσεν ἡ Ὀολὰ ἀπ' ἐμοῦ καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὐτῆς, ἐπὶ τοὺς Ἀσσυρίους τοὺς ἐγγίζοντας αὐτῇ,
Koji nošahu porfiru, i bijahu knezovi i vlastelji, sve lijepi mladići, vitezovi, koji jahahu na konjma.
ἐνδεδυκότας ὑακίνθινα, ἡγουμένους καὶ στρατηγούς· νεανίσκοι καὶ ἐπίλεκτοι πάντες, ἱππεῖς ἱππαζόμενοι ἐφ' ἵππων.
I udari u kurvanje s njima, koji svi bijahu najljepši između sinova Asirskih, i za kojima se god upaljivaše, skvrnjaše se o sve gadne bogove njihove.
καὶ ἔδωκε τὴν πορνείαν αὐτῆς ἐπ' αὐτούς· ἐπίλεκτοι υἱοὶ Ἀσσυρίων πάντες, καὶ ἐπὶ πάντας, οὓς ἐπέθετο, ἐν πᾶσι τοῖς ἐνθυμήμασιν αὐτοῖς ἐμιαίνετο.
A ni s Misircima ne okani se kurvanja svojega, jer spavahu s njom od mladosti njezine i oni joj gnječiše djevojačke dojke i s njom se kurvaše.
καὶ τὴν πορνείαν αὐτῆς ἐξ Αἰγύπτου οὐκ ἐγκατέλιπεν, ὅτι μετ' αὐτῆς ἐκοιμῶντο ἐν νεότητι αὐτῆς, καὶ αὐτοὶ διεπαρθένευσαν αὐτὴν καὶ ἐξέχεαν τὴν πορνείαν αὐτῶν ἐπ' αὐτήν.
Zato je dadoh u ruke milosnicima njezinijem, u ruke Asircima, za kojima se upaljivaše.
διὰ τοῦτο παρέδωκα αὐτὴν εἰς χεῖρας τῶν ἐραστῶν αὐτῆς, εἰς χεῖρας υἱῶν Ἀσσυρίων, ἐφ' οὓς ἐπετίθετο.
Oni otkriše golotinju njezinu, uzeše joj sinove i kćeri, a nju mačem ubiše; i ona izađe na glas među ženama kad sudove izvršiše na njoj.
αὐτοὶ ἀπεκάλυψαν τὴν αἰσχύνην αὐτῆς, υἱοὺς καὶ θυγατέρας αὐτῆς ἔλαβον καὶ αὐτὴν ἐν ρομφαίᾳ ἀπέκτειναν. καὶ ἐγένετο λάλημα εἰς γυναῖκας, καὶ ἐποίησαν ἐκδικήσεις ἐν αὐτῇ εἰς τὰς θυγατέρας.
A sestra njezina Oliva videći to upaljivaše se još gore nego ona, i kurvarstvo njezino bijaše gore od kurvarstva sestre joj.
Καὶ εἶδεν ἡ ἀδελφὴ αὐτῆς Ὀολιβὰ καὶ διέφθειρε τὴν ἐπίθεσιν αὐτῆς ὑπὲρ αὐτὴν καὶ τὴν πορνείαν αὐτῆς ὑπὲρ τὴν πορνείαν τῆς ἀδελφῆς αὐτῆς.
Upaljivaše se za Asircima, knezovima i vlasteljima, susjedima, krasno odjevenijem, vitezima koji jahahu na konjma i svi bijahu lijepi mladići.
ἐπὶ τοὺς υἱοὺς τῶν Ἀσσυρίων ἐπέθετο, ἡγουμένους καὶ στρατηγοὺς τοὺς ἐγγὺς αὐτῆς ἐνδεδυκότας εὐπάρυφα, ἱππεῖς ἱππαζομένους ἐφ' ἵππων· νεανίσκοι ἐπίλεκτοι πάντες.
I vidjeh gdje se oskvrni, i gdje obje idu jednijem putem.
καὶ εἶδον ὅτι μεμίανται· ὁδὸς μία τῶν δύο.
I ova se još više kurvaše; jer kad bi vidjela ljude napisane na zidu, likove Haldejske napisane crvenilom,
καὶ προσέθετο πρὸς τὴν πορνείαν αὐτῆς καὶ εἶδεν ἄνδρας ἐζωγραφημένους ἐπὶ τοῦ τοίχου, εἰκόνας Χαλδαίων, ἐζωγραφημένους ἐν γραφίδι,
Opasane pojasima po bedrima, sa šarenijem kapama na glavi, koji svi bijahu na oči kao vojvode nalik na sinove Vavilonske iz zemlje Haldejske, svoje postojbine,
ἐζωσμένους ποικίλματα ἐπὶ τὰς ὀσφύας αὐτῶν, καὶ τιάραι βαπταὶ ἐπὶ τῶν κεφαλῶν αὐτῶν, ὄψις τρισσὴ πάντων, ὁμοίωμα υἱῶν Χαλδαίων, γῆς πατρίδος αὐτῶν,
Upaljivaše se za njima čim ih viđaše očima svojima, i slaše poslanike k njima u Haldejsku.
καὶ ἐπέθετο ἐπ' αὐτοὺς τῇ ὁράσει ὀφθαλμῶν αὐτῆς καὶ ἐξαπέστειλεν ἀγγέλους πρὸς αὐτοὺς εἰς γῆν Χαλδαίων.
I Vavilonjani dolažahu k njoj na postelju ljubavnu, i skvrnjahu je kurvarstvom svojim, i pošto bi se oskvrnila s njima, odvraćaše se duša njezina od njih.
καὶ ἤλθοσαν πρὸς αὐτὴν υἱοὶ Βαβυλῶνος εἰς κοίτην καταλυόντων καὶ ἐμίαινον αὐτὴν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐμιάνθη ἐν αὐτοῖς· καὶ ἀπέστη ἡ ψυχὴ αὐτῆς ἀπ' αὐτῶν.
I kad otkri kurvarstva svoja i otkri golotinju svoju, odvrati se duša moja od nje kao što se odvrati duša moja od sestre njezine.
καί ἀπεκάλυψε τὴν πορνείαν αὐτῆς καὶ ἀπεκάλυψεν αἰσχύνην αὐτῆς, καὶ ἀπέστη ἡ ψυχή μου ἀπ' αὐτῆς, ὃν τρόπον ἀπέστη ἡ ψυχή μου ἀπὸ τῆς ἀδελφῆς αὐτῆς.
Jer umnoži kurvarstva svoja opominjući se dana mladosti svoje kad se kurvaše u zemlji Misirskoj,
καὶ ἐπλήθυνας τὴν πορνείαν σου τοῦ ἀναμνῆσαι ἡμέραν νεότητός σου, ἐν αἷς ἐπόρνευσας ἐν Αἰγύπτῳ,
I upaljivaše se za svojim milosnicima, u kojih je tijelo kao u magarca, i tečenje kao u konja.
καὶ ἐπέθου ἐπὶ τοὺς Χαλδαίους, ὧν ὡς ὄνων αἱ σάρκες αὐτῶν καὶ αἰδοῖα ἵππων τὰ αἰδοῖα αὐτῶν.
I tako si se vratila na nevaljalstvo mladosti svoje kad ti pipahu grudi u Misiru radi djevojačkih dojaka tvojih.
καὶ ἐπεσκέψω τὴν ἀνομίαν νεότητός σου, ἃ ἐποίεις ἐν Αἰγύπτῳ ἐν τῷ καταλύματί σου, οὗ οἱ μαστοὶ νεότητός σου.
Zato, Olivo, ovako veli Gospod Gospod: evo, ja ću podignuti milosnike tvoje na te, one od kojih se odvratila duša tvoja, i dovešću ih na te otsvuda,
Διὰ τοῦτο Ὀολιβά, τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σέ, ἀφ' ὧν ἀπέστη ἡ ψυχή σου ἀπ' αὐτῶν, καὶ ἐπάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν,
Vavilonjane i sve Haldejce, Fekođane i Sojane i Kojane, sve Asirce s njima, lijepe mladiće, knezove i vlastelje sve, vitezove i ljude čuvene, koji svi jašu na konjma.
υἱοὺς Βαβυλῶνος καὶ πάντας τοὺς Χαλδαίους, Φακοὺδ καὶ Σουὲ καὶ Κουὲ καὶ πάντας υἱοὺς Ἀσσυρίων μετ' αὐτῶν, νεανίσκους ἐπιλέκτους, ἡγεμόνας καὶ στρατηγοὺς πάντας, τρισσοὺς καὶ ὀνομαστοὺς ἱππεύοντας ἐφ' ἵππων·
I doći će na te s kolima i s kolicima i s točkovima i s mnoštvom naroda, i opkoliće te sa štitovima i štitićima i šljemovima; i njima ću dati sud da ti sude svojim sudom.
καὶ πάντες ἥξουσιν ἐπὶ σὲ ἀπὸ βορρᾶ, ἅρματα καὶ τροχοὶ μετ' ὄχλου λαῶν, θυρεοὶ καὶ πέλται, καὶ βαλοῦσι φυλακὴν ἐπὶ σὲ κύκλῳ.
I staviću revnost svoju tebi nasuprot, te će raditi s tobom gnjevno, nos i uši otsjeći će ti, i što te ostane pašće od mača, i uzeće sinove tvoje i kćeri tvoje, i što te ostane proždrijeće oganj.
καὶ δώσω πρὸ προσώπου αὐτῶν κρίμα, καὶ ἐκδικήσουσί σε ἐν τοῖς κρίμασιν αὐτῶν. καὶ δώσω τὸν ζῆλόν μου ἐν σοί, καὶ ποιήσουσι μετὰ σοῦ ἐν ὀργῇ θυμοῦ· μυκτῆρά σου καὶ ὦτά σου ἀφελοῦσι καὶ τοὺς καταλοίπους σου ἐν ρομφαίᾳ καταβαλοῦσιν. αὐτοὶ υἱούς σου καὶ θυγατέρας σου λήψονται, καὶ τοὺς καταλοίπους σου πῦρ καταφάγεται.
I svući će s tebe haljine, i uzeće krasni nakit tvoj.
καὶ ἐκδύσουσί σε τὸν ἱματισμόν σου καὶ λήψονται τὰ σκεύη τῆς καυχήσεώς σου.
Tako ću učiniti kraj grdilu tvojemu i tvojemu kurvanju u zemlji Misirskoj, te nećeš podignuti očiju svojih k njima i nećeš se više sjećati Misiraca.
καὶ ἀποστρέψω τὰς ἀσεβείας σου ἐκ σοῦ καὶ τὴν πορνείαν σου ἐκ γῆς Αἰγύπτου, καὶ οὐ μὴ ἄρῃς τοὺς ὀφθαλμούς σου ἐπ' αὐτούς, καὶ Αἰγύπτου οὐ μὴ μνησθῇς οὐκέτι.
Jer ovako veli Gospod Gospod: evo, ja ću te dati u ruke onima na koje mrziš, u ruke onima od kojih se odvratila duša tvoja.
διότι τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ παραδίδωμί σε εἰς χεῖρας ὧν μισεῖς, ἀφ' ὧν ἀπέστη ἡ ψυχή σου ἀπ' αὐτῶν.
I oni će raditi s tobom neprijateljski, i uzeće svu muku tvoju, i ostaviće te golu nagu, te će se otkriti golotinja kurvarstva tvoga, i grdilo tvoje i kurvarstvo tvoje.
καί ποιήσουσιν ἐν σοὶ ἐν μίσει καὶ λήψονται πάντας τοὺς πόνους σου καὶ τοὺς μόχθους σου, καὶ ἔσῃ γυμνὴ καὶ αἰσχύνουσα, καὶ ἀποκαλυφθήσεται αἰσχύνη πορνείας σου καὶ ἀσέβειά σου. καὶ ἡ πορνεία σου
To ću ti učiniti što si se kurvala za narodima, što si se oskvrnila o njihove gadne bogove.
ἐποίησε ταῦτά σοι ἐν τῷ ἐκπορνεῦσαί σε ὀπίσω ἐθνῶν καὶ ἐμιαίνου ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν.
Putem sestre svoje išla si, zato ću dati čašu njezinu tebi u ruku.
ἐν τῇ ὁδῷ τῆς ἀδελφῆς σου ἐπορεύθης, καὶ δώσω τὸ ποτήριον αὐτῆς εἰς χεῖράς σου.
Ovako veli Gospod Gospod: čašu sestre svoje ispićeš duboku i široku, bićeš potsmijeh i rug, jer čaša mnogo bere.
τάδε λέγει Κύριος· τὸ ποτήριον τῆς ἀδελφῆς σου πίεσαι, τὸ βαθὺ καὶ τὸ πλατύ, τὸ πλεονάζον τοῦ συντελέσαι μέθην,
Napunićeš se pijanstva i žalosti čašom pustošenja i zatiranja, čašom sestre svoje Samarije.
καὶ ἐκλύσεως πλησθήσῃ· καὶ τὸ ποτήριον ἀφανισμοῦ, ποτήριον ἀδελφῆς σου Σαμαρείας,
I ispićeš je i iscijediti, i razbićeš je, i dojke ćeš svoje pokidati, jer ja rekoh, govori Gospod Gospod.
καὶ πίεσαι αὐτό· καὶ τὰς ἑορτὰς καὶ τὰς νουμηνίας αὐτῆς ἀποστρέψω· διότι ἐγὼ λελάληκα, λέγει Κύριος.
Zato ovako veli Gospod Gospod: što si me zaboravila i bacila me za leđa svoja, zato i ti nosi grdilo svoje i kurvarstva svoja.
διὰ τοῦτο τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐπελάθου μου καὶ ἀπέρριψάς με ὀπίσω τοῦ σώματός σου, καὶ σὺ λαβὲ τὴν ἀσέβειάν σου καὶ τὴν πορνείαν σου.
Potom reče mi Gospod: sine čovječji, hoćeš li suditi Oli i Olivi? Pokaži im gadove njihove,
Καὶ εἶπε Κύριος πρός με· υἱὲ ἀνθρώπου, οὐ κρινεῖς τὴν Ὀολὰν καὶ τὴν Ὀολιβάν, καὶ ἀναγγελεῖς αὐταῖς τὰς ἀνομίας αὐτῶν;
Da su činile preljubu i da je krv na rukama njihovijem i da su činile preljubu s gadnijem bogovima svojim i vodile kroz oganj sinove svoje koje su mi rodile, da ih jedu.
ὅτι ἐμοιχῶντο, καὶ αἷμα ἐν χερσὶν αὐτῶν· τὰ ἐνθυμήματα αὐτῶν ἐμοιχῶντο, καὶ τὰ τέκνα αὐτῶν, ἃ ἐγέννησάν μοι, διήγαγον αὐτοῖς δι' ἐμπύρων.
Još i ovo mi činiše: skvrniše svetinju moju u isti dan, i subote moje przniše.
ἕως καὶ ταῦτα ἐποίησάν μοι· τὰ ἅγιά μου ἐμίαινον καὶ τὰ σάββατά μου ἐβεβήλουν·
Jer zaklavši sinove svoje gadnijem bogovima svojim dolaziše u svetinju moju istoga dana da je oskvrne; i gle, tako činiše usred doma mojega.
καὶ ἐν τῷ σφάζειν αὐτοὺς τὰ τέκνα αὐτῶν τοῖς εἰδώλοις αὐτῶν καὶ εἰσεπορεύοντο εἰς τὰ ἅγιά μου τοῦ βεβηλοῦν αὐτά· καὶ ὅτι οὕτως ἐποίουν ἐν μέσῳ τοῦ οἴκου μου.
I još slaše po ljude da bi došli izdaleka, i oni, čim poslanik bi poslan k njima, gle, odmah dolaziše, i njih radi si se kupala, mazala oči svoje i kitila si se nakitom.
καὶ ὅτι τοῖς ἀνδράσι τοῖς ἐρχομένοις μακρόθεν, οἷς ἀγγέλους ἐξαπέστειλαν πρὸς αὐτούς, καὶ ἅμα τῷ ἔρχεσθαι αὐτοὺς εὐθὺς ἐλούου καὶ ἐστιβίζου τοὺς ὀφθαλμούς σου καὶ ἐκόσμου κόσμῳ
I sjedala si na krasan odar, pred kojim bješe sto postavljen, i na nj si metala kad moj i ulje moje.
καὶ ἐκάθου ἐπὶ κλίνης ἐστρωμένης, καὶ τράπεζα κεκοσμημένη πρὸ προσώπου αὐτῆς, καὶ τὸ θυμίαμα καὶ τὸ ἔλαιόν μου εὐφραίνοντο ἐν αὐτοῖς.
I bijaše ondje vika veseloga mnoštva, i osim ljudi iz gomile dovođahu Saveje iz pustinje, koji im metahu narukvice na ruke i krasne vijence na glave.
καὶ φωνὴν ἁρμονίας ἀνεκρούοντο, καὶ πρὸς ἄνδρας ἐκ πλήθους ἀνθρώπων ἥκοντας ἐκ τῆς ἐρήμου, καὶ ἐδίδοσαν ψέλλια ἐπὶ τὰς χεῖρας αὐτῶν καὶ στέφανον καυχήσεως ἐπὶ τὰς κεφαλὰς αὐτῶν.
I rekoh za ostarjelu u kurvarstvu: još će se kurvati.
καὶ εἶπα· οὐκ ἐν τούτοις μοιχεύουσι; καὶ ἔργα πόρνης καὶ αὐτὴ ἐξεπόρνευσε.
I dolažahu k njoj kao što idu k ženi kurvi; tako dolažahu k Oli i Olivi, ženama nevaljalijem.
καὶ εἰσεπορεύοντο πρὸς αὐτήν, ὃν τρόπον εἰσπορεύονται πρὸς γυναῖκα πόρνην, οὕτως εἰσεπορεύοντο πρὸς Ὀολὰν καὶ πρὸς Ὀολιβὰν τοῦ ποιῆσαι ἀνομίαν.
Zato će im pravedni ljudi suditi kao što se sudi ženama preljubočinicama i kao što se sudi onima koje proljevaju krv; jer su preljubočinice i krv je na rukama njihovijem.
καὶ ἄνδρες δίκαιοι αὐτοὶ καὶ ἐκδικήσουσιν αὐτὰς ἐκδικήσει μοιχαλίδος καὶ ἐκδικήσει αἵματος, ὅτι μοιχαλίδες εἰσί, καὶ αἷμα ἐν χερσὶν αὐτῶν.
Zato ovako govori Gospod Gospod: dovešću na njih ljudstvo, i daću ih da se zlostave i oplijene.
τάδε λέγει Κύριος Κύριος· ἀνάγαγε ἐπ' αὐτὰς ὄχλον καὶ δὸς ἐν αὐταῖς ταραχὴν καὶ διαρπαγὴν
I ljudstvo će ih zasuti kamenjem, i isjeći će ih mačevima svojim; sinove će njihove i kćeri njihove pobiti, i kuće će njihove spaliti ognjem.
καὶ λιθοβόλησον ἐπ' αὐτὰς λίθοις ὄχλων καὶ κατακέντει αὐτὰς ἐν τοῖς ξίφεσιν αὐτῶν· υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν ἀποκτενοῦσι καὶ τοὺς οἴκους αὐτῶν ἐμπρήσουσι.
I tako ću ukinuti nevaljalstvo u zemlji, i naučiće se sve žene da ne rade po vašem nevaljalstvu.
καὶ ἀποστρέψω ἀσέβειαν ἐκ τῆς γῆς, καὶ παιδευθήσονται πᾶσαι αἱ γυναῖκες καὶ οὐ μὴ ποιήσουσι κατὰ τὰς ἀσεβείας αὐτῶν.
I vrći će vaše nevaljalstvo na vas, i nosićete grijehe gadnijeh bogova svojih, i poznaćete da sam ja Gospod Gospod.
καὶ δοθήσεται ἡ ἀσέβεια ὑμῶν ἐφ' ὑμᾶς, καὶ τὰς ἁμαρτίας τῶν ἐνθυμημάτων ὑμῶν λήψεσθε· καὶ γνώσεσθε διότι ἐγὼ Κύριος.