Jezekilj 22

Stari zavet

1

Opet mi dođe riječ Gospodnja govoreći:

ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·

0
2

A ti, sine čovječji, hoćeš li suditi, hoćeš li suditi gradu krvničkom? i hoćeš li mu pokazati sve gadove njegove?

καὶ σὺ υἱὲ ἀνθρώπου, εἰ κρινεῖς τὴν πόλιν τῶν αἱμάτων; καὶ παράδειξον αὐτῇ πάσας τὰς ἀνομίας αὐτῆς

0
3

Reci: ovako veli Gospod Gospod: ide vrijeme gradu koji proljeva krv u sebi i gradi gadne bogove sebi da se skvrni.

καὶ ἐρεῖς· τάδε λέγει Κύριος Κύριος· ὦ πόλις ἐκχέουσα αἵματα ἐν μέσῳ αὐτῆς τοῦ ἐλθεῖν καιρὸν αὐτῆς καὶ ποιοῦσα ἐνθυμήματα καθ' ἑαυτῆς, τοῦ μιαίνειν αὐτήν,

0
4

Skrivio si krvlju koju si prolio, i oskvrnio si se o gadne bogove svoje koje si načinio; i učinio si te se približiše dani tvoji, i došao si do godina svojih, zato ću učiniti od tebe rug među narodima i potsmijeh po svijem zemljama;

ἐν τοῖς αἵμασιν αὐτῶν, οἷς ἐξέχεας, παραπέπτωκας καὶ ἐν τοῖς ἐνθυμήμασί σου, οἷς ἐποίεις, ἐμιαίνου, καὶ ἤγγισας τὰς ἡμέρας σου καὶ ἤγαγες καιρὸν ἐτῶν σου. διὰ τοῦτο δέδωκά σε εἰς ὀνειδισμὸν τοῖς ἔθνεσι, καὶ εἰς ἐμπαιγμὸν πάσαις ταῖς χώραις

0
5

Koje su blizu tebe i koje su daleko potsmijevaće ti se, gadni imenom, veliki smetnjom!

ταῖς ἐγγιζούσαις πρὸς σὲ καὶ ταῖς μακρὰν ἀπεχούσαις ἀπὸ σοῦ, καὶ ἐμπαίξονται ἐν σοί· ἀκάθαρτος ἡ ὀνομαστὴ καὶ πολλὴ ἐν ταῖς ἀνομίαις.

0
6

Gle, knezovi Izrailjevi u tebi dadoše se da proljevaju krv svaki svom silom svojom.

ἰδοὺ οἱ ἀφηγούμενοι οἴκου Ἰσραήλ, ἕκαστος πρὸς τοὺς συγγενεῖς αὐτοῦ συνανεφύροντο ἐν σοί, ὅπως ἐκχέωσιν αἷμα·

0
7

Oca i mater preziru u tebi, čine krivo inostrancu usred tebe, siroti i udovici čine nasilje u tebi;

πατέρα καὶ μητέρα ἐκακολόγουν ἐν σοί, καὶ πρὸς τὸν προσήλυτον ἀνεστρέφοντο ἐν ἀδικίαις ἐν σοί, ὀρφανὸν καὶ χήραν κατεδυνάστευον ἐν σοί·

0
8

Svete stvari moje prezireš, i subote moje skvrniš.

καὶ τὰ ἅγιά μου ἐξουθένουν καὶ τὰ σάββατά μου ἐβεβήλουν ἐν σοί.

0
9

U tebi su opadači da proljevaju krv, i na gorama jedu u tebi, grdila čine usred tebe.

ἄνδρες λῃσταὶ ἦσαν ἐν σοί, ὅπως ἐκχέωσιν ἐν σοὶ αἷμα, καὶ ἐπὶ τῶν ὀρέων ἤσθιον ἐν σοί, ἀνόσια ἐποίουν ἐν μέσῳ σου.

0
10

Golotinju očinu otkrivaju u tebi, liježu u tebi sa ženom za nečistote njezine.

αἰσχύνην πατρὸς ἀπεκάλυψαν ἐν σοὶ καὶ ἐν ἀκαθαρσίαις ἀποκαθημένην ἐταπείνουν ἐν σοί·

0
11

I jedan čini gad sa ženom bližnjega svojega; a drugi skvrni snahu svoju grdilom; a drugi siluje sestru svoju, kćer oca svojega, u tebi.

ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἠνομοῦσαν, καὶ ἕκαστος τὴν νύμφην αὐτοῦ ἐμίαινεν ἐν ἀσεβείᾳ, καὶ ἕκαστος τὴν ἀδελφὴν αὐτοῦ θυγατέρα τοῦ πατρὸς αὐτοῦ ἐταπείνουν ἐν σοί.

0
12

Mito primaju u tebi da proljevaju krv; ujam i pridavak uzimaš, i tražiš dobitak od bližnjih svojih prijevarom, a mene si zaboravio, govori Gospod Gospod.

δῶρα ἐλαμβάνοσαν ἐν σοί, ὅπως ἐκχέωσιν αἷμα, τόκον καὶ πλεονασμὸν ἐλαμβάνοσαν ἐν σοί· καὶ συνετελέσω συντέλειαν κακίας σου τὴν ἐν καταδυναστείᾳ, ἐμοῦ δὲ ἐπελάθου, λέγει Κύριος.

0
13

Zato, evo, pljeskam rukama svojim radi tvojega nepravednoga dobitka, koji dobijaš, i radi krvi što je u tebi.

ἐὰν δὲ πατάξω χεῖρά μου πρὸς χεῖρά μου ἐφ' οἷς συντετέλεσαι, οἷς ἐποίησας, καὶ ἐπὶ τοῖς αἵμασί σου τοῖς γεγενημένοις ἐν μέσῳ σου,

0
14

Hoće li se održati srce tvoje, ili ruke tvoje hoće li biti jake u one dane kad stanem raditi s tobom? Ja Gospod rekoh, i učiniću.

εἰ ὑποστήσεται ἡ καρδία σου; εἰ κρατήσουσιν αἱ χεῖρές σου ἐν ταῖς ἡμέραις, αἷς ἐγὼ ποιῶ ἐν σοί; ἐγὼ Κύριος λελάληκα καὶ ποιήσω.

0
15

Jer ću te rasijati po narodima i razasuti po zemljama, i istrijebiću nečistotu tvoju iz tebe.

καὶ διασκορπιῶ σε ἐν τοῖς ἔθνεσι καὶ διασπερῶ σε ἐν ταῖς χώραις, καὶ ἐκλείψει ἡ ἀκαθαρσία σου ἐκ σοῦ,

0
16

I bićeš skvrnavan sobom pred narodima, i poznaćeš da sam ja Gospod.

καὶ κατακληρονομήσω ἐν σοὶ κατ' ὀφθαλμοὺς τῶν ἐθνῶν· καὶ γνώσεσθε διότι ἐγὼ Κύριος.

0
17

Potom dođe mi riječ Gospodnja govoreći:

Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·

0
18

Sine čovječji, dom Izrailjev posta mi droždina; svi su mjed i kositer i gvožđe i olovo u peći; droždina od srebra postaše.

υἱὲ ἀνθρώπου, ἰδοὺ γεγόνασί μοι ὁ οἶκος Ἰσραὴλ ἀναμεμειγμένοι πάντες χαλκῷ καὶ σιδήρῳ καὶ κασσιτέρῳ καὶ μολίβῳ, ἐν μέσῳ ἀργυρίου ἀναμεμειγμένος ἐστί.

0
19

Zato ovako veli Gospod Gospod: što svi vi postaste droždina, zato, evo, ja ću vas skupiti u Jerusalim.

διὰ τοῦτο εἰπόν· τάδε λέγει Κύριος Κύριος· ἀνθ' ὧν ἐγένεσθε εἰς σύγκρασιν μίαν, διὰ τοῦτο ἐγὼ εἰσδέχομαι ὑμᾶς εἰς μέσον Ἱερουσαλήμ.

0
20

Kako se skuplja srebro i mjed i gvožđe i olovo i kositer usred peći, te se raspali oganj oko njega da se istopi, tako ću vas skupiti gnjevom svojim i jarošću, i složivši rastopiću vas.

καθὼς εἰσδέχεται ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος καὶ κασσίτερος καὶ μόλιβος εἰς μέσον καμίνου τοῦ ἐκφυσῆσαι εἰς αὐτὸ πῦρ τοῦ χωνευθῆναι, οὕτως εἰσδέξομαι ἐν ὀργῇ μου καὶ συνάξω καὶ χωνεύσω ὑμᾶς

0
21

Da, skupiću vas, i raspaliću oko vas oganj gnjeva svojega, i istopićete se usred njega.

καὶ ἐκφυσήσω ἐφ' ὑμᾶς ἐν πυρὶ ὀργῆς μου, καὶ χωνευθήσεσθε ἐν μέσῳ αὐτῆς.

0
22

Kako se topi srebro u peći, tako ćete se vi istopiti u njemu, i poznaćete da sam ja Gospod izlio gnjev svoj na vas.

ὃν τρόπον χωνεύεται ἀργύριον ἐν μέσῳ καμίνου, οὕτως χωνευθύσεσθε ἐν μέσῳ αὐτῆς· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος ἐξέχεα τὸν θυμόν μου ἐφ' ὑμᾶς.

0
23

Opet mi dođe riječ Gospodnja govoreći:

Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·

0
24

Sine čovječji, kaži joj: ti si zemlja koja se nijesi očistila; neće pasti na te dažd u dan gnjeva.

υἱὲ ἀνθρώπου, εἰπὸν αὐτῇ· σὺ εἶ γῆ ἡ οὐ βρεχομένη, οὐδὲ ὑετὸς ἐγένετο ἐπὶ σὲ ἐν ἡμέρᾳ ὀργῆς·

0
25

Proroci njezini složiše se u njoj, kao lav su, koji riče i grabi plijen, žderu duše, otimaju blago i dragocjene stvari, umnožavaju udovice usred nje.

ἧς οἱ ἀφηγούμενοι ἐν μέσῳ αὐτῆς ὡς λέοντες ὠρυόμενοι ἁρπάζοντες ἁρπάγματα, ψυχὰς κατεσθίοντες ἐν δυναστείᾳ, καὶ τιμὰς λαμβάνοντες ἐν ἀδικίᾳ, καὶ αἱ χῆραί σου ἐπληθύνθησαν ἐν μέσῳ σου.

0
26

Sveštenici njezini prestupaju zakon moj i skvrne moje svete stvari, ne razlikuju sveto od oskvrnjenoga, i nečisto od čistoga ne raspoznaju, kriju oči svoje od subota mojih, i bivam oskvrnjen među njima.

καὶ οἱ ἱερεῖς αὐτῆς ἠθέτησαν νόμον μου καὶ ἐβεβήλουν τὰ ἅγιά μου· ἀναμέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον καὶ ἀναμέσον ἀκαθάρτου καὶ τοῦ καθαροῦ οὐ διέστελλον καὶ ἀπὸ τῶν σαββάτων μου παρεκάλυπτον τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ ἐβεβηλούμην ἐν μέσῳ αὐτῶν.

0
27

Knezovi su njezini usred nje kao vuci, koji grabe plijen, proljevajući krv, gubeći duše sramotnoga dobitka radi.

οἱ ἄρχοντες αὐτῆς ἐν μέσῳ αὐτῆς ὡς λύκοι ἁρπάζοντες ἁρπάγματα τοῦ ἐκχέαι αἷμα, ὅπως πλεονεξίᾳ πλεονεκτῶσι.

0
28

I proroci njezini mažu je nevaljalijem krečem, viđaju taštinu i gataju im laž govoreći: tako reče Gospod Gospod; a Gospod ne reče.

καὶ οἱ προφῆται αὐτῆς ἀλείφοντες αὐτοὺς πεσοῦνται, ὁρῶντες μάταια, μαντευόμενοι ψευδῆ, λέγοντες· τάδε λέγει Κύριος, καὶ Κύριος οὐκ ἐλάλησε.

0
29

Narod zemaljski vara i otima, i siromahu i ubogome čini nasilje, i došljaku čini krivo.

λαὸν τῆς γῆς ἐκπιεζοῦντες ἀδικίᾳ καὶ διαρπάζοντες ἁρπάγματα, πτωχὸν καὶ πένητα καταδυναστεύοντες καὶ πρὸς τὸν προσήλυτον οὐκ ἀναστρεφόμενοι μετὰ κρίματος.

0
30

I tražih među njima koji bi opravio ogradu i stao na prolomu preda me za tu zemlju, da je ne zatrem; ali ne nađoh nikoga.

καὶ ἐζήτουν ἐξ αὐτῶν ἄνδρα ἀναστρεφόμενον ὀρθῶς καὶ ἑστῶτα πρὸ προσώπου μου ὁλοσχερῶς ἐν τῷ καιρῷ τῆς γῆς τοῦ μὴ εἰς τέλος ἐξαλεῖψαι αὐτήν, καὶ οὐχ εὗρον.

0
31

Zato ću izliti na njih gnjev svoj, ognjem jarosti svoje istrijebiću ih, put njihov obratiću im na glavu, govori Gospod Gospod.

καὶ ἐξέχεα ἐπ' αὐτὴν θυμόν μου ἐν πυρὶ ὀργῆς μου τοῦ συντελέσαι· τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα, λέγει Κύριος Κύριος.

0