Stari zavet
A jedanaeste godine prvi dan mjeseca dođe mi riječ Gospodnja govoreći:
ΚΑΙ ἐγενήθη ἐν τῷ ἑνδεκάτῳ ἔτει, μιᾷ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων·
Sine čovječji, što Tir govori za Jerusalim: ha, ha! razbiše se vrata narodima, obratiše se k meni, napuniću se kad opustje;
υἱὲ ἀνθρώπου, ἀνθ' ὧν εἶπε Σὸρ ἐπὶ Ἱερουσαλήμ· εὖγε, συνετρίβη, ἀπόλωλε τὰ ἔθνη, ἐπεστράφη πρός με, ἡ πλήρης ἠρήμωται,
Zato ovako veli Gospod Gospod: evo mene na te, Tire, i dovešću mnoge narode na te kao da bih doveo more s valima njegovijem.
διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ σέ, Σόρ, καὶ ἀνάξω ἐπὶ σὲ ἔθνη πολλά, ὡς ἀναβαίνει ἡ θάλασσα τοῖς κύμασιν αὐτῆς.
I oni će obaliti zidove Tirske i kule u njemu raskopati, i omešću prah njegov i pretvoriću ga u go kamen.
καὶ καταβαλοῦσι τὰ τείχη Σὸρ καὶ καταβαλοῦσι τοὺς πύργους σου, καὶ λικμήσω τὸν χοῦν αὐτῆς ἀπ' αὐτῆς καὶ δώσω αὐτὴν εἰς λεωπετρίαν.
I postaće mjesto da se razastiru mreže usred mora, jer ja govorih, veli Gospod Gospod, i biće grabež narodima.
ψυγμὸς σαγηνῶν ἔσται ἐν μέσῳ θαλάσσης, ὅτι ἐγὼ λελάληκα, λέγει Κύριος· καὶ ἔσται εἰς προνομὴν τοῖς ἔθνεσι.
I kćeri njegove po polju izginuće od mača, i poznaće da sam ja Gospod.
καὶ αἱ θυγατέρες αὐτῆς αἱ ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀναιρεθήσονται, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος.
Jer ovako veli Gospod Gospod: evo, ja ću dovesti na Tir Navuhodonosora cara Vavilonskoga sa sjevera, cara nad carevima, s konjma i s kolima i s konjicima i s vojskama i mnogim narodom.
ὅτι τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σέ, Σόρ, τὸν Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος ἀπὸ τοῦ βορρᾶ (βασιλεὺς βασιλέων ἐστί) μεθ' ἵππων καὶ ἁρμάτων καὶ ἱππέων καὶ συναγωγῆς ἐθνῶν πολλῶν σφόδρα.
Kćeri tvoje po polju pobiće mačem, i načiniće prema tebi kule, i iskopaće opkope prema tebi, i podignuće prema tebi štitove.
οὗτος τὰς θυγατέρας σου τὰς ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀνελεῖ καὶ δώσει ἐπὶ σὲ προφυλακὴν καὶ περιοικοδομήσει καὶ ποιήσει ἐπὶ σὲ κύκλῳ χάρακα καὶ περίστασιν ὅπλων καὶ τὰς λόγχας αὐτοῦ ἀπέναντί σου δώσει·
I namjestiće ubojne sprave prema zidovima tvojim, i razvaliće kule tvoje oružjem svojim.
τὰ τείχη σου καὶ τοὺς πύργους σου καταβαλεῖ ἐν ταῖς μαχαίραις αὐτοῦ.
Od mnoštva konja njegovijeh pokriće te prah, od praske konjika i točkova i kola zatrešće se zidovi tvoji, kad stane ulaziti na tvoja vrata kao što se ulazi u grad isprovaljivan.
ἀπὸ τοῦ πλήθους τῶν ἵππων αὐτοῦ κατακαλύψει σε ὁ κονιορτὸς αὐτῶν, καὶ ἀπὸ τῆς φωνῆς τῶν ἱππέων αὐτοῦ καὶ τῶν τροχῶν τῶν ἁρμάτων αὐτοῦ σεισθήσεται τὰ τείχη σου εἰσπορευομένου αὐτοῦ τὰς πύλας σου, ὡς εἰσπορευόμενος εἰς πόλιν ἐκ πεδίου.
Kopitama konja svojih izgaziće sve ulice tvoje, pobiće narod tvoj mačem, i stupovi sile tvoje popadaće na zemlju.
ἐν ταῖς ὁπλαῖς τῶν ἵππων αὐτοῦ καταπατήσουσί σου πάσας τὰς πλατείας· τὸν λαόν σου μαχαίρᾳ ἀνελεῖ καὶ τὴν ὑπόστασιν τῆς ἰσχύος σου ἐπὶ τὴν γῆν κατάξει.
I poplijeniće blago tvoje i razgrabiti trg tvoj, i razvaliće zidove tvoje i lijepe kuće tvoje razoriti, i kamenje tvoje i drva tvoja i prah tvoj baciće u vodu.
καὶ προνομεύσει τὴν δύναμίν σου καὶ σκυλεύσει τὰ ὑπάρχοντά σου καὶ καταβαλεῖ τὰ τείχη σου καὶ τοὺς οἴκους σου τοὺς ἐπιθυμητοὺς καθελεῖ, καὶ τοὺς λίθους σου καὶ τὰ ξύλα σου καὶ τὸν χοῦν σου εἰς μέσον τῆς θαλάσσης σου ἐμβαλεῖ.
I prekinuću jeku pjesama tvojih, i glas kitara tvojih neće se više čuti.
καὶ καταλύσει τὸ πλῆθος τῶν μουσικῶν σου, καὶ ἡ φωνὴ τῶν ψαλτηρίων σου οὐ μὴ ἀκουσθῇ ἔτι.
I učiniću od tebe go kamen, bićeš mjesto gdje se razastiru mreže, nećeš se više sazidati; jer ja Gospod govorih, veli Gospod Gospod.
καὶ δώσω σε εἰς λεωπετρίαν, ψυγμὸς σαγηνῶν ἔσῃ, οὐ μὴ οἰκοδομηθῇς ἔτι, ὅτι ἐγὼ Κύριος ἐλάλησα, λέγει Κύριος.
Ovako veli Gospod Gospod Tiru: neće li se zadrmati ostrva od praske padanja tvojega, kad zajaoču ranjenici, kad pokolj bude u tebi?
διότι τάδε λέγει Κύριος Κύριος τῇ Σόρ· οὐκ ἀπὸ φωνῆς τῆς πτώσεώς σου ἐν τῷ στενάξαι τραυματίας, ἐν τῷ σπάσαι μάχαιραν ἐν μέσῳ σου σεισθήσονται αἱ νῆσοι;
Svi će knezovi morski sići s prijestola svojih i skinuće sa sebe plašte i svući sa sebe vezene haljine, i obući će se u strah; sjedeće na zemlji, i drktaće svaki čas i čuditi se tebi.
καὶ καταβήσονται ἀπὸ τῶν θρόνων αὐτῶν πάντες οἱ ἄρχοντες ἐκ τῶν ἐθνῶν τῆς θαλάσσης καὶ ἀφελοῦνται τὰς μίτρας ἀπὸ τῶν κεφαλῶν αὐτῶν καὶ τὸν ἱματισμὸν τὸν ποικίλον αὐτῶν ἐκδύσονται. ἐκστάσει ἐκστήσονται, ἐπὶ γῆν καθεδοῦνται καὶ φοβηθήσονται τὴν ἀπώλειαν αὐτῶν καὶ στενάξουσιν ἐπὶ σέ·
I naricaće za tobom i govoriće ti: kako propade, slavni grade! u kom življahu pomorci, koji bijaše jak na moru, ti i stanovnici tvoji, koji strah zadavahu svjema koji življahu u tebi.
καὶ λήψονται ἐπὶ σὲ θρῆνον καὶ ἐροῦσί σοι· πῶς κατελύθης ἐκ θαλάσσης, ἡ πόλις ἡ ἐπαινετή, ἡ δοῦσα τὸν φόβον αὐτῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν;
Sad će se uzdrhtati ostrva kad padneš, i smešće se ostrva po moru od propasti tvoje.
καὶ φοβηθήσονται αἱ νῆσοι ἀπὸ ἡμέρας πτώσεώς σου·
Jer ovako veli Gospod Gospod: kad te učinim pustijem gradom, kao što su gradovi u kojima se ne živi, kad pustim na te bezdanu, i velika te voda pokrije,
ὅτι τάδε λέγει Κύριος Κύριος· ὅταν δῶ σε πόλιν ἠρημωμένην ὡς τὰς πόλεις τὰς μὴ κατοικισθησομένας, ἐν τῷ ἀναγαγεῖν με ἐπὶ σὲ τὴν ἄβυσσον καὶ κατακαλύψει σε ὕδωρ πολύ,
I kad te svalim s onima koji slaze u jamu k starom narodu, i namjestim te na najdonjim krajevima zemlje, u pustinji staroj s onima koji slaze u jamu, da se ne živi u tebi, tada ću opet postaviti slavu u zemlji živijeh.
καὶ καταβιβάσω σε πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον πρὸς λαὸν αἰῶνος καὶ κατοικιῶ σε εἰς βάθη τῆς γῆς ὡς ἔρημον αἰώνιον μετὰ καταβαινόντων εἰς βόθρον, ὅπως μὴ κατοικηθῇς μηδὲ ἀναστῇς ἐπὶ γῆς ζωῆς.
Učiniću da budeš strahota kad te nestane, i tražiće te i nećeš se naći dovijeka, govori Gospod Gospod.
ἀπώλειάν σε δώσω, καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα, λέγει Κύριος Κύριος.