Jezekilj 12

Stari zavet

1

Opet mi dođe riječ Gospodnja govoreći:

ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·

0
2

Sine čovječji, usred doma odmetničkoga sjediš, koji ima oči da vidi i ne vidi, ima uši da čuje i ne čuje; jer su dom odmetnički.

υἱὲ ἀνθρώπου, ἐν μέσῳ τῶν ἀδικιῶν αὐτῶν σὺ κατοικεῖς, οἵ ἔχουσιν ὀφθαλμοὺς τοῦ βλέπειν καὶ οὐ βλέπουσι καὶ ὦτα ἔχουσι τοῦ ἀκούειν καὶ οὐκ ἀκούουσι, διότι οἶκος παραπικραίνων ἐστί.

0
3

Zato ti, sine čovječji, spremi što treba za seobu, i seli se obdan na njihove oči; i iseli se iz svojega mjesta na drugo mjesto na njihove oči, ne bi li vidjeli, jer su dom odmetnički.

καὶ σύ, υἱὲ ἀνθρώπου, ποίησον σεαυτῷ σκεύη αἰχμαλωσίας ἡμέρας ἐνώπιον αὐτῶν καὶ αἰχμαλωτευθήσῃ ἐκ τοῦ τόπου σου εἰς ἕτερον τόπον ἐνώπιον αὐτῶν, ὅπως ἴδωσι, διότι οἶκος παραπικραίνων ἐστί.

0
4

I iznesi stvari svoje kao kad se ko seli obdan na njihove oči, a sam izidi uveče na njihove oči kao oni koji se sele.

καὶ ἐξοίσεις τὰ σκεύη σου σκεύη αἰχμαλωσίας ἡμέρας κατ᾿ ὀφθαλμοὺς αὐτῶν, καὶ σὺ ἐξελεύσῃ ἑσπέρας ὡς ἐκπορεύεται αἰχμάλωτος·

0
5

Na njihove oči prokopaj zid, i iznesi svoje stvari.

ἐνώπιον αὐτῶν διόρυξον σεαυτῷ εἰς τὸν τοῖχον καὶ διεξελεύσῃ δι᾿ αὐτοῦ·

0
6

Na njihove oči digni na ramena i iznesi po mraku, lice svoje pokrij da ne vidiš zemlje, jer te dadoh da budeš znak u domu Izrailjevu.

ἐνώπιον αὐτῶν ἐπ᾿ ὤμων ἀναληφθήσῃ καὶ κεκρυμμένος ἐξελεύσῃ, τὸ πρόσωπόν σου συγκαλύψεις καὶ οὐ μὴ ἴδῃς τὴν γῆν, διότι τέρας δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ.

0
7

I učinih tako kako mi se zapovjedi; stvari svoje iznesoh obdan kao kad se seli; a uveče prokopah zid rukom; i po mraku iznesoh na ramenima noseći na njihove oči.

καὶ ἐποίησα οὕτως κατὰ πάντα, ὅσα ἐνετείλατό μοι, καὶ σκεύη ἐξήνεγκα ὡς σκεύη αἰχμαλωσίας ἡμέρας καὶ ἑσπέρας διώρυξα ἐμαυτῷ τὸν τοῖχον καὶ κεκρυμμένος ἐξῆλθον, ἐπ᾿ ὤμων ἀνελήφθην ἐνώπιον αὐτῶν.

0
8

A ujutru dođe mi riječ Gospodnja govoreći:

Καὶ ἐγένετο λόγος Κυρίου τὸ πρωΐ πρός με λέγων·

0
9

Sine čovječji, reče li ti dom Izrailjev, dom odmetnički: što radiš?

υἱὲ ἀνθρώπου, οὐκ εἶπαν πρός σὲ ὁ οἶκος τοῦ Ἰσραήλ, οἶκος ὁ παραπικραίνων· τί σὺ ποιεῖς;

0
10

Reci im: ovako veli Gospod Gospod: ovo je breme za kneza koji je u Jerusalimu i za sav dom Izrailjev što je ondje.

εἰπὸν πρὸς αὐτούς· τάδε λέγει Κύριος Κύριος· ὁ ἄρχων καὶ ὁ ἀφηγούμενος ἐν Ἱερουσαλὴμ καὶ παντὶ οἴκω Ἰσραήλ, οἵ εἰσιν ἐν μέσῳ αὐτῶν,

0
11

Reci: ja sam vam znak, kako ja učinih tako će im biti; preseliće se i otići u ropstvo.

εἰπόν, ὅτι ἐγὼ τέρατα ποιῶ ἐν μέσῳ αὐτῆς· ὃν τρόπον πεποίηκα, οὕτως ἔσται αὐτοῖς· ἐν μετοικεσίᾳ καὶ ἐν αἰχμαλωσίᾳ πορεύσονται,

0
12

I knez koji je među njima noseći na ramenima po mraku će izaći; oni će prokopati zid da iznesu; on će pokriti lice svoje da ne vidi zemlje očima.

καὶ ὁ ἄρχων ἐν μέσῳ αὐτῶν ἐπ᾿ ὤμων ἀρθήσεται καὶ κεκρυμμένος ἐξελεύσεται διὰ τοῦ τοίχου, καὶ διορύξει τοῦ ἐξελθεῖν αὐτὸν δι᾿ αὐτοῦ· τὸ πρόσωπον αὐτοῦ συγκαλύψει, ὅπως μὴ ὁραθῇ ὀφθαλμῷ, καὶ αὐτὸς τὴν γῆν οὐκ ὄψεται.

0
13

Ali ću mu razapeti mrežu svoju i uhvatiće se u zamku moju, i odvešću ga u Vavilon, u zemlju Haldejsku, ali je neće vidjeti, a ondje će umrijeti.

καὶ ἐκπετάσω τὸ δίκτυόν μου ἐπ᾿ αὐτόν, καὶ συλληφθήσεται ἐν τῇ περιοχῇ μου, καὶ ἄξω αὐτὸν εἰς Βαβυλῶνα εἰς γῆν Χαλδαίων, καὶ αὐτὴν οὐκ ὄψεται καὶ ἐκεῖ τελευτήσει.

0
14

I sve koji su oko njega, pomoćnike njegove, i svu vojsku njegovu rasijaću u sve vjetrove, i izvući ću mač za njima.

καὶ πάντας τοὺς κύκλῳ αὐτοῦ τοὺς βοηθοὺς αὐτοῦ καὶ πάντας τοὺς ἀντιλαμβανομένους αὐτοῦ διασπερῶ εἰς πάντα ἄνεμον καὶ ρομφαίαν ἐκκενώσω ὀπίσω αὐτῶν·

0
15

I poznaće da sam ja Gospod kad ih rasijem po narodima i razaspem po zemljama.

καὶ γνώσονται διότι ἐγὼ Κύριος ἐν τῷ διασκορπίσαι με αὐτοὺς ἐν τοῖς ἔθνεσι, καὶ διασπερῶ αὐτοὺς ἐν ταῖς χώραις.

0
16

A ostaviću ih nekoliko ljudi koji će ostati od mača i od gladi i od pomora da pripovijedaju sve gadove svoje među narodima u koje otidu; i poznaće da sam ja Gospod.

καὶ ὑπολείψομαι ἐξ αὐτῶν ἄνδρας ἀριθμῷ ἐκ ρομφαίας καὶ ἐκ λιμοῦ καὶ ἐκ θανάτου, ὅπως ἐκδιηγῶνται πάσας τὰς ἀνομίας αὐτῶν ἐν τοῖς ἔθνεσιν, οὗ εἰσήλθοσαν ἐκεῖ· καὶ γνώσονται ὅτι ἐγὼ Κύριος.

0
17

Opet mi dođe riječ Gospodnja govoreći:

Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·

0
18

Sine čovječji, hljeb svoj jedi prezajući i vodu svoju pij drkćući i brinući se.

υἱὲ ἀνθρώπου, τὸν ἄρτον σου μετὰ ὀδύνης φάγεσαι καὶ τὸ ὕδωρ σου μετὰ βασάνου καὶ θλίψεως πίεσαι

0
19

I reci narodu zemaljskom: ovako veli Gospod Gospod za stanovnike Jerusalimske, za zemlju Izrailjevu: hljeb će svoj jesti u brizi i vodu će svoju piti prepadajući se, jer će zemlja opustjeti i ostati bez svega što je u njoj za bezakonje svijeh koji žive u njoj.

καὶ ἐρεῖς πρὸς τὸν λαὸν τῆς γῆς· τάδε λέγει Κύριος τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ ἐπὶ τῆς γῆς τοῦ Ἰσραήλ· τοὺς ἄρτους αὐτῶν μετὰ ἐνδείας φάγονται καὶ τὸ ὕδωρ αὐτῶν μετὰ ἀφανισμοῦ πίονται, ὅπως ἀφανισθῇ ἡ γῆ σὺν πληρώματι αὐτῆς, ἐν ἀσεβείᾳ γὰρ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ·

0
20

I gradovi u kojima žive opustjeće, i zemlja će biti pusta, i poznaćete da sam ja Gospod.

καὶ αἱ πόλεις αὐτῶν αἱ κατοικούμεναι ἐξερημωθήσονται, καὶ ἡ γῆ εἰς ἀφανισμὸν ἔσται· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.

0
21

Opet mi dođe riječ Gospodnja govoreći:

Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·

0
22

Sine čovječji, kaka je to priča u vas o zemlji Izrailjevoj što govorite: protežu se dani, i od utvare neće biti ništa?

υἱὲ ἀνθρώπου, τίς ἡ παραβολὴ ὑμῖν ἐπὶ τῆς γῆς τοῦ Ἰσραὴλ λέγοντες· μακρὰν αἱ ἡμέραι, ἀπόλωλεν ὅρασις;

0
23

Zato im reci: ovako veli Gospod Gospod: ukinuću tu priču i neću je više govoriti u Izrailju; nego im reci: blizu su dani i riječ svake utvare.

διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἀποστρέψω τὴν παραβολὴν ταύτην, καὶ οὐκέτι μὴ εἴπωσι τὴν παραβολὴν ταύτην οἶκος τοῦ Ἰσραήλ, ὅτι λαλήσεις πρὸς αὐτούς· ἠγγίκασιν αἱ ἡμέραι καὶ λόγος πάσης ὁράσεως·

0
24

Jer neće više biti u domu Izrailjevu zaludne utvare ni gatanja kojim se laska.

ὅτι οὐκ ἔσται ἔτι πᾶσα ὅρασις ψευδὴς καὶ μαντευόμενος τὰ πρὸς χάριν ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ,

0
25

Jer ću ja Gospod govoriti, i što rečem zbiće se; neće se više odgađati, nego za vašega vremena, dome odmetnički, reći ću riječ i izvršiću je, govori Gospod Gospod.

διότι ἐγὼ Κύριος λαλήσω τοὺς λόγους μου, λαλήσω καὶ ποιήσω καὶ οὐ μὴ μηκύνω ἔτι· ὅτι ἐν ταῖς ἡμέραις ὑμῶν, οἶκος ὁ παραπικραίνων, λαλήσω λόγον καὶ ποιήσω, λέγει Κύριος.

0
26

Opet mi dođe riječ Gospodnja govoreći:

Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·

0
27

Sine čovječji, gle, dom Izrailjev govori: utvara koju taj vidi, do nje ima mnogo vremena, i za daleko vrijeme taj prorokuje.

υἱὲ ἀνθρώπου, ἰδοὺ ὁ οἶκος Ἰσραὴλ ὁ παραπικραίνων λέγοντες λέγουσιν· ἡ ὅρασις, ἣν οὗτος ὁρᾷ, εἰς ἡμέρας πολλάς, καὶ εἰς καιροὺς μακροὺς οὗτος προφητεύει.

0
28

Zato im reci: ovako veli Gospod Gospod: neće se više odgađati nijedna moja riječ; riječ koju rečem zbiće se, govori Gospod Gospod.

διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς· τάδε λέγει Κύριος· οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ λόγοι μου, οὓς ἂν λαλήσω· λαλήσω καὶ ποιήσω, λέγει Κύριος.

0