Jezekilj 11

Stari zavet

1

Tada me podiže duh, i odnese me na istočna vrata doma Gospodnjega koja gledaju na istok, i gle, na vratima bijaše dvadeset i pet ljudi, i među njima vidjeh Jazaniju sina Azurova i Felatiju sina Venajina, poglavare narodne.

ΚΑΙ ἀνέλαβέ με πνεῦμα καὶ ἤγαγέ με ἐπὶ τὴν πύλην τοῦ οἴκου Κυρίου τὴν κατέναντι τὴν βλέπουσαν κατὰ ἀνατολάς· καὶ ἰδοὺ ἐπὶ τῶν προθύρων τῆς πύλης ὡς εἴκοσι καὶ πέντε ἄνδρες, καὶ εἶδον ἐν μέσῳ αὐτῶν τὸν Ἰεζονίαν τὸν τοῦ Ἔζερ καὶ Φαλτίαν τὸν τοῦ Βαναίου, τοὺς ἀφηγουμένους τοῦ λαοῦ.

0
2

I reče mi: sine čovječji, ovi ljudi smišljaju bezakonje, i zlo svjetuju u tom gradu,

καὶ εἶπε Κύριος πρός με· υἱὲ ἀνθρώπου, οὗτοι οἱ ἄνδρες οἱ λογιζόμενοι μάταια καὶ βουλευόμενοι βουλὴν πονηρὰν ἐν τῇ πόλει ταύτῃ,

0
3

Govoreći: nije blizu; da gradimo kuće; ovaj je grad lonac a mi meso.

οἱ λέγοντες· οὐχὶ προσφάτως ᾠκοδόμηνται αἱ οἰκίαι; αὕτη ἐστὶν ὁ λέβης, ἡμεῖς δέ τὰ κρέα.

0
4

Zato prorokuj protiv njih, prorokuj, sine čovječji.

διὰ τοῦτο προφήτευσον ἐπ᾿ αὐτούς, προφήτευσον, υἱὲ ἀνθρώπου.

0
5

I pade na me duh Gospodnji i reče mi: reci: ovako veli Gospod: dome Izrailjev, tako govoriste, i znam misli srca vašega.

καὶ ἔπεσεν ἐπ᾿ ἐμὲ πνεῦμα Κυρίου καὶ εἶπε πρός με· λέγε· τάδε λέγει Κύριος· οὕτως εἴπατε, οἶκος Ἰσραήλ, καὶ τὰ διαβούλια τοῦ πνεύματος ὑμῶν ἐγὼ ἐπίσταμαι.

0
6

Mnoge pobiste u tom gradu, i napuniste ulice njihove pobijenijeh.

ἐπληθύνατε νεκροὺς ὑμῶν ἐν τῇ πόλει ταύτῃ καὶ ἐνεπλήσατε τὰς ὁδοὺς αὐτῆς τραυματιῶν.

0
7

Zato ovako veli Gospod Gospod: koje pobiste i pobacaste usred njega, oni su meso, a on je lonac, a vas ću izvesti iz njega.

διὰ τοῦτο τάδε λέγει Κύριος· τοὺς νεκροὺς ὑμῶν, οὓς ἐπατάξατε ἐν μέσῳ αὐτῆς, οὗτοί εἰσι τὰ κρέα, αὐτὴ δὲ ὁ λέβης ἐστί, καὶ ὑμᾶς ἐξάξω ἐκ μέσου αὐτῆς.

0
8

Bojite se mača; mač ću pustiti na vas, govori Gospod Gospod.

ρομφαίαν φοβεῖσθε, καὶ ρομφαίαν ἐπάξω ἐφ᾿ ὑμᾶς, λέγει Κύριος·

0
9

I izvešću vas iz njega, i daću vas u ruke tuđincima, i izvršiću na vama sudove.

καὶ ἐξάξω ὑμᾶς ἐκ μέσου αὐτῆς καὶ παραδώσω ὑμᾶς εἰς χεῖρας ἀλλοτρίων καὶ ποιήσω ἐν ὑμῖν κρίματα.

0
10

Od mača ćete pasti, na međi Izrailjevoj sudiću vam, i poznaćete da sam ja Gospod.

ἐν ρομφαίᾳ πεσεῖσθε, ἐπὶ τῶν ὀρέων τοῦ Ἰσραὴλ κρινῶ ὑμᾶς· καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος.

0
11

Ovaj grad neće vam biti lonac niti ćete vi biti u njemu meso; na međi Izrailjevoj sudiću vam.

0
12

I poznaćete da sam ja Gospod, jer po uredbama mojim ne hodiste niti zakona mojih izvršivaste, nego činiste po zakonima tijeh naroda što su oko vas.

0
13

A kad prorokovah, umrije Felatija sin Venajin; tada padoh na lice svoje i povikah iza glasa i rekoh: jaoh Gospode Gospode! hoćeš li da istrijebiš ostatak Izrailjev?

Καὶ ἐγένετο ἐν τῷ προφητεύειν με καὶ Φαλτίας ὁ τοῦ Βαναίου ἀπέθανε, καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἀνεβόησα φωνῇ μεγάλῃ καὶ εἶπα· οἴμοι οἴμοι, Κύριε, εἰς συντέλειαν ποιεῖς σὺ τοὺς καταλοίπους τοῦ Ἰσραήλ;

0
14

A glas Gospodnji dođe mi govoreći:

Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·

0
15

Sine čovječji, braća su tvoja, braća tvoja, rodbina tvoja i dom Izrailjev vaskoliki, kojima govoriše Jerusalimljani: idite daleko od Gospoda, nama je data zemlja u našljedstvo.

υἱὲ ἀνθρώπου, οἱ ἀδελφοί σου καὶ οἱ ἄνδρες τῆς αἰχμαλωσίας σου καὶ πᾶς ὁ οἶκος τοῦ Ἰσραὴλ συντετέλεσται, οἷς εἶπαν αὐτοῖς οἱ κατοικοῦντες Ἱερουσαλήμ· μακρὰν ἀπέχετε ἀπὸ τοῦ Κυρίου, ἡμῖν δέδοται ἡ γῆ εἰς κληρονομίαν.

0
16

Zato reci: ovako veli Gospod Gospod: ako ih i odagnah daleko među narode, ako ih i rasijah po zemljama, opet ću im biti svetinja za malo u zemljama u koje otidoše.

διὰ τοῦτον εἰπόν· τάδε λέγει Κύριος· ὅτι ἀπώσομαι αὐτοὺς εἰς τὰ ἔθνη καὶ διασκορπιῶ αὐτοὺς εἰς πᾶσαν γῆν, καὶ ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις, οὗ ἐὰν εἰσέλθωσιν ἐκεῖ.

0
17

Zato reci: ovako veli Gospod Gospod: sabraću vas iz naroda i pokupiću vas iz zemalja u koje se rasijaste, i daću vam zemlju Izrailjevu.

διὰ τοῦτο εἶπόν· τάδε λέγει Κύριος· καὶ εἰσδέξομαι αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συνάξω αὐτοὺς ἐκ τῶν χωρῶν, οὗ διέσπειρα αὐτοὺς ἐν αὐταῖς, καὶ δώσω αὐτοῖς τὴν γῆν τοῦ Ἰσραήλ.

0
18

I kad dođu u nju, izbaciće iz nje sve gadove njezine i sve gnusobe njezine.

καὶ εἰσελεύσονται ἐκεῖ καὶ ἐξαροῦσι πάντα τὰ βδελύγματα αὐτῆς καὶ πάσας τὰς ἀνομίας αὐτῆς ἐξ αὐτῆς.

0
19

I daću im jedno srce i nov duh metnuću u njih, i izvadiću iz tijela njihova kameno srce i daću im srce mesno,

καὶ δώσω αὐτοῖς καρδίαν ἑτέραν καὶ πνεῦμα καινὸν δώσω ἐν αὐτοῖς καὶ ἐκσπάσω τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην·

0
20

Da bi hodili po mojim uredbama i držali moje zakone i izvršivali ih; i biće mi narod, i ja ću im biti Bog.

ὅπως ἐν τοῖς προστάγμασί μου πορεύωνται καὶ τὰ δικαιώματά μου φυλάσσωνται καὶ ποιῶσιν αὐτά· καὶ ἔσονταί μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν.

0
21

A kojima srce ide po želji gnusoba njihovijeh i gadova njihovijeh, njihov ću put obratiti na njihovu glavu, govori Gospod Gospod.

καὶ εἰς τὴν καρδίαν τῶν βδελυγμάτων αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν, ὡς ἡ καρδία αὐτῶν ἐπορεύετο, τὰς ὁδοὺς αὐτῶν εἰς τὰς κεφαλάς αὐτῶν δέδωκα, λέγει Κύριος.

0
22

Potom mahnuše heruvimi krilima svojim, i točkovi otidoše prema njima, i slava Boga Izrailjeva bješe ozgo nad njima.

Καὶ ἐξῇραν τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἡ δόξα Θεοῦ Ἰσραὴλ ἐπ᾿ αὐτὰ ὑπεράνω αὐτῶν.

0
23

I podiže se slava Gospodnja isred grada, i stade na gori koja je s istoka gradu.

καὶ ἀνέβη ἡ δόξα Κυρίου ἐκ μέσης τῆς πόλεως καὶ ἔστη ἐπὶ τοῦ ὄρους, ὃ ἦν ἀπέναντι τῆς πόλεως.

0
24

A mene duh podiže i odnese u utvari duhom Božjim u Haldejsku k roblju; i utvara koju vidjeh otide od mene.

καὶ ἀνέλαβέ με πνεῦμα καὶ ἤγαγέ με εἰς γῆς Χαλδαίων εἰς τὴν αἰχμαλωσίαν ἐν ὁράσει ἐν πνεύματι Θεοῦ. καὶ ἀνέβην ἀπὸ τῆς ὁράσεως, ἧς εἶδον.

0
25

I kazah roblju sve riječi Gospodnje što mi pokaza.

καὶ ἐλάλησα πρὸς τὴν αἰχμαλωσίαν πάντας τοὺς λόγους τοῦ Κυρίου, οὓς ἔδειξέ μοι.

0