Jezekilj 13

Stari zavet

1

Opet mi dođe riječ Gospodnja govoreći:

ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·

0
2

Sine čovječji, prorokuj protiv proroka Izrailjevijeh koji prorokuju, i reci tijem koji prorokuju iz svoga srca: čujte riječ Gospodnju.

υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραὴλ καὶ προφητεύσεις καὶ ἐρεῖς πρὸς αὐτούς· ἀκούσατε λόγον Κυρίου.

0
3

Ovako govori Gospod Gospod: teško ludijem prorocima koji idu za svojim duhom a ništa nijesu vidjeli.

τάδε λέγει Κύριος· οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν καὶ τὸ καθόλου μὴ βλέπουσιν.

0
4

Proroci su tvoji, Izrailju, kao lisice po pustinjama.

ὡς ἀλώπεκες ἐν ταῖς ἐρήμοις, οἱ προφῆταί σου Ἰσραήλ.

0
5

Ne izlazite na prolome i ne ograđujete doma Izrailjeva da bi se održao u boju u dan Gospodnji.

οὐκ ἔστησαν ἐν στερεώματι καὶ συνήγαγον ποίμνια ἐπὶ τὸν οἶκον τοῦ Ἰσραήλ· οὐκ ἀνέστησαν οἱ λέγοντες· ἐν ἡμέρᾳ Κυρίου·

0
6

Vide taštinu i gatanje lažno, pa govore: Gospod kaže, a Gospod ih nije poslao, i daju nad da će se riječ ispuniti.

βλέποντες ψευδῆ, μαντευόμενοι μάταια, οἱ λέγοντες· λέγει Κύριος, καὶ Κύριος οὐκ ἀπέσταλκεν αὐτούς, καὶ ἤρξαντο τοῦ ἀναστῆσαι λόγον.

0
7

Ne viđate li taštu utvaru i ne govorite li lažno gatanje? a opet kažete: Gospod reče; a ja ne rekoh.

οὐχὶ ὅρασιν ψευδῆ ἑωράκατε καὶ μαντείας ματαίας εἰρήκατε;

0
8

Zato ovako veli Gospod Gospod: zato što govorite taštinu i vidite laž, zato evo mene na vas, govori Gospod Gospod.

διὰ τοῦτο εἰπόν· τάδε λέγει Κύριος· ἀνθ᾿ ὧν οἱ λόγοι ὑμῶν ψευδεῖς καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι, διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐφ᾿ ὑμᾶς, λέγει Κύριος,

0
9

I ruka će moja biti protiv proroka koji vide taštinu i gataju laž; neće ih biti u zboru naroda moga, i u prijepisu doma Izrailjeva neće biti zapisani, niti će doći u zemlju Izrailjevu; i poznaćete da sam ja Gospod Gospod.

καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς προφήτας τοὺς ὁρῶντας ψευδῆ καὶ τοὺς ἀποφθεγγομένους μάταια· ἐν παιδείᾳ τοῦ λαοῦ μου οὐκ ἔσονται, οὐδὲ ἐν γραφῇ οἴκου Ἰσραὴλ οὐ γραφήσονται καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται· καὶ γνώσονται διότι ἐγὼ Κύριος·

0
10

Zato, zato što prelastiše narod moj govoreći: mir je, a mira ne bješe; i jedan ozida zid, a drugi ga namazaše krečem nevaljalijem;

ἀνθ᾿ ὧν ἐπλάνησαν τὸν λαόν μου λέγοντες· εἰρήνη εἰρήνη, καὶ οὐκ ἔστιν εἰρήνη, καὶ οὗτος οἰκοδομεῖ τοῖχον, καὶ αὐτοὶ ἀλείφουσιν αὐτόν, εἰ πεσεῖται,

0
11

Reci onijem što mažu nevaljalijem krečem da će pasti; doći će silan dažd, i vi, kamenje velikoga grada, pašćete i oluja će razvaliti.

εἰπὸν πρὸς τοὺς ἀλείφοντας· πεσεῖται, καὶ ἔσται ὑετὸς κατακλύζων, καὶ δώσω λίθους πετροβόλους εἰς τοὺς ἐνδέσμους αὐτῶν, καὶ πεσοῦνται, καὶ πνεῦμα ἐξαῖρον, καὶ ραγήσεται.

0
12

I gle, kad padne zid, neće li vam se reći: gdje je kreč kojim mazaste?

καὶ ἰδοὺ πέπτωκεν ὁ τοῖχος, καὶ οὐκ ἐροῦσι πρὸς ὑμᾶς· ποῦ ἐστιν ἡ ἀλοιφὴ ὑμῶν, ἣν ἠλείψατε;

0
13

Zato ovako veli Gospod Gospod: razvaliću olujom u gnjevu svom, i silan će dažd doći u gnjevu mom, i kamenje velikoga grada u jarosti mojoj da potre.

διὰ τοῦτο τάδε λέγει Κύριος· καὶ ρήξω πνοὴν ἐξαίρουσαν μετὰ θυμοῦ, καὶ ὑετὸς κατακλύζων ἐν ὀργῇ μου ἔσται, καὶ τοὺς λίθους τοὺς πετροβόλους ἐν θυμῷ ἐπάξω εἰς συντέλειαν

0
14

I razvaliću zid koji namazaste nevaljalijem krečem, i oboriću ga na zemlju da će mu se otkriti temelj, i pašće, i vi ćete izginuti usred njega, i poznaćete da sam ja Gospod.

καὶ κατασκάψω τὸν τοῖχον, ὃν ἠλείψατε, καὶ πεσεῖται· καὶ θήσω αὐτὸν ἐπὶ τὴν γῆν, καὶ ἀποκαλυφθήσεται τὰ θεμέλια αὐτοῦ, καὶ πεσεῖται, καὶ συντελεσθήσεσθε μετ᾿ ἐλέγχων· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.

0
15

I tako ću navršiti gnjev svoj na zidu i na onima koji ga mažu krečem nevaljalijem, i reći ću vam: nema zida, niti onijeh koji ga mazaše,

καὶ συντελέσω τὸν θυμόν μου ἐπὶ τὸν τοῖχον καὶ ἐπὶ τοὺς ἀλείφοντας αὐτόν, καὶ πεσεῖται. καὶ εἶπα πρὸς ὑμᾶς· οὐκ ἔστιν ὁ τοῖχος οὐδὲ οἱ ἀλείφοντες αὐτὸν

0
16

Proroka Izrailjevijeh koji prorokuju Jerusalimu i vide mu utvare za mir, a mira nema, govori Gospod Gospod.

προφῆται τοῦ Ἰσραὴλ οἱ προφητεύοντες ἐπὶ Ἱερουσαλὴμ καὶ οἱ ὁρῶντες αὐτῇ εἰρήνην, καὶ οὐκ ἔστιν εἰρήνη, λέγει Κύριος.

0
17

A ti, sine čovječji, okreni lice svoje prema kćerima naroda svojega, koje prorokuju iz svoga srca, i prorokuj protiv njih.

Καὶ σύ, υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰς θυγατέρας τοῦ λαοῦ σου τὰς προφητευούσας ἀπὸ καρδίας αὐτῶν καὶ προφήτευσον ἐπ᾿ αὐτὰς

0
18

I reci: ovako veli Gospod Gospod: teško onima koje šiju uzglavlja pod sve laktove i grade pokrivala na glavu svakoga rasta da love duše. Lovite duše mojega naroda, a svoje li ćete duše sačuvati?

καὶ ἐρεῖς· τάδε λέγει Κύριος· οὐαὶ ταῖς συρραπτούσαις προσκεφάλαια ὑπὸ πάντα ἀγκῶνα χειρὸς καὶ ποιούσαις ἐπιβόλαια ἐπὶ πᾶσαν κεφαλὴν πάσης ἡλικίας τοῦ διαστρέφειν ψυχάς· αἱ ψυχαὶ διεστράφησαν τοῦ λαοῦ μου, καὶ ψυχὰς περιεποιοῦντο.

0
19

I skvrnite me kod naroda mojega za grst ječma i za zalogaj hljeba ubijajući duše, koje ne bi trebalo da umru, i čuvajući u životu duše koje ne treba da žive, lažući narodu mojemu, koji sluša laž.

καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου ἕνεκεν δρακὸς κριθῶν καὶ ἕνεκεν κλασμάτων ἄρτων τοῦ ἀποκτεῖναι ψυχάς, ἃς οὐκ ἔδει ἀποθανεῖν, καὶ τοῦ περιποιήσασθαι ψυχάς, ἃς οὐκ ἔδει ζῆσαι, ἐν τῷ ἀποφθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια ἀποφθέγματα.

0
20

Zato ovako veli Gospod Gospod: evo mene na vaša uzglavlja, na koja lovite duše da vam dolijeću, i poderaću ih ispod lakata vaših, i pustiću duše koje lovite da vam dolijeću.

διὰ τοῦτο τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ τὰ προσκεφάλαια ὑμῶν, ἐφ᾿ ἃ ὑμεῖς ἐκεῖ συστρέφετε ψυχάς, καὶ διαρρήξω αὐτὰ ἀπὸ τῶν βραχιόνων ὑμῶν καὶ ἐξαποστελῶ τὰς ψυχάς, ἃς ὑμεῖς ἐκστρέφετε τὰς ψυχὰς αὐτῶν, εἰς διασκορπισμόν·

0
21

I poderaću pokrivala vaša i izbaviću svoj narod iz vaših ruku, i neće više biti u vašim rukama da vam budu lov, i poznaćete da sam ja Gospod.

καὶ διαρρήξω τὰ ἐπιβόλαια ὑμῶν καὶ ρύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν, καὶ οὐκέτι ἔσονται ἐν χερσὶν ὑμῶν εἰς συστροφήν· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.

0
22

Jer žalostiste lažju srce pravedniku, kojega ja ne ožalostih, i krijepiste ruke bezbožniku da se ne vrati sa svoga zloga puta da se sačuva u životu.

ἀνθ᾿ ὧν διεστρέφετε καρδίαν δικαίου ἀδίκως, καὶ ἐγὼ οὐ διέστρεφον αὐτόν, καὶ τοῦ κατισχῦσαι χεῖρας ἀνόμου τὸ καθόλου μὴ ἀποστρέψαι ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆσαι αὐτόν,

0
23

Zato nećete viđati taštine i nećete više gatati, nego ću izbaviti narod svoj iz vaših ruku, i poznaćete da sam ja Gospod.

διὰ τοῦτο ψευδῆ οὐ μὴ ἴδητε καὶ μαντείας οὐ μὴ μαντεύσησθε ἔτι, καὶ ρύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν· καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος.

0