Jevanđelje po Luki 4

1

Isus pak pun Duha svetoga vrati se od Jordana, i odvede ga Duh u pustinju,

Ἰησοῦς δὲ πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ πνεύματι ἐν τῇ ἐρήμῳ

1
2

I četrdeset dana kuša ga đavo, i ne jede ništa za to dana; i kad se oni navršiše, onda ogladnje,

ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συντελεσθεισῶν αὐτῶν ἐπείνασεν.

0
3

I reče mu đavo: ako si sin Božij, reci ovome kamenu da postane hljeb.

εἶπεν δὲ αὐτῷ ὁ διάβολος· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος.

0
4

I odgovori mu Isus govoreći: u pismu stoji: neće življeti čovjek o samom hljebu, nego o svakoj riječi Božijoj.

καὶ ἀπεκρίθη πρὸς αὐτὸν ὁ Ἰησοῦς· Γέγραπται ὅτι Οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος.

0
5

I izvedavši ga đavo na goru visoku pokaza mu sva carstva ovoga svijeta u trenuću oka,

Καὶ ἀναγαγὼν αὐτὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου·

0
6

I reče mu đavo: tebi ću dati svu vlast ovu i slavu njihovu, jer je meni predana, i kome ja hoću daću je;

καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ἂν θέλω δίδωμι αὐτήν·

0
7

Ti dakle ako se pokloniš preda mnom biće sve tvoje.

σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἔσται σοῦ πᾶσα.

0
8

I odgovarajući Isus reče mu: idi od mene, sotono; u pismu stoji: poklanjaj se Gospodu Bogu svojemu, i njemu jedinome služi.

καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Γέγραπται· Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.

0
9

I odvede ga u Jerusalim, i postavi ga navrh crkve, i reče mu: ako si sin Božij, skoči odavde dolje;

Ἤγαγεν δὲ αὐτὸν εἰς Ἰερουσαλὴμ καὶ ἔστησεν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω·

0
10

Jer u pismu stoji da će anđelima svojijem zapovjediti za tebe da te sačuvaju,

γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε,

0
11

I uzeće te na ruke da gdje ne zapneš za kamen nogom svojom.

καὶ ὅτι Ἐπὶ χειρῶν ἀροῦσίν σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.

0
12

I odgovarajući Isus reče mu: kazano je: ne kušaj Gospoda Boga svojega.

καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Εἴρηται· Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.

0
13

I kad svrši đavo sve kušanje, otide od njega za neko vrijeme.

καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπʼ αὐτοῦ ἄχρι καιροῦ.

0
14

I vrati se Isus u sili duhovnoj u Galileju; i otide glas o njemu po svemu onom kraju.

Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν. καὶ φήμη ἐξῆλθεν καθʼ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ.

0
15

I on učaše po zbornicama njihovijem, i svi ga hvaljahu.

καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων.

0
16

I dođe u Nazaret gdje bješe odrastao, i uđe po običaju svome u dan subotni u zbornicu, i ustade da čita.

Καὶ ἦλθεν εἰς Ναζαρά, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι.

0
17

I daše mu knjigu proroka Isaije, i otvorivši knjigu nađe mjesto gdje bješe napisano:

καὶ ἐπεδόθη αὐτῷ βιβλίον τοῦ προφήτου Ἠσαΐου καὶ ἀναπτύξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον·

0
18

Duh je Gospodnji na meni; zato me pomaza da javim jevanđelje siromasima; posla me da iscijelim skrušene u srcu; da propovjedim zarobljenima da će se otpustiti, i slijepima da će progledati; da otpustim sužnje;

Πνεῦμα κυρίου ἐπʼ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει,

0
19

I da propovijedam prijatnu godinu Gospodnju.

κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν.

0
20

I zatvorivši knjigu dade sluzi, pa sjede: i svi u zbornici gledahu na nj.

καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ.

0
21

I poče im govoriti: danas se izvrši ovo pismo u ušima vašima.

ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι Σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.

0
22

I svi mu svjedočahu, i divljahu se riječima blagodati koje izlažahu iz usta njegovijeh, i govorahu: nije li ovo sin Josifov?

καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἔλεγον· Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος;

0
23

I reče im: vi ćete meni bez sumnje kazati ovu priču: ljekaru! izliječi se sam; što smo čuli da si činio u Kapernaumu učini i ovdje na svojoj postojbini.

καὶ εἶπεν πρὸς αὐτούς· Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· Ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα εἰς τὴν Καφαρναοὺμ ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου.

0
24

Reče pak: zaista vam kažem: nikakav prorok nije mio na svojoj postojbini.

εἶπεν δέ· Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ.

0
25

A zaista vam kažem: mnoge udovice bijahu u Izrailju u vrijeme Ilijno kad se nebo zatvori tri godine i šest mjeseci i bi velika glad po svoj zemlji;

ἐπʼ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν,

0
26

I ni k jednoj od njih ne bi poslan Ilija do u Sareptu Sidonsku k ženi udovici.

καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν.

0
27

I mnogi bijahu gubavi u Izrailju za proroka Jelisija; i nijedan se od njih ne očisti do Neemana Sirijanina.

καὶ πολλοὶ λεπροὶ ἦσαν ἐν τῷ Ἰσραὴλ ἐπὶ Ἐλισαίου τοῦ προφήτου, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη, εἰ μὴ Ναιμὰν ὁ Σύρος.

0
28

I svi se u zbornici napuniše gnjeva kad čuše ovo.

καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα,

0
29

I ustavši istjeraše ga napolje iz grada, i odvedoše ga navrh gore gdje bijaše njihov grad sazidan da bi ga bacili odozgo.

καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφʼ οὗ ἡ πόλις ᾠκοδόμητο αὐτῶν, ὥστε κατακρημνίσαι αὐτόν·

0
30

Ali on prođe između njih, i otide.

αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.

0
31

I dođe u Kapernaum grad Galilejski, i učaše ih u subote.

Καὶ κατῆλθεν εἰς Καφαρναοὺμ πόλιν τῆς Γαλιλαίας. καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν·

0
32

I čuđahu se nauci njegovoj; jer njegova besjeda bješe silna.

καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ.

0
33

I u zbornici bješe čovjek u kome bješe nečisti duh đavolski, i povika iza glasa

καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ·

0
34

Govoreći: prođi se, šta je tebi do nas, Isuse Nazarećanine? Došao si da nas pogubiš? Znam te ko si, svetac Božij.

Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ.

0
35

I zaprijeti mu Isus govoreći: umukni, i iziđi iz njega. I oborivši ga đavo na srijedu, iziđe iz njega, i nimalo mu ne naudi.

καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ἀπʼ αὐτοῦ. καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον ἐξῆλθεν ἀπʼ αὐτοῦ μηδὲν βλάψαν αὐτόν.

0
36

I u sve uđe strah, i govorahu jedan drugome govoreći: kakva je to riječ, da vlašću i silom zapovijeda nečistijem duhovima, i izlaze?

καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες· Τίς ὁ λόγος οὗτος ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, καὶ ἐξέρχονται;

0
37

I otide glas o njemu po svima okolnijem mjestima.

καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου.

0
38

Ustavši pak iz zbornice dođe u kuću Simonovu; a taštu Simonovu bješe uhvatila velika groznica, i moliše ga za nju.

Ἀναστὰς δὲ ἀπὸ τῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος. πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ, καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς.

0
39

I stavši više nje zaprijeti groznici, i pusti je. I odmah ustade i služaše im.

καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησεν τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς.

0
40

A kad zahođaše sunce, svi koji imadijahu bolesnike od različnijeh bolesti dovođahu ih k njemu; a on na svakoga od njih metaše ruke, i iscjeljivaše ih.

Δύνοντος δὲ τοῦ ἡλίου ἅπαντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιτιθεὶς ἐθεράπευεν αὐτούς.

0
41

A i đavoli izlažahu iz mnogijeh vičući i govoreći: ti si Hristos sin Božij. I zaprećivaše im da ne govore da znadu da je on Hristos.

ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν κραυγάζοντα καὶ λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ. καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι.

0
42

A kad nasta dan, iziđe i otide u pusto mjesto; i narod ga tražaše, i dođe k njemu, i zadržavahu ga da ne ide od njih.

Γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον· καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν, καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπʼ αὐτῶν.

0
43

A on im reče: i drugijem gradovima treba mi propovjediti jevanđelje o carstvu Božijemu; jer sam na to poslan.

ὁ δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ θεοῦ, ὅτι ἐπὶ τοῦτο ἀπεστάλην.

0
44

I propovijedaše po zbornicama Galilejskijem.

καὶ ἦν κηρύσσων εἰς τὰς συναγωγὰς τῆς Ἰουδαίας.

0