Novi zavet
A učenicima reče: nije moguće da ne dođu sablazni; ali teško onome s koga dolaze;
Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Ἀνένδεκτόν ἐστιν τοῦ τὰ σκάνδαλα μὴ ἐλθεῖν, πλὴν οὐαὶ διʼ οὗ ἔρχεται·
Bolje bi mu bilo da mu se vodenični kamen objesi o vratu, i da ga bace u more, nego da sablazni jednoga od ovijeh malijeh.
λυσιτελεῖ αὐτῷ εἰ λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ τῶν μικρῶν τούτων ἕνα.
Čuvajte se. Ako ti sagriješi brat tvoj, nakaraj ga; pa ako se pokaje, oprosti mu.
προσέχετε ἑαυτοῖς. ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῷ, καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ·
I ako ti sedam puta na dan sagriješi, i sedam puta na dan dođe k tebi i reče: kajem se, oprosti mu.
καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμαρτήσῃ εἰς σὲ καὶ ἑπτάκις ἐπιστρέψῃ πρὸς σὲ λέγων· Μετανοῶ, ἀφήσεις αὐτῷ.
I rekoše apostoli Gospodu: dometni nam vjere.
Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ κυρίῳ· Πρόσθες ἡμῖν πίστιν.
A Gospod reče: kad biste imali vjere koliko zrno gorušično, i rekli biste ovome dubu: iščupaj se i usadi se u more, i poslušao bi vas.
εἶπεν δὲ ὁ κύριος· Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ· Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν.
Koji pak od vas kad ima slugu koji ore ili čuva stoku pa kad dođe iz polja, reče mu: hodi brzo i sjedi za trpezu?
Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ αὐτῷ· Εὐθέως παρελθὼν ἀνάπεσε,
Nego ne kaže li mu: ugotovi mi da večeram, i zapregni se te mi služi dok jedem i pijem, pa onda i ti jedi i pij?
ἀλλʼ οὐχὶ ἐρεῖ αὐτῷ· Ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ;
Eda li će on zahvaliti sluzi tome kad svrši što mu se zapovjedi? Ne vjerujem.
μὴ ἔχει χάριν τῷ δούλῳ ὅτι ἐποίησεν τὰ διαταχθέντα;
Tako i vi kad svršite sve što vam je zapovjeđeno, govorite: mi smo zaludne sluge, jer učinismo što smo bili dužni činiti.
οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν, ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν.
I kad iđaše u Jerusalim, on prolažaše između Samarije i Galileje.
Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι εἰς Ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ μέσον Σαμαρείας καὶ Γαλιλαίας.
I kad ulažaše u jedno selo sretoše ga deset gubavijeh ljudi, koji staše izdaleka,
καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ἀπήντησαν δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν,
I podigoše glas govoreći: Isuse učitelju! pomiluj nas.
καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς.
I vidjevši ih reče im: idite i pokažite se sveštenicima. I oni idući očistiše se.
καὶ ἰδὼν εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν.
A jedan od njih vidjevši da se iscijeli povrati se hvaleći Boga iza glasa,
εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν,
I pade ničice pred noge njegove, i zahvali mu. I to bješe Samarjanin.
καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρίτης.
A Isus odgovarajući reče: ne iscijeliše li se desetorica? Gdje su dakle devetorica?
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ;
Kako se među njima koji ne nađe da se vrati da zahvali Bogu, nego sam ovaj tuđin?
οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος;
I reče mu: ustani, idi; vjera tvoja pomože ti.
καὶ εἶπεν αὐτῷ· Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε.
A kad ga upitaše fariseji: kad će doći carstvo Božije? odgovarajući reče im: carstvo Božije neće doći da se vidi;
Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν· Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως,
Niti će se kazati: evo ga ovdje ili ondje; jer gle, carstvo je Božije unutra u vama.
οὐδὲ ἐροῦσιν· Ἰδοὺ ὧδε ἤ· Ἐκεῖ· ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν.
A učenicima reče: doći će vrijeme kad ćete zaželjeti da vidite jedan dan sina čovječijega, i nećete vidjeti.
Εἶπεν δὲ πρὸς τοὺς μαθητάς· Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε.
I reći će vam: evo ovdje je, ili: eno ondje; ali ne izlazite, niti tražite.
καὶ ἐροῦσιν ὑμῖν· Ἰδοὺ ἐκεῖ· Ἰδοὺ ὧδε· μὴ ἀπέλθητε μηδὲ διώξητε.
Jer kako što munja sine s neba, i zasvijetli se preko svega što je pod nebom, tako će biti i sin čovječij u svoj dan.
ὥσπερ γὰρ ἡ ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὴν ὑπʼ οὐρανὸν λάμπει, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ.
Ali mu najprije treba mnogo postradati, i okrivljenu biti od roda ovoga.
πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης.
I kako je bilo u vrijeme Nojevo onako će biti u dane sina čovječijega:
καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
Jeđahu, pijahu, ženjahu se, udavahu se do onoga dana kad Noje uđe u kovčeg, i dođe potop i pogubi sve.
ἤσθιον, ἔπινον, ἐγάμουν, ἐγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν πάντας.
Tako kao što bi u dane Lotove: jeđahu, pijahu, kupovahu, prodavahu, sađahu, zidahu;
ὁμοίως καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν·
A u dan kad iziđe Lot iz Sodoma, udari oganj i sumpor iz neba i pogubi sve.
ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν πῦρ καὶ θεῖον ἀπʼ οὐρανοῦ καὶ ἀπώλεσεν πάντας.
Tako će biti i u onaj dan kad će se javiti sin čovječij.
κατὰ τὰ αὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται.
U onaj dan koji se desi na krovu a pokućstvo njegovo u kući, neka ne silazi da ga uzme; i koji se desi u polju, tako neka se ne vraća natrag.
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά, καὶ ὁ ἐν ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω.
Opominjite se žene Lotove.
μνημονεύετε τῆς γυναικὸς Λώτ.
Koji pođe da sačuva dušu svoju, izgubiće je; a koji je izgubi, oživljeće je.
ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ περιποιήσασθαι ἀπολέσει αὐτήν, ὃς δʼ ἂν ἀπολέσῃ ζῳογονήσει αὐτήν.
Kažem vam: u onu noć biće dva na jednome odru, jedan će se uzeti a drugi će se ostaviti;
λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, ὁ εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται·
Dvije će mljeti zajedno, jedna će se uzeti a druga će se ostaviti;
ἔσονται δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό, ἡ μία παραλημφθήσεται ἡ δὲ ἑτέρα ἀφεθήσεται.
Dva će biti na njivi, jedan će se uzeti a drugi će se ostaviti.
I odgovarajući rekoše mu: gdje, Gospode? A on im reče: gdje je strvina onamo će se i orlovi skupiti.
καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ· Ποῦ, κύριε; ὁ δὲ εἶπεν αὐτοῖς· Ὅπου τὸ σῶμα, ἐκεῖ καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται.