Danilo 2

Stari zavet

1

A druge godine carovanja Navuhodonosorova usni Navuhodonosor san, i uznemiri mu se duh i san ga prođe.

ΕΝ τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας Ναβουχοδονόσορ ἐνυπνιάσθη Ναβουχοδονόσορ ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα αὐτοῦ, καὶ ὁ ὕπνος αὐτοῦ ἐγένετο ἀπ' αὐτοῦ.

0
2

I reče car da dozovu vrače i zvjezdare i gatare i Haldeje da kažu caru san njegov. I dođoše i staše pred carem.

καὶ εἶπεν ὁ βασιλεὺς καλέσαι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς φαρμακοὺς καὶ τοὺς Χαλδαίους τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ τὰ ἐνύπνια αὐτοῦ, καὶ ἦλθαν καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως.

0
3

I reče im car: usnih san, i uznemiri mi se duh kako bih doznao što sam snio.

καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς· ἠνυπνιάσθην, καὶ ἐξέστη τὸ πνεῦμά μου τοῦ γνῶναι τὸ ἐνύπνιον.

0
4

A Haldeji rekoše caru Sirski: care, da si živ dovijeka! pripovjedi san slugama svojim, pa ćemo ti kazati što znači.

καὶ ἐλάλησαν οἰ Χαλδαῖοι τῷ βασιλεῖ συριστί· βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι· σὺ εἰπὸν τὸ ἐνύπνιον τοῖς παισί σου, καὶ τὴν σύγκρισιν ἀναγγελοῦμεν.

0
5

A car odgovori i reče Haldejima: zaboravio sam; ako mi ne kažete što sam snio i što znači, bićete isječeni i kuće će vaše biti buništa.

ἀπεκρίθη ὁ βασιλεὺς τοῖς Χαλδαίοις· ὁ λόγος ἀπ' ἐμοῦ ἀπέστη· ἐὰν μὴ γνωρίσητέ μοι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ, εἰς ἀπώλειαν ἔσεσθε, καὶ οἱ οἶκοι ὑμῶν διαρπαγήσονται·

0
6

Ako li mi kažete što sam snio i što znači, dobićete od mene dare i poklone i veliku čast; kažite mi dakle što sam snio i što znači.

ἐὰν δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ γνωρίσητέ μοι, δόματα καὶ δωρεὰς καὶ τιμὴν πολλὴν λήψεσθε παρ' ἐμοῦ· πλὴν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγείλατέ μοι.

0
7

Odgovoriše opet i rekoše: neka car pripovjedi san slugama svojim, pa ćemo kazati što znači.

ἀπεκρίθησαν δεύτερον καὶ εἶπαν· ὁ βασιλεὺς εἰπάτω τὸ ἐνύπνιον τοῖς παισὶν αὐτοῦ, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελοῦμεν.

0
8

Car odgovori i reče: doista vidim da hoćete vremena da dobijete; jer vidite da sam zaboravio.

καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν· ἐπ' ἀληθείας οἶδα ἐγὼ ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζετε, καθότι εἴδετε ὅτι ἀπέστη ἀπ' ἐμοῦ τὸ ρῆμα.

0
9

Ali ako mi ne kažete što sam snio i što znači, jedan vam je sud; jer ste se dogovorili da kažete preda mnom laž i prijevaru dok se promijeni vrijeme; zato kažite mi san, pa ću vidjeti da mi možete kazati što znači.

ἐὰν οὖν τὸ ἐνύπνιον μὴ ἀναγγείλητέ μοι, οἶδα ὅτι ρῆμα ψευδὲς καὶ διεφθαρμένον συνέθεσθε εἰπεῖν ἐνώπιόν μου, ἕως οὗ ὁ καιρὸς παρέλθῃ· τὸ ἐνύπνιόν μου εἴπατέ μοι, καὶ γνώσομαι ὅτι τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖτέ μοι.

0
10

Odgovoriše Haldeji caru i rekoše: nema čovjeka na zemlji koji bi mogao kazati caru to što ište; zato nijedan car ni knez ni vlastelin nije nigda iskao tako što od vrača ili zvjezdara ili Haldejca.

ἀπεκρίθησαν οἱ Χαλδαῖοι ἐνώπιον τοῦ βασιλέως καὶ λέγουσιν· οὐκ ἔστιν ἄνθρωπος ἐπὶ τῆς ξηρᾶς, ὅστις τὸ ρῆμα τοῦ βασιλέως δυνήσεται γνωρίσαι, καθότι πᾶς βασιλεὺς μέγας καὶ ἄρχων ρῆμα τοιοῦτον οὐκ ἐπερωτᾷ ἐπαοιδόν, μάγον καὶ Χαλδαῖον·

0
11

I što car ište vrlo je teško; niti ima drugoga koji bi mogao kazati caru osim bogova, koji ne žive među ljudima.

ὅτι ὁ λόγος, ὃν ὁ βασιλεὺς ἐπερωτᾷ, βαρύς, καὶ ἕτερος οὐκ ἔστιν, ὃς ἀναγγελεῖ αὐτὸν ἐνώπιον τοῦ βασιλέως, ἀλλ' οἱ θεοί, ὧν οὐκ ἔστιν ἡ κατοικία μετὰ πάσης σαρκός.

0
12

Zato se car razljuti i razgnjevi vrlo, i zapovjedi da se pogube svi mudarci Vavilonski.

τότε ὁ βασιλεὺς ἐν θυμῷ καὶ ὀργῇ εἶπεν ἀπολέσαι πάντας τοὺς σοφοὺς Βαβυλῶνος·

0
13

I kad izide zapovijest, te ubijahu mudarce, tražahu i Danila i drugove njegove da ih ubiju.

καὶ τὸ δόγμα ἐξῆλθε, καὶ οἱ σοφοὶ ἀπεκτέννοντο, καὶ ἐζήτησαν Δανιὴλ καὶ τοὺς φίλους αὐτοῦ ἀνελεῖν.

0
14

Tada Danilo odgovori mudro i razumno Ariohu zapovjedniku stražarskom, koji bijaše izašao da ubija mudarce Vavilonske;

τότε Δανιὴλ ἀπεκρίθη βουλὴν καὶ γνώμην τῷ Ἀριὼχ τῷ ἀρχιμαγείρῳ τοῦ βασιλέως, ὃς ἐξῆλθεν ἀναιρεῖν τοὺς σοφοὺς Βαβυλῶνος·

0
15

Odgovori i reče Ariohu vlastelinu carevu: zašto je tako nagla zapovijest od cara? Tada Arioh kaza stvar Danilu.

ἄρχων τοῦ βασιλέως, περὶ τίνος ἐξῆλθεν ἡ γνώμη ἡ ἀναιδὴς ἐκ προσώπου τοῦ βασιλέως; ἐγνώρισε δὲ ὁ Ἀριὼχ τὸ ρῆμα τῷ Δανιήλ.

0
16

A Danilo otide i zamoli cara da mu ostavi vremena, pak će kazati caru što san znači.

καὶ Δανιὴλ εἰσῆλθε καὶ ἠξίωσε τὸν βασιλέα, ὅπως χρόνον δῷ αὐτῷ, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγείλῃ τῷ βασιλεῖ.

0
17

Potom otide Danilo kući svojoj, i kaza stvar Ananiji, Misailu i Azariji, drugovima svojim,

καὶ εἰσῆλθε Δανιὴλ εἰς τὸν οἶκον αὐτοῦ καὶ τῷ Ἀνανίᾳ καὶ τῷ Μισαὴλ καὶ τῷ Ἀζαρίᾳ τοῖς φίλοις αὐτοῦ τὸ ρῆμα ἐγνώρισε·

0
18

Da se mole za milost Bogu nebeskomu radi te tajne, da ne bi poginuli Danilo i drugovi mu s ostalijem mudarcima Vavilonskim.

καὶ οἰκτιρμοὺς ἐζήτουν παρὰ τοῦ Θεοῦ τοῦ οὐρανοῦ ὑπὲρ τοῦ μυστηρίου τούτου, ὅπως ἂν μὴ ἀπόλωνται Δανιὴλ καὶ οἱ φίλοι αὐτοῦ μετὰ τῶν ἐπιλοίπων σοφῶν Βαβυλῶνος.

0
19

I objavi se tajna Danilu u noćnoj utvari; tada Danilo blagoslovi Boga nebeskoga.

τότε τῷ Δανιὴλ ἐν ὁράματι τῆς νυκτὸς τὸ μυστήριον ἀπεκαλύφθη· καὶ εὐλόγησε τὸν Θεὸν τοῦ οὐρανοῦ Δανιὴλ

0
20

Progovori Danilo i reče: da je blagosloveno ime Gospodnje od vijeka do vijeka; jer je njegova mudrost i sila;

καὶ εἶπεν· εἴη τὸ ὄνομα τοῦ Θεοῦ εὐλογημένον ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, ὅτι ἡ σοφία καὶ ἡ σύνεσις αὐτοῦ ἐστι·

0
21

I on mijenja vremena i čase; smeće careve, i postavlja careve; daje mudrost mudrima i razum razumnima.

καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους, καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ, διδοὺς σοφίαν τοῖς σοφοῖς καὶ φρόνησιν τοῖς εἰδόσι σύνεσιν·

0
22

On otkriva što je duboko i sakriveno, zna što je u mraku, i svjetlost kod njega stanuje.

αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα, γινώσκων τὰ ἐν τῷ σκότει, καὶ τὸ φῶς μετ' αὐτοῦ ἐστι·

0
23

Tebe, Bože otaca mojih, hvalim i slavim, što si mi dao mudrost i silu, i što si mi objavio za što te molismo objaviv nam stvar carevu.

σοί, ὁ Θεὸς τῶν πατέρων μου, ἐξομολογοῦμαι καὶ αἰνῶ, ὅτι σοφίαν καὶ δύναμιν δέδωκάς μοι καὶ νῦν ἐγνώρισάς μοι ἃ ἠξιώσαμεν παρὰ σοῦ καὶ τὸ ὅραμα τοῦ βασιλέως ἐγνώρισάς μοι.

0
24

Tada otide Danilo k Ariohu, kojega car bješe odredio da pogubi mudarce Vavilonske; i došav ovako mu reče: ne gubi mudaraca Vavilonskih; izvedi me pred cara da kažem caru što san znači.

καὶ ἦλθε Δανιὴλ πρὸς Ἀριώχ, ὃν κατέστησεν ὁ βασιλεὺς ἀπολέσαι τοὺς σοφοὺς Βαβυλῶνος, καὶ εἶπεν αὐτῷ· τοὺς σοφοὺς Βαβυλῶνος μὴ ἀπολέσῃς, εἰσάγαγε δέ με ἐνώπιον τοῦ βασιλέως, καὶ τὴν σύγκρισιν τῷ βασιλεῖ ἀναγγελῶ.

0
25

Tada Arioh brže izvede Danila pred cara, i ovako mu reče: nađoh čovjeka između roblja Judina, koji će kazati caru što san znači.

τότε Ἀριὼχ ἐν σπουδῇ εἰσήγαγε τὸν Δανιὴλ ἐνώπιον τοῦ βασιλέως καὶ εἶπεν αὐτῷ· εὕρηκα ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας, ὅστις τὸ σύγκριμα τῷ βασιλεῖ ἀναγγελεῖ.

0
26

A car progovori i reče Danilu, koji se zvaše Valtasar: možeš li mi kazati san koji sam snio i što znači?

καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπε τῷ Δανιήλ, οὗ τὸ ὄνομα Βαλτάσαρ· εἰ δύνασαί μοι ἀναγγεῖλαι τὸ ἐνύπνιον, ὃ εἶδον, καὶ τὴν σύγκρισιν αὐτοῦ;

0
27

Odgovori Danilo caru i reče: tajne koje car ište ne mogu kazati caru mudarci ni zvjezdari ni vrači ni gatari.

καὶ ἀπεκρίθη Δανιὴλ ἐνώπιον τοῦ βασιλέως καὶ εἶπε· τὸ μυστήριον, ὃ ὁ βασιλεὺς ἐπερωτᾷ, οὐκ ἔστι σοφῶν, μάγων, ἐπαοιδῶν, γαζαρηνῶν ἀναγγεῖλαι τῷ βαασιλεῖ,

0
28

Nego ima Bog na nebu koji otkriva tajne i javlja caru Navuhodonosoru što će biti do pošljetka. San tvoj i što ti je vidjela glava na postelji tvojoj ovo je:

ἀλλ' ἤ ἐστι Θεὸς ἐν οὐρανῷ ἀποκαλύπτων μυστήρια καὶ ἐγνώρισε τῷ βασιλεῖ Ναβουχοδονόσορ ἃ δεῖ γενέσθαι ἐπ' ἐσχάτων τῶν ἡμερῶν. τὸ ἐνύπνιόν σου καὶ αἱ ὁράσεις τῆς κεφαλῆς σου ἐπὶ τῆς κοίτης σου, τοῦτό ἐστι.

0
29

Tebi, care, dođoše misli na postelji što će biti poslije, i onaj koji objavljuje tajne pokaza ti što će biti.

σύ, βασιλεῦ, οἱ διαλογισμοί σου ἐπὶ τῆς κοίτης σου ἀνέβησαν τί δεῖ γενέσθαι μετὰ ταῦτα, καὶ ὁ ἀποκαλύπτων μυστήρια ἐγνώρισέ σοι ἃ δεῖ γενέσθαι.

0
30

A meni se ova tajna nije objavila mudrošću koja bi u mene bila mimo sve žive, nego zato da se javi caru što san znači i da doznaš misli srca svojega.

καὶ ἐμοὶ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ παρὰ πάντας τοὺς ζῶντας τὸ μυστήριον τοῦτο ἀπεκαλύφθη, ἀλλ' ἕνεκεν τοῦ τὴν σύγκρισιν τῷ βασιλεῖ γνωρίσαι, ἵνα τοὺς διαλογισμοὺς τῆς καρδίας σου γνῷς.

0
31

Ti, care, vidje a to lik velik; velik bijaše lik i svjetlost mu silna, i stajaše prema tebi, i strašan bijaše na očima.

σύ, βασιλεῦ, ἐθεώρεις, καὶ ἰδοὺ εἰκὼν μία, μεγάλη ἡ εἰκὼν ἐκείνη, καὶ ἡ πρόσοψις αὐτῆς ὑπερφερής, ἑστῶσα πρὸ προσώπου σου, καὶ ἡ ὅρασις αὐτῆς φοβερά·

0
32

Glava tome liku bijaše od čistoga zlata, prsi i mišice od srebra, trbuh i bedra od mjedi,

εἰκών, ἧς ἡ κεφαλὴ χρυσίου χρηστοῦ, αἱ χεῖρες καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς ἀργυροῖ, ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ,

0
33

Golijeni mu od gvožđa, a stopala koje od gvožđa koje od zemlje.

αἱ κνῆμαι σιδηραῖ, οἱ πόδες μέρος τι σιδηροῦν καὶ μέρος τι ὀστράκινον.

0
34

Ti gledaše dokle se odvali kamen bez ruku, i udari lik u stopala mjedena i zemljana, i satr ih.

ἐθεώρεις ἕως οὗ ἐτμήθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέλος.

0
35

Tada se satr i gvožđe i zemlja i mjed i srebro i zlato, i posta kao pljeva na gumnu u ljeto, te odnese vjetar, i ne nađe mu se mjesto; a kamen, koji udari lik, posta gora velika i ispuni svu zemlju.

τότε ἐλεπτύνθησαν εἰς ἅπαξ τὸ ὄστρακον, ὁ σίδηρος, ὁ χαλκός, ὁ ἄργυρος, ὁ χρυσός, καὶ ἐγένετο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς· καὶ ἐξῇρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς· καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγενήθη ὄρος μέγα καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν.

1
36

To je san; a sada ćemo kazati caru što znači.

τοῦτό ἐστι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἐροῦμεν ἐνώπιον τοῦ βασιλέως.

0
37

Ti si, care, car nad carevima, jer ti Bog nebeski dade carstvo, silu i krjepost i slavu;

σύ, βασιλεῦ, βασιλεὺς βασιλέων, ᾧ ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν,

0
38

I gdje god žive sinovi ljudski, zvijeri poljske i ptice nebeske, dao ti je u ruke, i postavio te gospodarem nad svijem tijem. Ti si ona glava zlatna.

ἐν παντὶ τόπῳ, ὅπου κατοικοῦσιν οἱ υἱοὶ τῶν ἀνθρώπων, θηρία τε ἁγροῦ καὶ πετεινὰ οὐρανοῦ καὶ ἰχθύας τῆς θαλάσσης ἔδωκεν ἐν τῇ χειρί σου καὶ κατέστησέ σε κύριον πάντων, σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ.

0
39

A nakon tebe nastaće drugo carstvo, manje od tvojega; a potom treće carstvo, mjedeno, koje će vladati po svoj zemlji.

καὶ ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα ἥττων σου καὶ βασιλεία τρίτη, ἥτις ἐστὶν ὁ χαλκός, ἣ κυριεύσει πάσης τῆς γῆς.

0
40

A četvrto će carstvo biti tvrdo kao gvožđe, jer gvožđe satire i troši sve, i kao gvožđe što sve lomi, tako će satrti i polomiti.

καὶ βασιλεία τετάρτη, ἥτις ἔσται ἰσχυρὰ ὡς σίδηρος· ὃν τρόπον ὁ σίδηρος λεπτύνει καὶ δαμάζει πάντα, οὕτως πάντα λεπτυνεῖ καὶ δαμάσει.

0
41

A što si vidio stopala i prste koje od kala lončarskoga koje od gvožđa, biće carstvo razdijeljeno, ali će biti u njemu tvrđe od gvožđa, jer si vidio gvožđe pomiješano s kalom lončarskim.

καὶ ὅτι εἶδες τοὺς πόδας καὶ τοὺς δακτύλους μέρος μέν τι ὀστράκινον μέρος δέ τι σιδηροῦν, βασιλεία διῃρημένη ἔσται, καὶ ἀπὸ τῆς ρίζης τῆς σιδηρᾶς ἔσται ἐν αὐτῇ, ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμεμειγμένον τῷ ὀστράκῳ·

0
42

I što prsti u nogu bijahu koje od gvožđa koje od kala, carstvo će biti nešto jako a nešto trošno.

καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδηροῦν μέρος δέ τι ὀστράκινον, μέρος τι τῆς βασιλείας ἔσται ἰσχυρὸν καὶ ἀπ' αὐτῆς ἔσται συντριβόμενον.

0
43

A što si vidio gvožđe pomiješano sa kalom lončarskim, to će se oni pomiješati sjemenom čovječijim, ali neće prionuti jedan za drugoga kao što se gvožđe ne može smiješati s kalom.

ὅτι εἶδες τὸν σίδηρον ἀναμεμειγμένον τῷ ὀστράκῳ, συμμειγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων καὶ οὐκ ἔσονται προσκολλώμενοι οὗτος μετὰ τούτου, καθὼς ὁ σίδηρος οὐκ ἀναμείγνυται μετὰ τοῦ ὀστράκου.

0
44

A u vrijeme tijeh careva Bog će nebeski podignuti carstvo koje se dovijeka neće rasuti, i to se carstvo neće ostaviti drugom narodu; ono će satrti i ukinuti sva ta carstva, a samo će stajati dovijeka,

καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται, καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται· λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλείας, καὶ αὐτὴ ἀναστήσεται εἰς τοὺς αἰῶνας.

0
45

Kako si vidio gdje se od gore odvali kamen bez ruku i satr gvožđe, mjed, kao, srebro i zlato. Bog veliki javi caru što će biti poslije; san je istinit, i tumačenje mu vjerno.

ὃν τρόπον εἶδες ὅτι ἀπὸ ὄρους ἐτμήθη λίθος ἄνευ χειρῶν καὶ ἐλέπτυνε τὸ ὄστρακον, τὸν σίδηρον, τὸν χαλκόν, τὸν ἄργυρον, τὸν χρυσόν, ὁ Θεὸς ὁ μέγας ἐγνώρισε τῷ βασιλεῖ ἃ δεῖ γενέσθαι μετὰ ταῦτα, καὶ ἀληθινὸν τὸ ἐνύπνιον, καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ.

0
46

Tada car Navuhodonosor pade na lice svoje, i pokloni se Danilu, i zapovjedi da mu prinesu prinos i kad.

τότε ὁ βασιλεὺς Ναβουχοδονόσορ ἔπεσεν ἐπὶ πρόσωπον καὶ τῷ Δανιὴλ προσεκύνησε καὶ μαναὰ καὶ εὐωδίας εἶπε σπεῖσαι αὐτῷ.

0
47

Car progovori Danilu i reče: doista, vaš je Bog Bog nad bogovima i gospodar nad carevima, i koji objavljuje tajne, kad si mogao otkriti ovu tajnu.

καὶ ἀποκριθεὶς ὁ βασιλεὺς εἶπε τῷ Δανιήλ· ἐπ' ἀληθείας ὁ Θεὸς ὑμῶν αὐτός ἐστι Θεὸς θεῶν καὶ κύριος τῶν βασιλέων καὶ ἀποκαλύπτων μυστήρια, ὅτι ἠδυνήθης ἀποκαλύψαι τὸ μυστήριον τοῦτο.

0
48

Tada car uzvisi Danila, i dade mu mnoge velike darove i učini ga gospodarem svoj zemlji Vavilonskoj i poglavarem nad svijem mudarcima Vavilonskim.

καὶ ἐμεγάλυνεν ὁ βασιλεὺς τὸν Δανιὴλ καὶ δόματα μεγάλα καὶ πολλὰ ἔδωκεν αὐτῷ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης χώρας Βαβυλῶνος καὶ ἄρχοντα σατραπῶν ἐπὶ πάντας τοὺς σοφοὺς Βαβυλῶνος.

0
49

I Danilo izmoli u cara, te postavi nad poslovima zemlje Vavilonske Sedraha, Misaha i Avdenaga, a Danilo osta na dvoru carevu.

καὶ Δανιὴλ ᾐτήσατο παρὰ τοῦ βασιλέως, καὶ κατέστησεν ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος τὸν Σεδράχ, Μισὰχ καὶ Ἀβδεναγώ· καὶ Δανιὴλ ἦν ἐν τῇ αὐλῇ τοῦ βασιλέως.

0