Stari zavet
Car Navuhodonosor načini zlatan lik, kojemu visina bješe šezdeset lakata, a širina šest lakata; i namjesti ga u polju Duri u zemlji Vavilonskoj.
ΕΤΟΥΣ ὀκτωκαιδεκάτου Ναβουχοδονόσορ ὁ βασιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν, ὕψος αὐτῆς πήχεων ἑξήκοντα, εὖρος αὐτῆς πήχεων ἕξ, καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ Δεειρᾷ, ἐν χώρᾳ Βαβυλῶνος.
I posla car Navuhodonosor da saberu knezove, upravitelje i vojvode, starješine, rizničare, sudije, nastojnike i sve vlastelje zemaljske, da dođu da se osveti lik što ga postavi car Navuhodonosor.
καὶ ἀπέστειλε συναγαγεῖν τοὺς ὑπάτους καὶ τοὺς στρατηγοὺς καὶ τοὺς τοπάρχας, ἡγουμένους τε καὶ τυράννους καὶ τοὺς ἐπ' ἐξουσιῶν καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος, ἣν ἔστησε Ναβουχοδονόσορ ὁ βασιλεύς.
Tada se skupiše knezovi, upravitelji i vojvode, starješine, rizničari, sudije, nastojnici, i svi vlastelji zemaljski, da se osveti lik što ga postavi car Navuhodonosor; i stadoše pred likom što ga postavi Navuhodonosor.
καὶ συνήχθησαν οἱ τοπάρχαι, ὕπατοι, στρατηγοί, ἡγούμενοι, τύραννοι μεγάλοι, οἱ ἐπ' ἐξουσιῶν καὶ πάντες οἱ ἄρχοντες τῶν χωρῶν εἰς τὸν ἐγκαινισμὸν τῆς εἰκόνος, ἣν ἔστησε Ναβουχοδονόσορ ὁ βασιλεύς, καὶ εἱστήκεισαν ἐνώπιον τῆς εἰκόνος.
A glasnik povika iza glasa: narodi, plemena i jezici, vama se govori.
καὶ ὁ κήρυξ ἐβόα ἐν ἰσχύΐ· ὑμῖν λέγεται, λαοί, φυλαί, γλῶσσαι·
Kad čujete rog, svirale, kitare, gusle, psaltire, pjevanje i svakojake svirke, popadajte i poklonite se zlatnomu liku, koji postavi car Navuhodonosor.
ᾗ ἂν ὥρᾳ ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου, συμφωνίας καὶ παντὸς γένους μουσικῶν, πίπτοντες προσκυνεῖτε τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησε Ναβουχοδονόσορ ὁ βασιλεύς·
A ko ne bi pao i poklonio se, onaj čas biće bačen u peć ognjenu užarenu.
καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.
Zato svi narodi kako čuše rog, svirale, kitare, gusle, psaltire i svakojake svirke, popadaše svi narodi, plemena i jezici, i pokloniše se zlatnome liku koji postavi car Navuhodonosor.
καὶ ἐγένετο ὅταν ἤκουον οἱ λαοὶ τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν, πίπτοντες πάντες οἱ λαοί, φυλαί, γλῶσσαι, προσεκύνουν τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησε Ναβουχοδονόσορ ὁ βασιλεύς.
A neki Haldeji taj čas dođoše i tužiše Jevreje,
τότε προσήλθοσαν ἄνδρες Χαλδαῖοι καὶ διέβαλον τοὺς Ἰουδαίους
I progovoriše i rekoše caru Navuhodonosoru: care, da si živ dovijeka!
τῷ βασιλεῖ Ναβουχοδονόσορ· βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι.
Ti si, care, zapovjedio, svaki ko čuje rog, svirale, kitare, gusle, psaltire, i pjevanje i svakojake svirke, da padne i pokloni se zlatnome liku;
σὺ βασιλεῦ, ἔθηκας δόγμα πάντα ἄνθρωπον, ὃς ἂν ἀκούσῃ τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν
A ko ne bi pao i poklonio se, da se baci u peć ognjenu užarenu.
καὶ μὴ πεσὼν προσκυνήσῃ τῇ εἰκόνι τῇ χρυσῇ, ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.
A imaju ljudi Jevreji, koje si postavio nad poslovima zemlje Vavilonske, Sedrah, Misah i Avdenago; ti ljudi, care, ne haju za te, ne poštuju tvojih bogova, i ne klanjaju se zlatnom liku, koji si postavio.
εἰσὶν ἄνδρες Ἰουδαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος, Σεδράχ, Μισάχ, Ἀβδεναγώ, οἳ οὐχ ὑπήκουσαν, βασιλεῦ, τῷ δόγματί σου, τοῖς θεοῖς σου οὐ λατρεύουσι, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦσι.
Tada Navuhodonosor u gnjevu i ljutini zapovjedi da dovedu Sedraha, Misaha i Avdenaga. I dovedoše te ljude pred cara.
τότε Ναβουχοδονόσορ ἐν θυμῷ καὶ ὀργῇ εἶπεν ἀγαγεῖν τὸν Σεδράχ, Μισὰχ καὶ Ἀβδεναγώ, καὶ ἤχθησαν ἐνώπιον τοῦ βασιλέως.
Navuhodonosor progovori i reče im: je li istina, Sedraše, Misaše i Avdenago, da vi ne služite mojim bogovima i da se ne klanjate zlatnome liku koji postavih?
καὶ ἀπεκρίθη Ναβουχοδονόσορ καὶ εἶπεν αὐτοῖς· εἰ ἀληθῶς Σεδράχ, Μισάχ, Ἀβδεναγώ, τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησα, οὐ προσκυνεῖτε;
Jeste li dakle gotovi, kad čujete rog, svirale, kitare, gusle, psaltire i pjevanje i svakojake svirke, da padnete i poklonite se liku koji načinih? ako li se ne poklonite, onaj čas bićete bačeni u peć ognjenu užarenu; a koji je bog što će vas izbaviti iz mojih ruku?
νῦν οὖν εἰ ἔχετε ἑτοίμως, ἵνα ὡς ἂν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν, πεσόντες προσκυνήσητε τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἐποίησα· ἐὰν δὲ μὴ προσκυνήσητε, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. καὶ τίς ἐστι Θεός, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου;
Odgovoriše Sedrah, Misah i Avdenago, i rekoše caru Navuhodonosoru: nije nam trijebe da ti odgovorimo na to.
καὶ ἀπεκρίθησαν Σεδράχ, Μισάχ, Ἀβδεναγὼ λέγοντες τῷ βασιλεῖ Ναβουχοδονόσορ· οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ρήματος τούτου ἀποκριθῆναί σοι·
Evo, Bog naš, kojemu mi služimo, može nas izbaviti iz peći ognjene užarene; i izbaviće nas iz tvojih ruku, care.
ἔστι γὰρ Θεὸς ἡμῶν ἐν οὐρανοῖς, ᾧ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ρύσεται ἡμᾶς·
A i da ne bi, znaj, care, da bogovima tvojim nećemo služiti niti ćemo se pokloniti zlatnom liku, koji si postavio.
καὶ ἐὰν μή, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν.
Tada se Navuhodonosor napuni gnjeva, i lice mu se promijeni na Sedraha, Misaha i Avdenaga, i odgovarajući zapovjedi da se užari peć sedam puta većma nego što bješe običaj.
τότε Ναβουχοδονόσορ ἐπλήσθη θυμοῦ, καὶ ἡ ὄψις τοῦ προσώπου αὐτοῦ ἠλλοιώθη ἐπὶ Σεδράχ, Μισὰχ καὶ Ἀβδεναγώ, καὶ εἶπεν ἐκκαῦσαι τὴν κάμινον ἑπταπλασίως, ἕως οὗ εἰς τέλος ἐκκαῇ·
I zapovjedi najjačim ljudima što bijahu u vojsci njegovoj da svežu Sedraha, Misaha i Avdenaga, i da ih bace u peć ognjenu užarenu.
καὶ ἄνδρας ἰσχυροὺς ἰσχύϊ εἶπε πεδήσαντας τὸν Σεδράχ, Μισὰχ καὶ Ἀβδεναγὼ ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.
Tada svezaše one ljude u plaštima njihovijem i u obući i pod kapama i u svemu odijelu njihovu, i baciše ih u peć ognjenu užarenu.
τότε οἱ ἄνδρες ἐκεῖνοι ἐπεδήθησαν σὺν τοῖς σαραβάροις αὐτῶν καὶ τιάραις καὶ περικνημίσι καὶ ἐβλήθησαν εἰς τὸ μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης,
Kako zapovijest careva bješe hitna i peć vrlo užarena, plamen ognjeni ubi one ljude koji bacahu Sedraha, Misaha i Avdenaga.
ἐπεὶ τὸ ρῆμα τοῦ βασιλέως ὑπερίσχυσε καὶ ἡ κάμινος ἐξεκαύθη ἐκ περισσοῦ.
A ta tri čovjeka, Sedrah, Misah i Avdenago, padoše usred peći ognjene užarene.
καὶ οἱ τρεῖς οὗτοι, Σεδράχ, Μισὰχ καὶ Ἀβδεναγώ, ἔπεσον εἰς μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης πεπεδημένοι. καὶ περιεπάτουν ἐν μέσῳ τῆς φλογὸς ὑμνοῦντες τὸν Θεὸν καὶ εὐλογοῦντες τὸν Κύριον.
Tada se prepade car Navuhodonosor, i brže ustav progovori i reče svojim dvoranima: ne bacismo li tri čovjeka svezana u oganj? Odgovoriše i rekoše caru: da, care.
Καὶ Ναβουχοδονόσορ ἤκουσεν ὑμνούντων αὐτῶν καὶ ἐθαύμασε καὶ ἐξανέστη ἐν σπουδῇ καὶ εἶπε τοῖς μεγιστᾶσιν αὐτοῦ· οὐχὶ ἄνδρας τρεῖς ἐβάλομεν εἰς τὸ μέσον τοῦ πυρὸς πεπεδημένους; καὶ εἶπον τῷ βασιλεῖ· ἀληθῶς, βασιλεῦ.
Odgovori i reče: eno, vidim četiri čovjeka odriješena gdje hode posred ognja i nije im ništa, i četvrti kao da je sin Božji.
καὶ εἶπεν ὁ βασιλεύς· ἰδοὺ ἐγὼ ὁρῶ ἄνδρας τέσσαρας λελυμένους καὶ περιπατοῦντας ἐν μέσῳ τοῦ πυρός, καὶ διαφθορὰ οὐκ ἔστιν ἐν αὐτοῖς, καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῷ Θεοῦ.
Tada pristupi Navuhodonosor na vrata ognjenoj peći užarenoj, i progovori i reče: Sedraše, Misaše i Avdenago, sluge Boga višnjega, izidite i hodite. Tada Sedrah, Misah i Avdenago izidoše isred ognja.
τότε προσῆλθε Ναβουχοδονόσορ πρὸς τὴν θύραν τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ εἶπε· Σεδράχ, Μισάχ, Ἀβδεναγώ, οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ Ὑψίστου, ἐξέλθετε καὶ δεῦτε. καὶ ἐξῆλθον Σεδράχ, Μισάχ, Ἀβδεναγὼ ἐκ μέσου τοῦ πυρός.
I sabraše se knezovi i upravitelji i vojvode i vijećnici carevi, i vidješe te ljude gdje im tijelu oganj ništa ne može, niti im se kosa na glavi opali, niti im se plašti što promijeniše, niti zadah od ognja prionu za njih.
καὶ συνάγονται οἱ σατράπαι καὶ οἱ στρατηγοὶ καὶ οἱ τοπάρχαι καὶ οἱ δυνάσται τοῦ βασιλέως καὶ ἐθεώρουν τοὺς ἄνδρας ὅτι οὐκ ἐκυρίευσε τὸ πῦρ τοῦ σώματος αὐτῶν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτῶν οὐκ ἐφλογίσθη, καὶ τὰ σαράβαρα αὐτῶν οὐκ ἠλλοιώθη, καὶ ὀσμὴ πυρὸς οὐκ ἦν ἐν αὐτοῖς.
Progovori Navuhodonosor i reče: da je blagosloven Bog Sedrahov, Misahov i Avdenagov, koji posla anđela svojega i izbavi sluge svoje, koje se u nj pouzdaše i ne poslušaše zapovijesti careve i dadoše tjelesa svoja da ne bi služili niti se poklonili drugom bogu osim svojega Boga.
καὶ ἀπεκρίθη Ναβουχοδονόσορ ὁ βασιλεὺς καὶ εἶπεν· εὐλογητὸς ὁ Θεὸς τοῦ Σεδράχ, Μισάχ, Ἀβδεναγώ, ὃς ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατο τοὺς παῖδας αὐτοῦ, ὅτι ἐπεποίθεισαν ἐπ' αὐτῷ καὶ τὸ ρῆμα τοῦ βασιλέως ἠλλοίωσαν καὶ παρέδωκαν τὰ σώματα αὐτῶν εἰς πῦρ, ὅπως μὴ λατρεύσωσι μηδὲ προσκυνήσωσι παντὶ θεῷ, ἀλλ' ἢ τῷ Θεῷ αὐτῶν.
Zato zapovijedam da se svaki kojega mu drago naroda i plemena i jezika, koji bi pohulio na Boga Sedrahova, Misahova i Avdenagova, da se isiječe i kuća da mu bude bunište, jer nema drugoga boga koji može tako izbaviti.
καὶ ἐγὼ ἐκτίθεμαι δόγμα· πᾶς λαός, φυλή, γλῶσσα, ἣ ἐὰν εἴπῃ βλασφημίαν κατὰ τοῦ Θεοῦ Σεδράχ, Μισάχ, Ἀβδεναγώ, εἰς ἀπώλειαν ἔσονται καὶ οἱ οἶκοι αὐτῶν εἰς διαρπαγήν, καθότι οὐκ ἔστι θεὸς ἕτερος, ὅστις δυνήσεται ρύσασθαι οὕτως.
Tada car uzvisi Sedraha, Misaha i Avdenaga u zemlji Vavilonskoj.
τότε ὁ βασιλεὺς κατεύθυνε τὸν Σεδράχ, Μισάχ, Ἀβδεναγὼ ἐν τῇ χώρᾳ Βαβυλῶνος καὶ ηὔξησεν αὐτοὺς καὶ ἠξίωσεν. αὐτοὺς ἡγεῖσθαι πάντων τῶν Ἰουδαίων τῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ.