2. Samuilova 9

Stari zavet

1

I reče David: ima li jošte ko da je ostao od doma Saulova? da mu učinim milost radi Jonatana.

ΚΑΙ εἶπε Δαυίδ· εἰ ἔστιν ἔτι ὑπολελειμμένος ἐν τῷ οἴκῳ Σαοὺλ καὶ ποιήσω μετ᾿ αὐτοῦ ἔλεος ἕνεκεν Ἰωνάθαν;

0
2

A bijaše jedan sluga doma Saulova, po imenu Siva; i dozvaše ga k Davidu. I reče mu car: jesi li ti Siva? A on reče: ja sam, sluga tvoj.

καὶ ἐκ τοῦ οἴκου Σαοὺλ ἦν παῖς, καὶ ὄνομα αὐτῷ Σιβά, καὶ καλοῦσιν αὐτὸν πρὸς Δαυίδ· καὶ εἶπε πρὸς αὐτὸν ὁ βασιλεὺς· σὺ εἶ Σιβά; καὶ εἶπεν· ἐγὼ δοῦλος σός.

0
3

A car reče: ima li jošte ko od doma Saulova da mu učinim milost Božiju? A Siva reče caru: još ima sin Jonatanov, hrom na nogu.

καὶ εἶπεν ὁ βασιλεύς· εἰ ὑπολέλειπται ἐκ τοῦ οἴκου Σαοὺλ ἔτι ἀνὴρ καὶ ποιήσω μετ᾿ αὐτοῦ ἔλεος Θεοῦ; καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα· ἔτι ἐστίν υἱὸς τῷ Ἰωνάθαν πεπληγὼς τοὺς πόδας.

0
4

I reče mu car: gdje je? A Siva reče caru: eno ga u domu Mahira sina Amilova u Lodevaru.

καὶ εἶπεν ὁ βασιλεύς· ποῦ οὗτος; καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα· ἰδοὺ ἐν οἴκῳ Μαχὶρ υἱοῦ Ἀμιὴλ ἐκ τῆς Λαδάβαρ.

0
5

Tada posla car David da ga dovedu iz Lodevara iz doma Mahira sina Amilova.

καὶ ἀπέστειλεν ὁ βασιλεύς Δαυὶδ καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ οἴκου Μαχὶρ υἱοῦ Ἀμιὴλ ἐκ τῆς Λαδάβαρ.

0
6

A kad dođe k Davidu Mefivostej sin Jonatana sina Saulova, pade na lice svoje i pokloni se. A David reče: Mefivosteju! A on reče: evo sluge tvojega.

καὶ παραγίνεται Μεμφιβοσθὲ υἱὸς Ἰωνάθαν υἱοῦ Σαοὺλ πρὸς τὸν βασιλέα Δαυὶδ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ. καὶ εἶπεν αὐτῷ Δαυίδ· Μεμφιβοσθέ· καὶ εἶπεν· ἰδοὺ ὁ δοῦλός σου.

0
7

A David mu reče: ne boj se; jer ću ti učiniti milost Jonatana radi oca tvojega, daću ti natrag sve njive Saula oca tvojega; a ti ćeš svagda jesti za mojim stolom.

καὶ εἶπεν αὐτῷ Δαυίδ· μὴ φοβοῦ, ὅτι ποιῶν ποιήσω μετὰ σοῦ ἔλεος διὰ Ἰωνάθαν τὸν πατέρα σου καὶ ἀποκαταστήσω σοι πάντα ἀγρὸν Σαοὺλ πατρὸς τοῦ πατρός σου, καὶ σὺ φαγῇ ἄρτον ἐπὶ τῆς τραπέζης μου διαπαντός.

0
8

A on se pokloni i reče: ko sam ja sluga tvoj, te si pogledao na mrtva psa kao što sam ja?

καὶ προσεκύνησε Μεμφιβοσθέ καὶ εἶπε· τίς εἰμι ὁ δοῦλός σου, ὅτι ἐπέβλεψας ἐπὶ τὸν κύνα τὸν τεθνηκότα τὸν ὅμοιον ἐμοί;

0
9

I car dozva Sivu slugu Saulova, i reče mu: što je god bilo Saulovo i svega doma njegova, dao sam sinu tvojega gospodara.

καὶ ἐκάλεσεν ὁ βασιλεὺς Σιβὰ τὸ παιδάριον Σαοὺλ καὶ εἶπε πρὸς αὐτόν· πάντα ὅσα ἐστὶ τῷ Σαοὺλ καὶ ὅλῳ τῷ οἴκῳ αὐτοῦ δέδωκα τῷ υἱῷ τοῦ κυρίου σου·

0
10

Radi mu dakle zemlju ti i sinovi tvoji i sluge tvoje, i donosi da sin gospodara tvojega ima hljeba da jede; ali Mefivostej sin gospodara tvojega ješće svagda za mojim stolom. Siva pak imaše petnaest sinova i dvadeset sluga.

καὶ ἐργᾷ αὐτῷ τὴν γῆν, σὺ καὶ οἱ υἱοί σου καὶ οἱ δοῦλοί σου, καὶ εἰσοίσεις τῷ υἱῷ τοῦ κυρίου σου ἄρτους, καὶ ἔδεται αὐτούς· καὶ Μεμφιβοσθὲ υἱὸς τοῦ κυρίου σου φάγεται διαπαντὸς ἄρτον ἐπὶ τῆς τραπέζης μου. (καὶ τῷ Σιβὰ ἦσαν πεντεκαίδεκα υἱοὶ καὶ εἴκοσι δοῦλοι).

0
11

I reče Siva caru: kako je car gospodar moj zapovjedio sluzi svojemu, sve će činiti sluga tvoj. Ali Mefivostej, reče car, ješće za mojim stolom kao carski sin.

καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα· κατὰ πάντα, ὅσα ἐντέταλται ὁ κύριός μου ὁ βασιλεὺς τῷ δούλῳ αὐτοῦ, οὕτω ποιήσει ὁ δοῦλός σου· καὶ Μεμφιβοσθὲ ἤσθιεν ἐπὶ τῆς τραπέζης Δαυὶδ καθὼς εἷς τῶν υἱῶν αὐτοῦ τοῦ βασιλέως.

0
12

A Mefivostej imaše maloga sina, kojemu ime bješe Miha; a svi koji življahu u domu Sivinu bijahu sluge Mefivostejeve.

καὶ τῷ Μεμφιβοσθὲ υἱὸς μικρὸς ἦν, καὶ ὄνομα αὐτῷ Μιχά. καὶ πᾶσα ἡ κατοίκησις τοῦ οἴκου Σιβὰ δοῦλοι τοῦ Μεμφιβοσθέ.

0
13

A Mefivostej sjeđaše u Jerusalimu, jer svagda jeđaše za carevijem stolom, a bješe hrom na obje noge.

καὶ Μεμφιβοσθὲ κατῴκει ἐν Ἱερουσαλήμ, ὅτι ἐπὶ τῆς τραπέζης τοῦ βασιλέως αὐτὸς διαπαντὸς ἤσθιε· καὶ αὐτὸς ἦν χωλὸς ἀμφοτέροις τοῖς ποσὶν αὐτοῦ.

0