Stari zavet
Poslije toga razbi David Filisteje, i pokori ih, i uze David Meteg-Amu iz ruku Filistejskih.
ΚΑΙ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξε Δαυὶδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς· καὶ ἔλαβε Δαυὶδ τὴν ἀφωρισμένην ἐκ χειρὸς τῶν ἀλλοφύλων.
Razbi i Moavce, i izmjeri ih užem povaljavši ih po zemlji, i izmjeri ih dva uža da se pogube a jedno uže da se ostave u životu. I Moavci postaše sluge Davidove, i plaćahu mu danak.
καὶ ἐπάταξε Δαυὶδ τὴν Μωὰβ καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις κοιμίσας αὐτοὺς ἐπὶ τὴν γῆν, καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι, καὶ τὰ δύο σχοινίσματα ἐζώγρησε, καὶ ἐγένετο Μωὰβ τῷ Δαυὶδ εἰς δούλους φέροντας ξένια.
David razbi i Adad-Ezera sina Reovova cara Sovskoga, izašav da raširi vlast svoju do rijeke Efrata.
καὶ ἐπάταξε Δαυὶδ τὸν Ἀδρααζὰρ υἱὸν Ραάβ, βασιλέα Σουβά, πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπί τὸν ποταμὸν Εὐφράτην.
I zarobi ih David tisuću i sedam stotina konjanika i dvadeset tisuća pješaka, i podreza David žile svijem konjma kolskim, samo ostavi za sto kola.
καὶ προκατελάβετο Δαυὶδ τῶν αὐτοῦ χίλια ἅρματα καὶ ἑπτά χιλιάδας ἱππέων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν, καὶ παρέλυσε Δαυὶδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἑαυτῷ ἑκατὸν ἅρματα.
I bijahu došli Sirci iz Damaska u pomoć Adad-Ezeru caru Sovskom, i David pobi dvadeset i dvije tisuće Siraca.
καὶ παραγίνεται Συρία Δαμασκοῦ βοηθῆσαι τῷ Ἀδρααζὰρ βασιλεῖ Σουβά, καὶ ἐπάταξε Δαυὶδ ἐν τῷ Σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν.
I namjesti David vojsku u Siriji što je pod Damaskom, i Sirci postaše sluge Davidove plaćajući mu danak. I Gospod čuvaše Davida kuda god iđaše.
καὶ ἔθετο Δαυὶδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἐγένετο ὁ Σύρος τῷ Δαυὶδ εἰς δούλους φέροντας ξένια. καὶ ἔσωσε Κύριος τὸν Δαυὶδ ἐν πᾶσιν, οἷς ἐπορεύετο.
I David uze zlatne štitove koje imahu sluge Adad-Ezerove, i donese ih u Jerusalim.
καὶ ἔλαβε Δαυὶδ τοὺς χλιδῶνας τοὺς χρυσοῦς, οἳ ἦσαν ἐπὶ τῶν παίδων τῶν Ἀδρααζὰρ βασιλέως Σουβά, καὶ ἤνεγκεν αὐτὰ εἰς Ἱερουσαλήμ· καὶ ἔλαβεν αὐτὰ Σουσακὶμ βασιλεὺς Αἰγύπτου ἐν τῷ ἀναβῆναι αὐτὸν εἰς Ἱερουσαλὴμ ἐν ἡμέραις Ροβοὰμ υἱοῦ Σολομῶντος.
I iz Vetaha i iz Virotaja gradova Adad-Ezerovijeh odnese car David silnu mjed.
καὶ ἐκ τῆς Μασβὰκ καὶ ἐκ τῶν ἐκλεκτῶν πόλεων τοῦ Ἀδρααζὰρ ἔλαβεν ὁ βασιλεὺς Δαυὶδ χαλκὸν πολὺν σφόδρα· ἐν αὐτῷ ἐποίησε Σολομῶν τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τοὺς λουτῆρας καὶ πάντα τὰ σκεύη.
A kad ču Toja car Ematski da je David pobio svu vojsku Adad-Ezerovu,
καὶ ἤκουσε Θοοὺ ὁ βασιλεὺς Ἡμὰθ ὅτι ἐπάταξε Δαυὶδ πᾶσαν τὴν δύναμιν Ἀδρααζάρ,
Posla Toja Jorama sina svojega k caru Davidu da ga pozdravi i da mu čestita što je vojevao na Adad-Ezera i ubio ga, jer Toja imaše rat s Adad-Ezerom; i donese Joram zaklada zlatnijeh i srebrnijeh i mjedenijeh.
καὶ ἀπέστειλε Θοοὺ Ἰεδδουρὰν τὸν υἱὸν αὐτοῦ πρὸς βασιλέα Δαυὶδ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησε τὸν Ἀδρααζὰρ καὶ ἐπάταξεν αὐτόν, ὅτι ἀντικείμενος ἦν τῷ Ἀδρααζάρ, καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἦσαν σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ σκεύη χαλκᾶ.
Pa i to car David posveti Gospodu sa srebrom i zlatom što bješe posvetio od svijeh naroda koje pokori,
καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς Δαυὶδ τῷ Κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ μετὰ τοῦ χρυσίου, οὗ ἡγίασεν ἐκ πασῶν τῶν πόλεων, ὧν κατεδυνάστευσεν,
Od Siraca i od Moavaca i od sinova Amonovijeh i od Filisteja i od Amalika, i od plijena Adad-Ezera sina Reovova cara Sovskoga.
ἐκ τῆς Ἰδουμαίας καὶ ἐκ τῆς Μωὰβ καὶ ἐκ τῶν υἱῶν Ἀμμὼν καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Ἀμαλὴκ καὶ ἐκ τῶν σκύλων Ἀδρααζὰρ υἱοῦ Ραὰβ βασιλέως Σουβά.
I David steče ime kad se vrati pobiv Sirce, osamnaest tisuća, u slanoj dolini.
καὶ ἐποίησε Δαυὶδ ὄνομα· καὶ ἐν τῷ ἀνακάμπτειν αὐτὸν ἐπάταξε τὴν Ἰδουμαίαν ἐν Γεβελὲμ εἰς ὀκτωκαίδεκα χιλιάδας.
I namjesti vojsku po Idumeji, po svoj Idumeji namjesti vojsku, i svi Edomci postaše sluge Davidove. I Gospod čuvaše Davida kuda god iđaše.
καὶ ἔθετο ἐν τῇ Ἰδουμαίᾳ φρουράν, ἐν πάσῃ τῇ Ἰδουμαίᾳ, καὶ ἐγένοντο πάντες οἱ Ἰδουμαῖοι δοῦλοι τῷ βασιλεῖ. καὶ ἔσωσε Κύριος τὸν Δαυὶδ ἐν πᾶσιν, οἷς ἐπορεύετο.
Tako carova David nad svijem Izrailjem, sudeći i dajući pravdu svemu narodu svojemu.
καὶ ἐβασίλευσε Δαυὶδ ἐπὶ πάντα Ἰσραήλ. καὶ ἦν Δαυὶδ ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτοῦ.
I Joav sin Serujin bješe nad vojskom; a Josafat sin Ahiludov pametar;
καὶ Ἰωὰβ υἱὸς Σαρουΐας ἐπὶ τῆς στρατιᾶς καὶ Ἰωσαφὰτ υἱὸς Ἀχιὰδ ἐπὶ τῶν ὑπομνημάτων,
A Sadok sin Ihitovov i Ahimeleh sin Avijatarov sveštenici; a Seraja pisar;
καὶ Σαδοὺκ υἱὸς Ἀχιτὼβ καὶ Ἀχιμέλεχ υἱὸς Ἀβιάθαρ ἱερεῖς, καὶ Ἀσὰ ὁ γραμματεύς,
A Venaja sin Jodajev bješe nad Heretejima i Feletejima; a sinovi Davidovi knezovi.
καὶ Βαναίας υἱὸς Ἰωδαὲ σύμβουλος, καὶ ὁ Χελεθθὶ καὶ ὁ Φελεττί· καὶ οἱ υἱοὶ Δαυὶδ αὐλάρχαι ἦσαν.