2. Samuilova 10

Stari zavet

1

A poslije toga umrije car sinova Amonovijeh, i zacari se Anun sin njegov na njegovo mjesto.

ΚΑΙ ἐγένετο μετὰ ταῦτα καὶ ἀπέθανε βασιλεὺς υἱῶν Ἀμμών, καὶ ἐβασίλευσεν Ἀννὼν υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.

0
2

I reče David: da učinim milost Anunu sinu Nasovu, kao što je otac njegov meni učinio milost. I posla David da ga potješi za ocem preko sluga svojih. I dođoše sluge Davidove u zemlju sinova Amonovijeh.

καὶ εἶπε Δαυίδ· ποιήσω ἔλεος μετὰ Ἀννὼν υἱοῦ Ναάς, ὃν τρόπον ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετ' αὐτοῦ ἔλεος· καὶ ἀπέστειλε Δαυὶδ παρακαλέσαι αὐτὸν ἐν χειρὶ τῶν δούλων αὐτοῦ περὶ τοῦ πατρὸς αὐτοῦ. καὶ παρεγένοντο οἱ παῖδες Δαυὶδ εἰς τὴν γῆν υἱῶν Ἀμμών.

0
3

A knezovi sinova Amonovijeh rekoše Anunu gospodaru svojemu: misliš da je David zato poslao ljude da te potješe, što je rad učiniti čast ocu tvojemu? a nije zato poslao David k tebi sluge svoje da promotri grad i uhodi, pa poslije da ga raskopa?

καὶ εἶπον οἱ ἄρχοντες υἱῶν Ἀμμὼν πρὸς Ἀννὼν τὸν κύριον αὐτῶν· μὴ παρὰ τὸ δοξάζειν Δαυὶδ τὸν πατέρα σου ἐνώπιόν σου, ὅτι ἀπέστειλέ σοι παρακαλοῦντας; ἀλλ' οὐχὶ ὅπως ἐρευνήσωσι τὴν πόλιν καὶ κατασκοπήσωσιν αὐτὴν καὶ τοῦ κατασκέψασθαι αὐτὴν ἀπέστειλε Δαυὶδ τοὺς παῖδας αὐτοῦ πρός σε;

0
4

Tada Anun uhvati sluge Davidove, i obrija im brade do pola i otsiječe im haljine po pole, do zadnjice, i opravi ih natrag.

καὶ ἔλαβεν Ἀννὼν τοὺς παῖδας Δαυὶδ καὶ ἐξύρησε τοὺς πώγωνας αὐτῶν καὶ ἀπέκοψε τοὺς μανδύας αὐτῶν ἐν τῷ ἡμίσει ἕως τῶν ἰσχίων αὐτῶν καὶ ἐξαπέστειλεν αὐτούς.

0
5

A kad to javiše Davidu, on posla pred njih, jer ljudi bijahu grdno osramoćeni, i poruči im car: sjedite u Jerihonu dokle vam naraste brada, pa onda dođite natrag.

καὶ ἀπήγγειλαν τῷ Δαυὶδ ὑπὲρ τῶν ἀνδρῶν, καὶ ἀπέστειλεν εἰς ἀπαντὴν αὐτῶν, ὅτι ἦσαν οἱ ἄνδρες ἠτιμασμένοι σφόδρα· καὶ εἶπεν ὁ βασιλεύς· καθίσατε ἐν Ἱεριχὼ ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν, καὶ ἐπιστραφήσεσθε.

0
6

Tada sinovi Amonovi videći gdje se omraziše s Davidom, poslaše sinovi Amonovi, te najmiše Siraca od Vet-Reova i Siraca od Sove dvadeset tisuća pješaka, i u cara od Mahe tisuću ljudi, i od Is-Tova dvanaest tisuća ljudi.

καὶ εἶδον οἱ υἱοὶ Ἀμμών, ὅτι κατῃσχύνθησαν ὁ λαὸς Δαυίδ, καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἀμμὼν καὶ ἐμισθώσαντο τὴν Συρίαν Βαιθραὰμ καὶ τὴν Συρίαν Σουβά, εἴκοσι χιλιάδας πεζῶν, καὶ τὸν βασιλέα Μααχά, χιλίους ἄνδρας, καὶ Ἰστώβ, δώδεκα χιλιάδας ἀνδρῶν.

0
7

A David kad to ču, posla Joava sa svom hrabrom vojskom svojom.

καὶ ἤκουσε Δαυίδ, καὶ ἀπέστειλε τὸν Ἰωὰβ καὶ πᾶσαν τὴν δύναμιν, τοὺς δυνατούς.

0
8

I izidoše sinovi Amonovi, i uvrstaše se pred vratima, a Sirci iz Sove i iz Reova i ljudi iz Is-Tova i iz Mahe bijahu za sebe u polju.

καὶ ἐξῆλθον οἱ υἱοὶ Ἀμμὼν καὶ παρετάξαντο πόλεμον παρὰ τῇ θύρᾳ τῆς πύλης Συρίας Σουβὰ καὶ Ροὼβ καὶ Ἰστὼβ καὶ Μααχὰ μόνοι ἐν ἀγρῷ.

0
9

I Joav videći namještenu vojsku prema sebi sprijed i ozad, uze odabrane iz sve vojske Izrailjske, i namjesti ih prema Sircima;

καὶ εἶδεν Ἰωὰβ ὅτι ἐγενήθη πρὸς αὐτὸν ἀντιπρόσωπον τοῦ πολέμου, ἐκ τοῦ κατὰ πρόσωπον ἐξεναντίας καὶ ἐκ τοῦ ὄπισθεν, καὶ ἐπελέξατο ἐκ πάντων τῶν νεανιῶν Ἰσραήλ, καὶ παρετάξαντο ἐξεναντίας Συρίας.

0
10

A ostali narod predade Avisaju bratu svojemu da ih namjesti prema sinovima Amonovijem.

καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ Ἀβεσσὰ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ παρετάξαντο ἐξεναντίας υἱῶν Ἀμμών.

0
11

I reče: ako Sirci budu jači od mene, dođi mi u pomoć; ako li sinovi Amonovi budu jači od tebe, ja ću doći tebi u pomoć.

καὶ εἶπεν· ἐὰν κραταιωθῇ Συρία ὑπὲρ ἐμέ, καὶ ἔσεσθέ μοι εἰς σωτηρίαν, καὶ ἐὰν κραταιωθῶσιν υἱοὶ Ἀμμὼν ὑπὲρ σέ, καὶ ἐσόμεθα τοῦ σῶσαί σε·

0
12

Budi hrabar, i držimo se hrabro za svoj narod i za gradove Boga svojega; a Gospod neka učini što mu je po volji.

ἀνδρίζου καὶ κραταιωθῶμεν ὑπὲρ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ Θεοῦ ἡμῶν, καὶ Κύριος ποιήσει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ.

0
13

Tada Joav i narod koji bješe s njim primakoše se da udare na Sirce, ali oni pobjegoše ispred njega.

καὶ προσῆλθεν Ἰωὰβ καὶ ὁ λαὸς αὐτοῦ μετ' αὐτοῦ εἰς πόλεμον πρὸς Συρίαν, καὶ ἔφυγαν ἀπὸ προσώπου αὐτοῦ.

0
14

A sinovi Amonovi videći gdje pobjegoše Sirci, pobjegoše i oni ispred Avisaja, i uđoše u svoj grad. I vrati se Joav od sinova Amonovijeh, i dođe u Jerusalim.

καὶ οἱ υἱοὶ Ἀμμὼν εἶδαν ὅτι ἔφυγε Συρία, καὶ ἔφυγαν ἀπὸ προσώπου Ἀβεσσὰ καὶ εἰσῆλθον εἰς τὴν πόλιν. καὶ ἀνέστρεψεν Ἰωὰβ ἀπὸ τῶν υἱῶν Ἀμμὼν καὶ παρεγένετο εἰς Ἱερουσαλήμ.

0
15

Ali Sirci kad vidješe gdje ih nadbiše Izrailjci, skupiše se opet.

καὶ εἶδε Συρία ὅτι ἔπταισεν ἔμπροσθεν Ἰσραήλ, καὶ συνήχθησαν ἐπὶ τὸ αὐτό.

0
16

I Adarezer posla, te dovede Sirce ispreko rijeke, koji dođoše u Elam; a Sovak vojvoda Adarezerov iđaše pred njima.

καὶ ἀπέστειλεν Ἀδρααζὰρ καὶ συνήγαγε τὴν Συρίαν τὴν ἐκ τοῦ πέραν τοῦ ποταμοῦ Χαλαμάκ, καὶ παρεγένοντο εἰς Αἰλάμ, καὶ Σωβὰκ ἄρχων τῆς δυνάμεως Ἀδρααζὰρ ἔμπροσθεν αὐτῶν.

0
17

Kad to javiše Davidu, on skupi sve Izrailjce, i prijeđe preko Jordana i dođe u Elam; i Sirci se namjestiše protiv Davida i pobiše se s Davidom.

καὶ ἀπηγγέλη τῷ Δαυίδ, καὶ συνήγαγε τὸν πάντα Ἰσραὴλ καὶ διέβη τὸν Ἰορδάνην καὶ παρεγένετο εἰς Αἰλάμ· καὶ παρετάξατο Συρία ἀπέναντι Δαυίδ, καὶ ἐπολέμησαν μετ' αὐτοῦ.

0
18

Ali pobjegoše Sirci ispred Izrailja, i pobi David Siraca sedam stotina i četrdeset tisuća konjika; i Sovaka vojvodu njihova ubi, te pogibe ondje.

καὶ ἔφυγε Συρία ἀπὸ προσώπου Ἰσραήλ, καὶ ἀνεῖλε Δαυὶδ ἐκ τῆς Συρίας ἑπτακόσια ἅρματα καὶ τεσσαράκοντα χιλιάδας ἱππέων· καὶ τὸν Σωβὰκ τὸν ἄρχοντα τῆς δυνάμεως αὐτοῦ ἐπάταξε, καὶ ἀπέθανεν ἐκεῖ.

0
19

I kad vidješe svi carevi, sluge Adarezerove, da ih razbi Izrailj, učiniše mir s Izrailjem, i služahu im, i Sirci ne smijahu više pomagati sinovima Amonovijem.

καὶ εἶδαν πάντες οἱ βασιλεῖς οἱ δοῦλοι Ἀδρααζὰρ ὅτι ἔπταισαν ἔμπροσθεν Ἰσραήλ, καὶ ηὐτομόλησαν μετὰ Ἰσραὴλ καὶ ἐδούλευσαν αὐτοῖς. καὶ ἐφοβήθη Συρία τοῦ σῶσαι ἔτι τοὺς υἱοὺς Ἀμμών.

0