2. Samuilova 11

Stari zavet

1

A kad prođe godina, u vrijeme kad carevi idu na vojsku, posla David Joava i sluge svoje s njim, i svega Izrailja, te potirahu sinove Amonove, i opkoliše Ravu; a David osta u Jerusalimu.

ΚΑΙ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ εἰς τὸν καιρὸν τῆς ἐξοδίας τῶν βασιλέων, καὶ ἀπέστειλε Δαυὶδ τὸν Ἰωὰβ καὶ τοὺς παῖδας αὐτοῦ μετ' αὐτοῦ καὶ τὸν πάντα Ἰσραήλ, καὶ διέφθειραν τοὺς υἱοὺς Ἀμμὼν καὶ διεκάθισαν ἐπὶ Ραββάθ· καὶ Δαυὶδ ἐκάθισεν ἐν Ἱερουσαλήμ.

0
2

I pred veče usta David s postelje svoje, i hodajući po krovu carskoga dvora ugleda s krova ženu gdje se mije, a žena bijaše vrlo lijepa na oči.

καὶ ἐγένετο πρὸς ἑσπέραν καὶ ἀνέστη Δαυὶδ ἀπὸ τῆς κοίτης αὐτοῦ καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τοῦ βασιλέως καὶ εἶδε γυναῖκα λουομένην ἀπὸ τοῦ δώματος, καὶ ἡ γυνὴ καλὴ τῷ εἴδει σφόδρα.

0
3

I David posla da propitaju za ženu i rekoše: nije li to Vitsaveja kći Elijamova žena Urije Hetejina?

καὶ ἀπέστειλε Δαυὶδ καὶ ἐζήτησε τὴν γυναῖκα καὶ εἶπεν· οὐχὶ αὕτη Βηρσαβεὲ θυγάτηρ Ἐλιὰβ γυνὴ Οὐρίου τοῦ Χετταίου;

0
4

I David posla poslanike da je dovedu; i kad dođe k njemu, on leže s njom, a ona se bješe očistila od nečistote svoje; poslije se vrati svojoj kući.

καὶ ἀπέστειλε Δαυὶδ ἀγγέλους καὶ ἔλαβεν αὐτήν, καὶ εἰσῆλθε πρὸς αὐτήν, καὶ ἐκοιμήθη μετ' αὐτῆς, καὶ αὐτὴ ἁγιαζομένη ἀπὸ ἀκαθαρσίας αὐτῆς, καὶ ἀπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

0
5

I zatrudnje žena, te posla i javi Davidu govoreći: trudna sam.

καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνή· καὶ ἀποστείλασα ἀπήγγειλε τῷ Δαυὶδ καὶ εἶπεν· ἐγώ εἰμι ἐν γαστρὶ ἔχω.

0
6

Tada David posla k Joavu i poruči: pošlji mi Uriju Hetejina. I posla Joav Uriju k Davidu.

καὶ ἀπέστειλε Δαυὶδ πρὸς Ἰωὰβ λέγων· ἀπόστειλον πρός με τὸν Οὐρίαν τὸν Χετταῖον· καὶ ἀπέστειλεν Ἰωὰβ τὸν Οὐρίαν πρὸς Δαυίδ.

0
7

I kad Urija dođe k njemu, zapita ga David kako je Joav i kako je narod i kako ide rat.

καὶ παραγίνεται Οὐρίας καὶ εἰσῆλθε πρὸς αὐτόν, καὶ ἐπηρώτησε Δαυὶδ εἰς εἰρήνην Ἰωὰβ καὶ εἰς εἰρήνην τοῦ λαοῦ καὶ εἰς εἰρήνην τοῦ πολέμου.

0
8

Potom reče David Uriji: idi kući svojoj, i operi noge svoje. I Urija izide iz careva dvora, a za njim iznesoše jelo carsko.

καὶ εἶπε Δαυὶδ τῷ Οὐρίᾳ· κατάβηθι εἰς τὸν οἶκόν σου καὶ νίψαι τοὺς πόδας σου· καὶ ἐξῆλθεν Οὐρίας ἐξ οἴκου τοῦ βασιλέως, καὶ ἐξῆλθεν ὀπίσω αὐτοῦ ἄρσις τοῦ βασιλέως.

0
9

Ali Urija leže na vratima dvora careva sa svijem slugama gospodara svojega, i ne otide kući svojoj.

καὶ ἐκοιμήθη Οὐρίας παρὰ τῇ θύρᾳ τοῦ βασιλέως μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ καὶ οὐ κατέβη εἰς τὸν οἶκον αὐτοῦ.

0
10

I javiše Davidu govoreći: Urija nije otišao kući svojoj. A David reče Uriji: nijesi li došao s puta? zašto ne ideš kući svojoj?

καὶ ἀνήγγειλαν τῷ Δαυὶδ λέγοντες, ὅτι οὐ κατέβη Οὐρίας εἰς τὸν οἶκον αὐτοῦ. καὶ εἶπε Δαυὶδ πρὸς Οὐρίαν· οὐχὶ ἐξ ὁδοῦ σὺ ἔρχῃ; τί ὅτι οὐ κατέβης εἰς τὸν οἶκόν σου;

0
11

A Urija reče Davidu: kovčeg i Izrailj i Juda stoje po šatorima, i Joav gospodar moj i sluge gospodara mojega stoje u polju, pa kako bih ja ušao u kuću svoju da jedem i pijem i spavam sa ženom svojom? Tako ti bio živ i tako bila živa duša tvoja, neću to učiniti.

καὶ εἶπεν Οὐρίας πρὸς Δαυίδ· ἡ κιβωτὸς καὶ Ἰσραὴλ καὶ Ἰούδας κατοικοῦσιν ἐν σκηναῖς, καὶ ὁ κύριός μου Ἰωὰβ καὶ οἱ δοῦλοι τοῦ κυρίου μου ἐπὶ πρόσωπον τοῦ ἀγροῦ παρεμβάλλουσι· καὶ ἐγὼ εἰσελεύσομαι εἰς τὸν οἶκόν μου τοῦ φαγεῖν καὶ πιεῖν καὶ κοιμηθῆναι μετὰ τῆς γυναικός μου; πῶς; ζῇ ἡ ψυχή σου, εἰ ποιήσω τὸ ρῆμα τοῦτο.

0
12

Tada reče David Uriji: ostani ovdje još danas, pa ću te sjutra otpustiti. Tako osta Urija u Jerusalimu onaj dan i sjutradan.

καὶ εἶπε Δαυὶδ πρὸς Οὐρίαν· κάθισον ἐνταῦθα καί γε σήμερον, καὶ αὔριον ἐξαποστελῶ σε. καὶ ἐκάθισεν Οὐρίας ἐν Ἱερουσαλὴμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ τῇ ἐπαύριον.

0
13

I pozva ga David da jede i pije s njim, te ga opije. A uveče otide, te leže na postelju svoju sa slugama gospodara svojega, a kući svojoj ne otide.

καὶ ἐκάλεσεν αὐτὸν Δαυίδ, καὶ ἔφαγεν ἐνώπιον αὐτοῦ καὶ ἔπιε καὶ ἐμέθυσεν αὐτόν· καὶ ἐξῆλθεν ἑσπέρας τοῦ κοιμηθῆναι ἐπὶ τῆς κοίτης αὐτοῦ μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ, καὶ εἰς τὸν οἶκον αὐτοῦ οὐ κατέβη.

0
14

A ujutru napisa David knjigu Joavu, i posla po Uriji.

καὶ ἐγένετο πρωΐ καὶ ἔγραψε Δαυὶδ βιβλίον πρὸς Ἰωὰβ καὶ ἀπέστειλεν ἐν χειρὶ Οὐρίου.

0
15

A u knjizi pisa i reče: namjestite Uriju gdje je najžešći boj, pa se uzmaknite od njega da bi ga ubili da pogine.

καὶ ἔγραψεν ἐν βιβλίῳ λέγων· εἰσάγαγε τὸν Οὐρίαν ἐξ ἐναντίας τοῦ πολέμου τοῦ κραταιοῦ, καὶ ἀποστραφήσεσθε ἀπὸ ὄπισθεν αὐτοῦ, καὶ πληγήσεται ἀπὸ ὄπισθεν αὐτοῦ, καὶ πληγήσεται καὶ ἀποθανεῖται.

0
16

I Joav opkolivši grad namjesti Uriju na mjesto gdje je znao da su najhrabriji ljudi.

καὶ ἐγενήθη ἐν τῷ φυλάσσειν Ἰωὰβ ἐπὶ τὴν πόλιν καὶ ἔθηκε τὸν Οὐρίαν εἰς τὸν τόπον, οὗ ᾔδει ὅτι ἄνδρες δυνάμεως ἐκεῖ.

0
17

I izidoše ljudi iz grada i pobiše se s Judom. I pogibe iz naroda nekoliko sluga Davidovijeh; pogibe i Urija Hetejin.

καὶ ἐξῆλθον οἱ ἄνδρες τῆς πόλεως καὶ ἐπολέμουν μετὰ Ἰωάβ, καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐκ τῶν δούλων Δαυίδ, καὶ ἀπέθανε καί γε Οὐρίας ὁ Χετταῖος.

0
18

Tada Joav posla k Davidu, i javi mu sve što bi u boju.

καὶ ἀπέστειλεν Ἰωὰβ καὶ ἀπήγγειλε τῷ Δαυὶδ πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα

0
19

I zapovjedi glasniku govoreći: kad pripovjediš caru sve što je bilo u boju,

καὶ ἐνετείλατο τῷ ἀγγέλῳ λέγων· ἐν τῷ συντελέσαι πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα

0
20

Ako se razgnjevi car i reče ti: zašto ste išli tako blizu grada da se bijete? zar nijeste znali kako se strijelja s grada?

καὶ ἔσται ἐὰν ἀναβῇ ὁ θυμὸς τοῦ βασιλέως, καὶ εἴπῃ σοι· τί ὅτι ἠγγίσατε πρὸς τὴν πόλιν πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι τοξεύσουσιν ἀπάνωθεν τοῦ τείχους;

0
21

Ko je ubio Avimeleha sina Jeruvesetova? nije li žena bacila na nj komad žrvnja sa zida, te pogibe u Tevesu? zašto ste išli blizu zida? tada reci: poginuo je i sluga tvoj Urija Hetejin.

τίς ἐπάταξε τὸν Ἀβιμέλεχ υἱὸν Ἱεροβάαλ υἱοῦ Νήρ; οὐχὶ γυνὴ ἔρριψε κλάσμα μύλου ἐπ' αὐτὸν ἀπὸ ἄνωθεν τοῦ τείχους καὶ ἀπέθανεν ἐν Θαμασί; ἱνατί προσηγάγετε πρὸς τὸ τεῖχος; καὶ ἐρεῖς· καί γε ὁ δοῦλός σου Οὐρίας ὁ Χετταῖος ἀπέθανε.

0
22

I otide glasnik, i došavši javi Davidu sve za što ga je poslao Joav.

καὶ ἐπορεύθη ὁ ἄγγελος Ἰωὰβ πρὸς τὸν βασιλέα εἰς Ἱερουσαλήμ, καὶ παρεγένετο καὶ ἀπήγγειλε τῷ Δαυὶδ πάντα, ὅσα ἀπήγγειλεν αὐτῷ Ἰωὰβ πάντα τὰ ρήματα τοῦ πολέμου. καὶ ἐθυμώθη Δαυὶδ πρὸς Ἰωὰβ καὶ εἶπε πρὸς τὸν ἄγγελον· ἱνατί προσηγάγετε πρὸς τὴν πόλιν τοῦ πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι πληγήσεσθε ἀπὸ τοῦ τείχους; τίς ἐπάταξε τὸν Ἀβιμέλεχ υἱὸν Ἱεροβάαλ; οὐχὶ γυνὴ ἔρριψεν ἐπ' αὐτὸν κλάσμα μύλου ἀπὸ τοῦ τείχους καὶ ἀπέθανεν ἐν Θαμασί; ἱνατί προσηγάγετε πρὸς τὸ τεῖχος;

0
23

I reče glasnik Davidu: bijahu jači od nas, i izidoše u polje na nas, ali ih uzbismo do vrata gradskih.

καὶ εἶπεν ὁ ἄγγελος πρὸς Δαυὶδ ὅτι ἐκραταίωσαν ἐφ' ἡμᾶς οἱ ἄνδρες καὶ ἐξῆλθαν ἐφ᾿ ἡμᾶς εἰς τὸν ἀγρόν, καὶ ἐγενήθημεν ἐπ' αὐτοὺς ἕως τῆς θύρας τῆς πύλης,

0
24

A strijelci stadoše strijeljati na sluge tvoje sa zida, i pogibe nekoliko sluga carevijeh, tako i sluga tvoj Urija Hetejin pogibe.

καὶ ἐτόξευσαν οἱ τοξεύοντες πρὸς τοὺς παῖδάς σου ἀπάνωθεν τοῦ τείχους, καὶ ἀπέθανον τῶν παίδων τοῦ βασιλέως, καί γε ὁ δοῦλος σου Οὐρίας ὁ Χετταῖος ἀπέθανε.

0
25

Tada reče David glasniku: ovako reci Joavu: ne budi zlovoljan za to; jer mač proždire sad ovoga sad onoga; udri još jače na grad i raskopaj ga. Tako ga ohrabri.

καὶ εἶπε Δαυὶδ πρὸς τὸν ἄγγελον· τάδε ἐρεῖς πρὸς Ἰωάβ· μὴ πονηρὸν ἔστω ἐν ὀφθαλμοῖς σου τὸ ρῆμα τοῦτο, ὅτι ποτὲ μὲν οὕτως καὶ ποτὲ οὕτως φάγεται ἡ μάχαιρα· κραταίωσον τὸν πόλεμόν σου εἰς τὴν πόλιν καὶ κατάσπασον αὐτὴν καὶ κραταίωσον αὐτήν.

0
26

A žena Urijina čuvši da je poginuo muž njezin Urija, plaka za mužem svojim.

καὶ ἤκουσεν ἡ γυνὴ Οὐρίου ὅτι ἀπέθανεν Οὐρίας ὁ ἀνὴρ αὐτῆς, καὶ ἐκόψατο τὸν ἄνδρα αὐτῆς.

0
27

A kad prođe žalost, posla David i uze je u kuću svoju, i ona mu posta žena, i rodi mu sina. Ali ne bješe po volji Gospodu što učini David.

καὶ διῆλθε τὸ πένθος καὶ ἀπέστειλε Δαυίδ, καὶ συνήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα, καὶ ἔτεκεν αὐτῷ υἱόν. καὶ πονηρὸν ἐφάνη τὸ ρῆμα, ὃ ἐποίησε Δαυίδ, ἐν ὀφθαλμοῖς Κυρίου.

0