2. Samuilova 12

Stari zavet

1

I posla Gospod Natana k Davidu; i on došav k njemu reče mu: u jednom gradu bijahu dva čovjeka, jedan bogat a drugi siromah.

ΚΑΙ ἀπέστειλε Κύριος τὸν Νάθαν τὸν προφήτην πρὸς Δαυίδ, καὶ εἰσῆλθε πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ· δύο ἦσαν ἄνδρες ἐν πόλει μιᾷ, εἷς πλούσιος, καὶ εἷς πένης·

0
2

Bogati imaše ovaca i goveda vrlo mnogo;

καὶ τῷ πλουσίῳ ἦν ποίμνια καὶ βουκόλια πολλὰ σφόδρα,

0
3

A siromah nemaše ništa do jednu malu ovčicu, koju bješe kupio, i hranjaše je, te odraste uza nj i uz djecu njegovu, i jeđaše od njegova zalogaja, i iz njegove čaše pijaše, i na krilu mu spavaše, i bijaše mu kao kći.

καὶ τῷ πένητι οὐδὲν ἀλλ' ἢ ἀμνὰς μία μικρά, ἣν ἐκτήσατο καὶ περιεποίησατο καὶ ἐξέθρεψεν αὐτὴν καὶ ἡδρύνθη μετ' αὐτοῦ καὶ μετὰ τῶν υἱῶν αὐτοῦ ἐπὶ τὸ αὐτό, ἐκ τοῦ ἄρτου αὐτοῦ ἤσθιε καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινε καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδε καὶ ἦν αὐτῷ ὡς θυγάτηρ·

0
4

A dođe putnik k bogatome čovjeku, a njemu bi žao uzeti iz svojih ovaca ili goveda da zgotovi putniku koji dođe k njemu; nego uze ovcu onoga siromaha, i zgotovi je čovjeku, koji dođe k njemu.

καὶ ἦλθε πάροδος τῷ ἀνδρὶ τῷ πλουσίῳ, καὶ ἐφείσατο λαβεῖν ἐκ τῶν ποιμνίων αὐτοῦ καὶ ἐκ τῶν βουκολίων αὐτοῦ τοῦ ποιῆσαι τῷ ξένῳ ὁδοιπόρῳ τῷ ἐλθόντι πρὸς αὐτὸν καὶ ἔλαβε τὴν ἀμνάδα τοῦ πένητος καὶ ἐποίησεν αὐτὴν τῷ ἀνδρὶ τῷ ἐλθόντι πρὸς αὐτόν.

0
5

Tada se David vrlo razgnjevi na onoga čovjeka, i reče Natanu: tako živ bio Gospod, zaslužio je smrt onaj koji je to učinio.

καὶ ἐθυμώθη ὀργῇ Δαυὶδ σφόδρα τῷ ἀνδρί, καὶ εἶπε Δαυὶδ πρὸς Νάθαν· ζῇ Κύριος, ὅτι υἱὸς θανάτου ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο

0
6

I ovcu neka plati učetvoro, što je to učinio i nije mu žao bilo.

καὶ τὴν ἀμνάδα ἀποτίσει ἑπταπλασίονα, ἀνθ' ὧν ὅτι ἐποίησε τὸ ρῆμα τοῦτο καὶ περὶ οὗ οὐκ ἐφείσατο.

0
7

Tada reče Natan Davidu: ti si taj. Ovako veli Gospod Bog Izrailjev: ja sam te pomazao za cara nad Izrailjem, i ja sam te izbavio iz ruku Saulovijeh.

καὶ εἶπε Νάθαν πρὸς Δαυίδ· σὺ εἶ ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· ἐγώ εἰμι ὁ χρίσας σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ ἐγώ εἰμι ἐρρυσάμην σε ἐκ χειρὸς Σαοὺλ

0
8

I dao sam ti dom gospodara tvojega, i žene gospodara tvojega na krilo tvoje, dao sam ti dom Izrailjev i Judin; i ako je malo, dodao bih ti to i to.

καὶ ἔδωκά σοι τὸν οἶκον τοῦ κυρίου σου καὶ τὰς γυναῖκας τοῦ κυρίου σου ἐν τῷ κόλπῳ σου καὶ ἔδωκά σοι τὸν οἶκον Ἰσραὴλ καὶ Ἰούδα· καὶ εἰ μικρόν ἐστι, προσθήσω σοι κατὰ ταῦτα.

0
9

Zašto si prezreo riječ Gospodnju čineći što njemu nije po volji? Uriju Hetejina ubio si mačem i uzeo si ženu njegovu sebi za ženu, a njega si ubio mačem sinova Amonovijeh.

τί ὅτι ἐφαύλισας τὸν λόγον Κυρίου τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς αὐτοῦ; τὸν Οὐρίαν τὸν Χετταῖον ἐπάταξας ἐν ρομφαίᾳ καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβες σεαυτῷ εἰς γυναῖκα καὶ αὐτὸν ἀπέκτεινας ἐν ρομφαίᾳ υἱῶν Ἀμμών.

0
10

Zato neće se odmaći mač od doma tvojega dovijeka, što si me prezreo i uzeo ženu Urije Hetejina da ti bude žena.

καὶ νῦν οὐκ ἀποστήσεται ρομφαία ἐκ τοῦ οἴκου σου ἕως αἰῶνος ἀνθ' ὧν ὅτι ἐξουδένωσάς με καὶ ἔλαβες τὴν γυναῖκα τοῦ Οὐρίου τοῦ Χετταίου τοῦ εἶναί σοι εἰς γυναῖκα.

0
11

Ovako veli Gospod: evo, ja ću podignuti na te zlo iz doma tvojega, i uzeću žene tvoje na tvoje oči, i daću ih bližnjemu tvojemu, te će spavati sa ženama tvojim na vidiku svakomu.

τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ ἐκ τοῦ οἴκου σου καὶ λήψομαι τὰς γυναῖκάς σου κατ' ὀφθαλμούς σου καὶ δώσω τῷ πλησίον σου, καὶ κοιμηθήσεται μετὰ τῶν γυναικῶν σου ἐναντίον τοῦ ἡλίου τούτου·

0
12

Jer ti si učinio tajno, ali ću ja ovo učiniti pred svijem Izrailjem i svakomu na vidiku.

ὅτι σὺ ἐποίησας κρυβῇ, κἀγὼ ποιήσω τὸ ρῆμα τοῦτο ἐναντίον παντὸς Ἰσραὴλ καὶ ἀπέναντι τοῦ ἡλίου τούτου.

0
13

Tada reče David Natanu: sagriješih Gospodu. A Natan reče Davidu: i Gospod je pronio grijeh tvoj; nećeš umrijeti.

καὶ εἶπε Δαυὶδ τῷ Νάθαν· ἡμάρτηκα τῷ Κυρίῳ. καὶ εἶπε Νάθαν πρὸς Δαυίδ· καὶ Κύριος παρεβίβασε τὸ ἁμάρτημά σου, οὐ μὴ ἀποθάνῃς·

0
14

Ali što si tijem djelom dao priliku neprijateljima Gospodnjim da hule, zato će ti umrijeti sin koji ti se rodio.

πλὴν ὅτι παροργίζων παρώργισας τοὺς ἐχθροὺς Κυρίου ἐν τῷ ρήματι τούτῳ, καί γε ὁ υἱός σου ὁ τεχθείς σοι θανάτῳ ἀποθανεῖται.

0
15

Potom Natan otide svojoj kući. A Gospod udari dijete koje rodi žena Urijina Davidu, te se razbolje na smrt.

καὶ ἀπῆλθε Νάθαν εἰς τὸν οἶκον αὐτοῦ. καὶ ἔθραυσε Κύριος τὸ παιδίον, ὃ ἔτεκεν ἡ γυνὴ Οὐρίου τοῦ Χετταίου τῷ Δαυίδ, καὶ ἠρρώστησε.

0
16

I David se moljaše Bogu za dijete, i pošćaše se David, i došavši ležaše preko noć na zemlji.

καὶ ἐζήτησε Δαυὶδ τὸν Θεὸν περὶ τοῦ παιδαρίου, καὶ ἐνήστευσε Δαυὶδ νηστείαν καὶ εἰσῆλθε καὶ ηὐλίσθη ἐν σάκκῳ ἐπὶ τῆς γῆς.

0
17

I starješine doma njegova ustaše oko njega da ga podignu sa zemlje, ali on ne htje, niti jede što s njima.

καὶ ἀνέστησαν ἐπ' αὐτὸν οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ ἐγεῖραι αὐτὸν ἀπὸ τῆς γῆς, καὶ οὐκ ἠθέλησε καὶ οὐ συνέφαγεν αὐτοῖς ἄρτον.

0
18

A kad bi sedmi dan, umrije dijete; i ne smijahu sluge Davidove javiti mu da je dijete umrlo, jer govorahu: evo, dok dijete bijaše živo, govorasmo mu, pa nas ne htje poslušati; a kako ćemo mu kazati: umrlo je dijete? hoće ga ucvijeliti.

καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπέθανε τὸ παιδάριον· καὶ ἐφοβήθησαν οἱ δοῦλοι Δαυὶδ ἀναγγεῖλαι αὐτῷ ὅτι τέθνηκε τὸ παιδάριον, ὅτι εἶπαν· ἰδοὺ ἐν τῷ τὸ παιδάριον ἔτι ζῆν ἐλαλήσαμεν πρὸς αὐτόν, καὶ οὐκ εἰσήκουσε τῆς φωνῆς ἡμῶν· καὶ πῶς εἴπωμεν πρὸς αὐτὸν ὅτι τέθνηκε τὸ παιδάριον; καὶ ποιήσει κακά.

0
19

A David videći gdje sluge njegove šapću među sobom, dosjeti se da je umrlo dijete; i reče David slugama svojim: je li umrlo dijete? A oni rekoše: umrlo je.

καὶ συνῆκε Δαυὶδ ὅτι οἱ παῖδες αὐτοῦ ψιθυρίζουσι, καὶ ἐνόησε Δαυὶδ ὅτι τέθνηκε τὸ παιδάριον· καὶ εἶπε Δαυὶδ πρὸς τοὺς παῖδας αὐτοῦ· εἰ τέθνηκε τὸ παιδάριον; καὶ εἶπαν· τέθνηκε.

0
20

Tada David usta sa zemlje, i umi se, i namaza se i preobuče se; i otide u dom Gospodnji, i pokloni se. Potom opet dođe kući svojoj, i zaiska da mu donesu da jede; i jede.

καὶ ἀνέστη Δαυὶδ ἐκ τῆς γῆς καὶ ἐλούσατο καὶ ἠλείψατο καὶ ἤλλαξε τὰ ἱμάτια αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ προσεκύνησεν αὐτῷ· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ᾔτησεν ἄρτον φαγεῖν καὶ παρέθηκαν αὐτῷ ἄρτον, καὶ ἔφαγε.

0
21

A sluge njegove rekoše mu: šta to radiš? dok bijaše dijete živo, postio si i plakao; a kad umrije dijete, ustao si i jedeš.

καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν· τί τὸ ρῆμα τοῦτο, ὃ ἐποίησας ἕνεκα τοῦ παιδαρίου; ἔτι ζῶντος ἐνήστευες καὶ ἔκλαιες καὶ ἠγρύπνεις, καὶ ἡνίκα ἀπέθανε τὸ παιδάριον, ἀνέστης καὶ ἔφαγες ἄρτον καὶ πέπωκας;

0
22

A on reče: dok dijete bijaše živo, postio sam i plakao, jer govorah: ko zna, može se smilovati Gospod na me da dijete ostane živo.

καὶ εἶπε Δαυίδ· ἐν τῷ τὸ παιδάριον ἔτι ζῆν ἐνήστευσα καὶ ἔκλαυσα, ὅτι εἶπα· τίς οἶδεν εἰ ἐλεήσει με Κύριος καὶ ζήσεται τὸ παιδάριον;

0
23

A sada umrlo je; što bih postio? mogu li ga povratiti? ja ću otići k njemu, ali on neće se vratiti k meni.

καὶ νῦν τέθνηκεν· ἱνατί τοῦτο ἐγὼ νηστεύω; μὴ δυνήσομαι ἐπιστρέψαι αὐτὸν ἔτι; ἐγὼ πορεύσομαι πρὸς αὐτόν, καὶ αὐτὸς οὐκ ἀναστρέψει πρός με.

0
24

Potom David utješi Vitsaveju ženu svoju, i otide k njoj, i leže s njom. I ona rodi sina, kojemu nadje ime Solomun. I mio bješe Gospodu.

καὶ παρεκάλεσε Δαυὶδ Βηρσαβεὲ τὴν γυναῖκα αὐτοῦ καὶ εἰσῆλθε πρὸς αὐτὴν καὶ ἐκοιμήθη μετ' αὐτῆς καὶ συνέλαβε καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σαλωμών, καὶ Κύριος ἠγάπησεν αὐτόν.

0
25

I posla Natana proroka, te mu nadje ime Jedidija, radi Gospoda.

καὶ ἀπέστειλεν ἐν χειρὶ Νάθαν τοῦ προφήτου, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰεδεδί, ἕνεκεν Κυρίου.

0
26

A Joav bijući Ravu sinova Amonovih, uze carski grad.

Καὶ ἐπολέμησεν Ἰωὰβ ἐν Ραββὰθ υἱῶν Ἀμμὼν καὶ κατέλαβε τὴν πόλιν τῆς βασιλείας.

0
27

I posla poslanike k Davidu, i reče: bih Ravu, i uzeh grad na vodi.

καὶ ἀπέστειλεν Ἰωὰβ ἀγγέλους πρὸς Δαυὶδ καὶ εἶπεν· ἐπολέμησα ἐν Ραββὰθ καὶ κατελαβόμην τὴν πόλιν τῶν ὑδάτων·

0
28

Nego sada skupi ostali narod, i stani u oko prema gradu, i uzmi ga, da ga ne bih ja uzeo i moje se ime spominjalo na njemu.

καὶ νῦν συνάγαγε τὸ κατάλοιπον τοῦ λαοῦ καὶ παρέμβαλε ἐπὶ τὴν πόλιν καὶ προκαταλαβοῦ αὐτήν, ἵνα μὴ προκαταλάβωμαι ἐγὼ τὴν πόλιν καὶ κληθῇ τὸ ὄνομά μου ἐπ' αὐτήν.

0
29

I David skupiv sav narod otide na Ravu, i udari na nju, i uze je.

καὶ συνήγαγε Δαυὶδ πάντα τὸν λαὸν καὶ ἐπορεύθη εἰς Ραββὰθ καὶ ἐπολέμησεν ἐν αὐτῇ καὶ κατελάβετο αὐτήν.

0
30

I uze caru njihovu s glave krunu, u kojoj bješe talanat zlata, s dragim kamenjem, i metnuše je na glavu Davidu, i odnese iz grada plijen vrlo velik.

καὶ ἔλαβε τὸν στέφανον Μολχὸμ τοῦ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου καὶ λίθου τιμίου, καὶ ἦν ἐπὶ τῆς κεφαλῆς Δαυίδ· καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκε πολλὰ σφόδρα.

0
31

A narod koji bijaše u njemu izvede i metnu ih pod pile i pod brane gvozdene i pod sjekire gvozdene, i sagna ih u peći gdje se opeke peku. I tako učini svijem gradovima sinova Amonovijeh. Potom se vrati David sa svijem narodom u Jerusalim.

καὶ τὸν λαὸν τὸν ὄντα ἐν αὐτῇ ἐξήγαγε καὶ ἔθηκεν ἐν τῷ πρίονι καὶ ἐν τοῖς τριβόλοις τοῖς σιδηροῖς καὶ ὑποτομεῦσι σιδηροῖς καὶ διήγαγεν αὐτοὺς διὰ τοῦ πλινθείου· καὶ οὕτως ἐποίησε πάσαις ταῖς πόλεσιν υἱῶν Ἀμμών. καὶ ἐπέστρεψε Δαυὶδ καὶ πᾶς ὁ λαὸς εἰς Ἱερουσαλήμ.

0