2. Jovanova poslanica 1
Novi zavet
Od starješine izbranoj gospođi i djeci njezinoj, koju ja ljubim vaistinu, i ne samo ja nego svi koji poznaše istinu,
Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν,
Za istinu koja u nama stoji i biće s nama dovijeka:
διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθʼ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα·
Da bude s vama blagodat, milost, mir od Boga oca i od Gospoda Isusa Hrista, sina očina, u istini i u ljubavi.
ἔσται μεθʼ ἡμῶν χάρις ἔλεος εἰρήνη παρὰ θεοῦ πατρός, καὶ παρὰ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
Obradovah se vrlo što nađoh neke od tvoje djece koji hode u istini, kao što primismo zapovijest od oca.
Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός.
I sad molim te, gospođo, ne kao da ti novu zapovijest pišem, nego koju imamo ispočetka, da imamo ljubav među sobom.
καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν καινὴν γράφων σοι ἀλλὰ ἣν εἴχομεν ἀπʼ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους.
I ova je ljubav da živimo po zapovijestima njegovijem. Ova je zapovijest, kao što čuste ispočetka, da u njoj živite.
καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ· αὕτη ἡ ἐντολή ἐστιν, καθὼς ἠκούσατε ἀπʼ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε.
Jer mnoge varalice iziđoše na svijet koji ne priznaju Isusa Hrista da je došao u tijelu; ovo je varalica i antihrist.
ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος.
Čuvajte se da ne izgubimo što smo zaradili, nego da primimo platu potpuno.
βλέπετε ἑαυτούς, ἵνα μὴ ἀπολέσητε ἃ εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ἀπολάβητε.
Koji god prestupa i ne stoji u nauci Hristovoj onaj nema Boga; a koji stoji u nauci Hristovoj onaj ima i oca i sina.
πᾶς ὁ προάγων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ διδαχῇ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει.
Ako ko dolazi k vama i ove nauke ne donosi, ne primajte ga u kuću, i ne pitajte se s njim;
εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν καὶ χαίρειν αὐτῷ μὴ λέγετε·
Jer ko se upita s njim, prima dijel u njegovijem zlijem djelima.
ὁ λέγων γὰρ αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.
Mnogo bih vam imao pisati, ali ne htjedoh hartijom i mastilom; jer se nadam da ću doći k vama i iz usta govoriti, da radost vaša bude ispunjena.
Πολλὰ ἔχων ὑμῖν γράφειν οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος, ἀλλὰ ἐλπίζω γενέσθαι πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ὑμῶν πεπληρωμένη ᾖ.
Pozdravljaju te djeca tvoje sestre izbrane. Amin.
Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς.