2. Carevima 23

Stari zavet

1

Tada posla car, te se skupiše k njemu sve starješine Judine i Jerusalimske.

ΚΑΙ ἀπέστειλεν ὁ βασιλεὺς καὶ συνήγαγε πρὸς ἑαυτὸν πάντας τοὺς πρεσβυτέρους Ἰούδα καὶ Ἱερουσαλήμ.

0
2

I otide car u dom Gospodnji i s njim svi ljudi iz zemlje Judine i svi Jerusalimljani i sveštenici i proroci i sav narod, malo i veliko, i pročita im sve riječi knjige zavjetne, koja se nađe u domu Gospodnjem.

καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἶκον Κυρίου καὶ πᾶς ἀνὴρ Ἰούδα καὶ πάντες οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ μετ᾿ αὐτοῦ καὶ οἱ ἱερεῖς καὶ οἱ προφῆται καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου, καὶ ἀνέγνω ἐν ὠσὶν αὐτῶν πάντας τοὺς λόγους τοῦ βιβλίου τῆς διαθήκης τοῦ εὑρεθέντος ἐν οἴκῳ Κυρίου.

0
3

I car stojeći kod stupa učini zavjet pred Gospodom da će oni ići za Gospodom i držati zapovijesti njegove i svjedočanstva njegova i uredbe njegove svijem srcem i svom dušom, vršeći riječi toga zavjeta napisane u toj knjizi. I sav narod prista na zavjet.

καὶ ἔστη ὁ βασιλεὺς πρὸς τὸν στύλον καὶ διέθετο διαθήκην ἐνώπιον Κυρίου τοῦ πορεύεσθαι ὀπίσω Κυρίου καὶ τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ τοῦ ἀναστῆσαι τοὺς λόγους τῆς διαθήκης ταύτης, τὰ γεγραμμένα ἐπὶ τὸ βιβλίον τοῦτο· καὶ ἔστη πᾶς ὁ λαὸς ἐν τῇ διαθήκῃ.

0
4

Tada zapovjedi car Helkiji poglavaru svešteničkom i sveštenicima drugoga reda i onima koji čuvahu vrata, da iznesu iz crkve Gospodnje sve stvari koje bijahu načinjene Valu i gaju i svoj vojsci nebeskoj; i spali ih iza Jerusalima u polju Kedronskom, i odnese pepeo od njih u Vetilj.

καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκίᾳ τῷ ἱερεῖ τῷ μεγάλῳ καὶ τοῖς ἱερεῦσι τῆς δευτερώσεως καὶ τοῖς φυλάσσουσιν τὸν σταθμὸν τοῦ ἐξαγαγεῖν ἐκ τοῦ ναοῦ Κυρίου πάντα τὰ σκεύη τὰ πεποιημένα τῷ Βάαλ καὶ τῷ ἄλσει καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ κατέκαυσεν αὐτὰ ἔξω Ἱερουσαλὴμ ἐν σαδημὼθ Κέδρων καὶ ἔβαλε τὸν χοῦν αὐτῶν εἰς Βαιθήλ.

0
5

I svrže sveštenike idolske koje bijahu postavili carevi Judini da kade po visinama u gradovima Judinijem i oko Jerusalima; tako i one koji kađahu Valu, suncu i mjesecu i zvijezdama i svoj vojsci nebeskoj.

καὶ κατέκαυσε τοὺς χωμαρίμ, οὓς ἔδωκαν βασιλεῖς Ἰούδα καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς καὶ ἐν ταῖς πόλεσιν Ἰούδα καὶ τοῖς περικύκλῳ Ἱερουσαλήμ, καὶ τοὺς θυμιῶντας τῷ Βάαλ καὶ τῷ ἡλίῳ καὶ τῇ σελήνῃ καὶ τοῖς μαζουρὼθ καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ.

0
6

I iznese gaj iz doma Gospodnjega iza Jerusalima na potok Kedron, i spali ga na potoku Kedronu i satr u prah, i prosu prah na grobove sinova narodnijeh.

καὶ ἐξήνεγκε τὸ ἄλσος ἐξ οἴκου Κυρίου ἔξωθεν Ἱερουσαλὴμ εἰς τὸν χειμάρρουν Κέδρων καὶ κατέκαυσεν αὐτὸν ἐν τῷ χειμάρρῳ Κέδρων καὶ ἐλέπτυνεν εἰς χοῦν καὶ ἔρριψεν τὸν χοῦν αὐτοῦ εἰς τὸν τάφον τῶν υἱῶν τοῦ λαοῦ.

0
7

I pokvari kuće kurvarske koje bijahu u domu Gospodnjem, u kojima žene tkahu zastirače za gaj.

καὶ καθεῖλε τὸν οἶκον τῶν καδησὶμ τῶν ἐν τῷ οἴκῳ Κυρίου, οὗ αἱ γυναῖκες ὕφαινον ἐκεῖ Χεττιΐμ τῷ ἄλσει.

0
8

I dovedavši sve sveštenike iz gradova Judinijeh oskvrni visine gdje kađahu sveštenici od Geve do Virsaveje, i pokvari visine na vratima, i koja bijaše na ulasku na vratima Isusa zapovjednika gradskoga nalijevo od vrata gradskih.

καὶ ἀνήγαγε πάντας τοὺς ἱερεῖς ἐκ πόλεων Ἰούδα καὶ ἐμίανε τὰ ὑψηλά, οὗ ἐθυμίασαν ἐκεῖ οἱ ἱερεῖς ἀπὸ Γαβαὰ καὶ ἕως Βηρσαβεέ. καὶ καθεῖλε τὸν οἶκον τῶν πυλῶν τὸν παρὰ τὴν θύραν τῆς πύλης Ἰησοῦ ἄρχοντος τῆς πόλεως, τῶν ἐξ ἀριστερῶν ἀνδρὸς ἐν τῇ πύλῃ τῆς πόλεως.

0
9

Ali sveštenici onijeh visina ne pristupahu k oltaru Gospodnjemu u Jerusalimu, nego jeđahu prijesne hljebove među braćom svojom.

πλὴν οὐκ ἀνέβησαν οἱ ἱερεῖς τῶν ὑψηλῶν πρὸς τὸ θυσιαστήριον Κυρίου ἐν Ἱερουσαλήμ, ὅτι εἰ μὴ ἔφαγον ἄζυμα ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν.

0
10

Oskvrni i Tofet, koji bijaše u dolini sinova Enomovijeh, da ne bi niko više vodio sina svojega ni kćeri svoje kroz oganj Molohu.

καὶ ἐμίανε τὸν Ταφὲθ τὸν ἐν φάραγγι υἱοῦ Ἐννὸμ τοῦ διαγαγεῖν ἄνδρα τὸν υἱὸν αὐτοῦ καὶ ἄνδρα τὴν θυγατέρα αὐτοῦ τῷ Μολὸχ ἐν πυρί.

0
11

I ukloni konje koje bijahu postavili carevi Judini suncu od ulaska u dom Gospodnji do kuće Natan-Meleha dvoranina, koja bijaše u Farurimu; a kola sunčana sažeže ognjem.

καὶ κατέκαυσε τοὺς ἵππους, οὓς ἔδωκαν βασιλεῖς Ἰούδα τῷ ἡλίῳ ἐν τῇ εἰσόδῳ οἴκου Κυρίου εἰς τὸ γαζοφυλάκιον Νάθαν βασιλέως τοῦ εὐνούχου ἐν φαρουρίμ, καὶ τὸ ἅρμα τοῦ ἡλίου κατέκαυσε πυρί.

0
12

I oltare na krovu sobe Ahazove, koje bijahu načinili carevi Judini, i oltare koje bijaše načinio Manasija u oba trijema doma Gospodnjega, pokvari car, i uzevši ih odande baci prah od njih u potok Kedron.

καὶ τὰ θυσιαστήρια τὰ ἐπὶ τοῦ δώματος τοῦ ὑπερῴου Ἄχαζ, ἃ ἐποίησαν βασιλεῖς Ἰούδα, καὶ τὰ θυσιαστήρια, ἃ ἐποίησε Μανασσῆς ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου, καθεῖλεν ὁ βασιλεὺς καὶ κατέσπασεν ἐκεῖθεν καὶ ἔρριψε τὸν χοῦν αὐτῶν εἰς τὸν χειμάρρουν Κέδρων.

0
13

I visine prema Jerusalimu s desne strane na gori Maslinskoj, koje bijaše načinio Solomun car Izrailjev Astaroti gadu Sidonskom i Hemosu gadu Moavskom i Melhomu gadu sinova Amonovijeh, oskvrni car.

καὶ τὸν οἶκον τὸν ἐπὶ πρόσωπον Ἱερουσαλὴμ τὸν ἐκ δεξιῶν τοῦ ὄρους τοῦ Μοσοάθ, ὃν ᾠκοδόμησε Σαλωμὼν βασιλεὺς Ἰσραὴλ τῇ Ἀστάρτῃ προσοχθίσματι Σιδωνίων καὶ τῷ Χαμὼς προσοχθίσματι Μωὰβ καὶ τῷ Μολχὸλ βδελύγματι υἱῶν Ἀμών, ἐμίανεν ὁ βασιλεύς.

0
14

I izlomi likove i isiječe gajeve, i mjesta njihova napuni kostiju ljudskih.

καὶ συνέτριψε τὰς στήλας καὶ ἐξωλόθρευσε τὰ ἄλση καὶ ἔπλησε τοὺς τόπους αὐτῶν ὀστέων ἀνθρώπων.

0
15

I oltar, koji bješe u Vetilju, visinu, koju bješe načinio Jerovoam sin Navatov, koji navede na grijeh Izrailja, i oltar i visinu pokvari, i spalivši visinu satr je u prah, i spali gaj.

καί γε τὸ θυσιαστήριον τὸ ἐν Βαιθὴλ τὸ ὑψηλόν, ὃ ἐποίησεν Ἱεροβοὰμ υἱὸς Ναβάτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ, καί γε τὸ θυσιαστήριον ἐκεῖνο τὸ ὑψηλὸν κατέσπασε καὶ συνέτριψε τοὺς λίθους αὐτοῦ καὶ ἐλέπτυνεν εἰς χοῦν καὶ κατέκαυσε τὸ ἄλσος.

0
16

I obazrevši se Josija vidje grobove koji bijahu ondje na gori, i posla te izvadiše kosti iz grobova, i sažeže ih na oltaru i oskvrni ga, po riječi Gospodnjoj, koju reče čovjek Božji, koji naprijed kaza te stvari.

καὶ ἐξένευσεν Ἰωσίας καὶ εἶδε τοὺς τάφους τοὺς ἐκεῖ ἐν τῇ πόλει καὶ ἀπέστειλε καὶ ἔλαβε τὰ ὀστᾶ ἐκ τῶν τάφων καὶ κατέκαυσεν ἐπὶ τὸ θυσιαστήριον καὶ ἐμίανεν αὐτὸ κατὰ τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ἐν τῷ ἑστάναι Ἱεροβοὰμ ἐν τῇ ἑορτῇ ἐπὶ τὸ θυσιαστήριον. καὶ ἐπιστρέψας ᾖρε τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τὸν τάφον τοῦ ἀνθρώπου τοῦ Θεοῦ τοῦ λαλήσαντος τοὺς λόγους τούτους

0
17

I reče: kakav je ono spomenik što vidim? Rekoše mu građani: ono je grob čovjeka Božijega koji dođe iz Jude i naprijed kaza to što si učinio na oltaru u Vetilju.

καὶ εἶπε· τί τὸ σκόπελον ἐκεῖνο, ὃ ἐγὼ ὁρῶ; καὶ εἶπον αὐτῷ οἱ ἄνδρες τῆς πόλεως· ὁ ἄνθρωπος τοῦ Θεοῦ ὁ ἐξεληλυθὼς ἐξ Ἰούδα καὶ ἐπικαλεσάμενος τοὺς λόγους τούτους, οὓς ἐπεκαλέσατο ἐπὶ τὸ θυσιαστήριον Βαιθήλ.

0
18

A on reče: ostavite ga, niko da mu ne kreće kosti. Tako se sačuvaše kosti njegove s kostima onoga proroka koji dođe iz Samarije.

καὶ εἶπεν· ἄφετε αὐτόν, ἀνὴρ μὴ κινησάτωσαν τὰ ὀστᾶ αὐτοῦ· καὶ ἐρρύσθησαν τὰ ὀστᾶ αὐτοῦ μετὰ τῶν ὀστῶν τοῦ προφήτου τοῦ ἥκοντος ἐκ Σαμαρείας.

0
19

I sve domove visina po gradovima Samarijskim koje načiniše carevi Izrailjevi gnjeveći Gospoda, pokvari Josija; i učini s njima sve onako kako učini u Vetilju.

καί γε πάντας τοὺς οἴκους τῶν ὑψηλῶν τοὺς ἐν ταῖς πόλεσι Σαμαρείας, οὓς ἐποίησαν βασιλεῖς Ἰσραὴλ παροργίζειν Κύριον, ἀπέστησεν Ἰωσίας καὶ ἐποίησεν ἐν αὐτοῖς πάντα τὰ ἔργα, ἃ ἐποίησεν ἐν Βαιθήλ.

0
20

I pokla sve sveštenike visina, koji bijahu onuda, na oltarima, i sažeže kosti ljudske na njima; potom se vrati u Jerusalim.

καὶ ἐθυσίασε πάντας τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ὄντας ἐκεῖ ἐπὶ τῶν θυσιαστηρίων καὶ κατέκαυσε τὰ ὀστᾶ τῶν ἀνθρώπων ἐπ᾿ αὐτά, καὶ ἐπεστράφη εἰς Ἱερουσαλήμ.

0
21

Tada zapovjedi car svemu narodu govoreći: praznujte pashu Gospodu Bogu svojemu, kao što piše u knjizi zavjetnoj.

Καὶ ἐνετείλατο ὁ βασιλεὺς παντὶ τῷ λαῷ λέγων· ποιήσατε πάσχα τῷ Κυρίῳ Θεῷ ἡμῶν, καθὼς γέγραπται ἐπὶ βιβλίου τῆς διαθήκης ταύτης·

0
22

Jer ne bi praznovana ovako pasha od vremena sudija koje sudiše Izrailju i za sve vrijeme careva Izrailjevijeh i careva Judinijeh.

ὅτι οὐκ ἐγενήθη τὸ πάσχα τοῦτο ἀφ᾿ ἡμερῶν τῶν κριτῶν, οἳ ἔκρινον τὸν Ἰσραήλ, καὶ πάσας τὰς ἡμέρας βασιλέων Ἰσραὴλ καὶ βασιλέων Ἰούδα,

0
23

Kao što bi osamnaeste godine cara Josije praznovana pasha Gospodu u Jerusalimu.

ὅτι ἀλλ᾿ ἢ τῷ ὀκτωκαιδεκάτῳ ἔτει τοῦ βασιλέως Ἰωσίου ἐγενήθη τὸ πάσχα τῷ Κυρίῳ ἐν Ἱερουσαλήμ.

0
24

I one što se dogovaraju s duhovima i vračare, i likove i gadne bogove i sve gadove koji se viđahu u zemlji Judinoj i u Jerusalimu istrijebi Josija da izvrši riječi zakona napisane u knjizi koju nađe Helkija sveštenik u domu Gospodnjem.

καί γε τοὺς θελητὰς καὶ τοὺς γνωριστὰς καὶ τὰ Θεραφὶν καὶ τὰ εἴδωλα καὶ πάντα τὰ προσοχθίσματα τὰ γεγονότα ἐν τῇ γῇ Ἰούδα καὶ ἐν Ἱερουσαλὴμ ἐξῇρεν Ἰωσίας, ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίου, οὗ εὗρε Χελκίας ὁ ἱερεὺς ἐν οἴκῳ Κυρίου.

0
25

Ni prije njega ne bješe takvoga cara, koji bi se obratio ka Gospodu svijem srcem svojim i svom dušom svojom i svom snagom svojom, sasvijem po zakonu Mojsijevu, niti poslije njega nasta taki kao on.

ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ βασιλεύς, ὃς ἐπέστρεψε πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ ἰσχύϊ αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ, καὶ μετ᾿ αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ.

0
26

Ali se Gospod ne povrati od žestine velikoga gnjeva svojega, kojom se bješe raspalio gnjev njegov na Judu za sve draženje kojim ga bješe dražio Manasija.

πλὴν οὐκ ἀπεστράφη Κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ τῆς μεγάλης, οὗ ἐθυμώθη ὀργῇ αὐτοῦ ἐν τῷ Ἰούδᾳ ἐπὶ τοὺς παροργισμούς, οὓς παρώργισεν αὐτὸν Μανασσῆς.

0
27

I reče Gospod: i Judu ću odbaciti od sebe kao što sam odbacio Izrailja, i grad ću ovaj odbaciti, koji sam izabrao, Jerusalim, i dom, za koji rekoh: tu će biti ime moje.

καὶ εἶπε Κύριος· καί γε τὸν Ἰούδαν ἀποστήσω ἀπὸ τοῦ προσώπου μου, καθὼς ἀπέστησα τὸν Ἰσραήλ, καὶ ἀπώσομαι τὴν πόλιν ταύτην, ἣν ἐξελεξάμην τὴν Ἱερουσαλήμ, καὶ τὸν οἶκον οὗ εἶπον· ἔσται τὸ ὄνομά μου ἐκεῖ.

0
28

A ostala djela Josijina i sve što je činio, nije li zapisano u dnevniku careva Judinijeh?

καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωσίου καὶ πάντα, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;

0
29

U njegovo vrijeme izide Faraon Nehaon car Misirski na cara Asirskoga k rijeci Efratu, i car Josija izide preda nj, a on kako ga vidje ubi ga u Megidonu.

ἐν δὲ ταῖς ἡμέραις αὐτοῦ ἀνέβη φαραὼ Νεχαὼ βασιλεὺς Αἰγύπτου ἐπὶ βασιλέα Ἀσσυρίων ἐπὶ ποταμὸν Εὐφράτην· καὶ ἐπορεύθη Ἰωσίας εἰς ἀπαντὴν αὐτοῦ, καὶ ἐθανάτωσεν αὐτὸν Νεχαὼ ἐν Μαγεδδὼ ἐν τῷ ἰδεῖν αὐτόν.

0
30

I mrtva metnuše ga sluge njegove na kola, i odvezoše ga iz Megidona u Jerusalim, i pogreboše ga u grobu njegovu; i narod zemaljski uze Joahaza sina Josijina, i pomazaše ga i zacariše ga na mjesto oca njegova.

καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ νεκρὸν ἐκ Μαγεδδὼ καὶ ἤγαγον αὐτὸν εἰς Ἱερουσαλὴμ καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ. καὶ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν Ἰωάχαζ υἱὸν Ἰωσίου καὶ ἔχρισαν αὐτὸν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ.

0
31

Dvadeset i tri godine bješe Joahazu kad poče carovati, i carova tri mjeseca u Jerusalimu. Materi mu bješe ime Amutala, kći Jeremijina, iz Livne.

Υἱὸς εἴκοσι καὶ τριῶν ἐτῶν ἦν Ἰωάχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀμιτὰλ θυγάτηρ Ἱερεμίου ἐκ Λοβνά.

0
32

On činjaše što je zlo pred Gospodom sasvijem kako su činili oci njegovi.

καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ.

0
33

I sveza ga Faraon Nehaon u Rivli u zemlji Ematskoj da više ne caruje u Jerusalimu, i oglobi zemlju sto talanata srebra i talanat zlata.

καὶ μετέστησεν αὐτὸν φαραὼ Νεχαὼ ἐν Δεβλαθὰ ἐν γῇ Αἰμὰθ τοῦ μὴ βασιλεύειν ἐν Ἱερουσαλὴμ καὶ ἔδωκε ζημίαν ἐπὶ τὴν γῆν ἑκατὸν τάλαντα ἀργυρίου καὶ ἑκατὸν τάλαντα χρυσίου.

0
34

A carem postavi Faraon Nehaon Elijakima sina Josijina na mjesto Josije oca njegova, i predje mu ime Joakim; a Joahaza uze i otide u Misir, a on umrije ondje.

καὶ ἐβασίλευσε φαραὼ Νεχαὼ ἐπ᾿ αὐτοὺς τὸν Ἐλιακὶμ υἱὸν Ἰωσίου βασιλέως Ἰούδα ἀντὶ Ἰωσίου τοῦ πατρὸς αὐτοῦ καὶ ἐπέστρεψε τὸ ὄνομα αὐτοῦ Ἰωακίμ· καὶ τὸν Ἰωάχαζ ἔλαβε καὶ εἰσήνεγκεν εἰς Αἴγυπτον, καὶ ἀπέθανεν ἐκεῖ.

0
35

A ono srebro i zlato dade Joakim Faraonu razrezavši na zemlju da bi dao novce po zapovijesti Faraonovoj, od svakoga uzimajući kako bješe cijenjen, srebro i zlato po narodu u zemlji, da da Faraonu Nehaonu.

καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκεν Ἰωακὶμ τῷ φαραώ· πλὴν ἐτιμογράφησε τὴν γῆν τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόματος φαραώ, ἀνὴρ κατὰ τὴν συντίμησιν αὐτοῦ ἔδωκαν τὸ ἀργύριον καὶ τὸ χρυσίον μετὰ τοῦ λαοῦ τῆς γῆς τοῦ δοῦναι τῷ φαραὼ Νεχαώ.

0
36

Dvadeset i pet godina bijaše Joakimu kad poče carovati, i carova jedanaest godina u Jerusalimu. Materi mu bješe ime Zevuda, kći Fedajeva, iz Rume.

υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν Ἰωακὶμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰελδὰφ θυγάτηρ Φαδαὴλ ἐκ Ρουμά.

0
37

A on činjaše što je zlo pred Gospodom sasvijem kako su činili oci njegovi.

καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ.

0