Sveto pismo
2. Dnevnika 36,5
5Dvadeset i pet godina bijaše Joakimu kad poče carovati, i carova jedanaest godina u Jerusalimu; i činjaše zlo pred Gospodom Bogom svojim.
Ὢν εἴκοσι καὶ πέντε ἐτῶν Ἰωακὶμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ζεχωρὰ θυγάτηρ Νηρίου ἐκ Ραμά. καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ. 5α ἐν ταῖς ἡμέραις αὐτοῦ ἦλθε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος εἰς τὴν γῆν, καὶ ἦν αὐτῷ δουλεύων τρία ἔτη καὶ ἀπέστη ἀπ' αὐτοῦ. 5β καὶ ἀπέστειλε Κύριος ἐπ' αὐτοὺς τοὺς Χαλδαίους καὶ λῃστήρια Σύρων καὶ λῃστήρια Μωαβιτῶν καὶ υἱῶν Ἀμμὼν καὶ τῆς Σαμαρείας, καὶ ἀπέστησαν μετὰ τὸν λόγον τοῦτον κατὰ τὸν λόγον Κυρίου ἐν χειρὶ τῶν παίδων αὐτοῦ τῶν προφητῶν. 5γ πλὴν θυμὸς Κυρίου ἦν ἐπὶ Ἰούδαν τοῦ ἀποστῆναι αὐτὸν ἀπὸ προσώπου αὐτοῦ διὰ τὰς ἁμαρτίας Μανασσῆ ἐν πᾶσιν, οἷς ἐποίησε, 5δ καὶ ἐν αἵματι ἀθῴῳ, ᾧ ἐξέχεεν Ἰωακὶμ καὶ ἔπλησε τὴν Ἱερουσαλὴμ αἵματος ἀθῴου, καὶ οὐκ ἠθέλησε Κύριος ἐξολοθρεῦσαι αὐτούς.
Tumačenje stiha
Komentari
0Za ovaj stih još nema tumačenja.