2. Carevima 22

Stari zavet

1

Osam godina bijaše Josiji kad poče carovati, i carova trideset i jednu godinu u Jerusalimu. Materi mu bješe ime Jedida, kći Adajeva, iz Voskata.

ΥΙΟΣ ὀκτὼ ἐτῶν Ἰωσίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τριάκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰεδία θυγάτηρ Ἐδεϊὰ ἐκ Βασουρώθ.

0
2

On činjaše što je pravo pred Gospodom, i hođaše svijem putem Davida oca svojega i ne otstupaše ni nadesno ni nalijevo.

καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, οὐκ ἀπέστη δεξιὰ καὶ ἀριστερά.

0
3

A osamnaeste godine carovanja Josijina posla car Safana sina Azalije sina Mesulamova, pisara, u dom Gospodnji, govoreći:

καὶ ἐγενήθη ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῷ βασιλεῖ Ἰωσίᾳ ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Σαπφὰν υἱὸν Ἐσελίου υἱοῦ Μεσολλάμ, τὸν γραμματέα οἴκου Κυρίου λέγων·

0
4

Idi ka Helkiji poglavaru svešteničkom, neka izbroji novce donesene u dom Gospodnji, što su nakupili od naroda vratari.

ἀνάβηθι πρὸς Χελκίαν τὸν ἱερέα τὸν μέγαν καὶ σφράγισον τὸ ἀργύριον τὸ εἰσενεχθὲν ἐν οἴκῳ Κυρίου, ὃ συνήγαγον οἱ φυλάσσοντες τὸν σταθμὸν παρὰ τοῦ λαοῦ,

0
5

I neka ih da poslenicima koji nadgledaju dom Gospodnji, pa neka daju poslenicima koji rade oko doma Gospodnjega da se opravi što je trošno u domu,

καὶ δότωσαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα τῶν καθεσταμένων ἐν οἴκῳ Κυρίου. καὶ ἔδωκεν αὐτὸ τοῖς ποιοῦσι τὰ ἔργα τοῖς ἐν οἴκῳ Κυρίου τοῦ κατισχῦσαι τὸ βεδὲκ τοῦ οἴκου,

0
6

Drvodjeljama i kamenarima i zidarima, i da se kupuje drvo i kamen tesani da se opravi dom.

τοῖς τέκτοσι καὶ τοῖς οἰκοδόμοις καὶ τοῖς τειχισταῖς καὶ τοῦ κτήσασθαι ξύλα καὶ λίθους λατομητούς, τοῦ κραταιῶσαι τὸ βεδὲκ τοῦ οἴκου.

0
7

Ali da im se ne traže računi od novaca koji im se dadu, jer će vjerno raditi.

πλὴν οὐκ ἐξελογίζοντο αὐτοὺς τὸ ἀργύριον τὸ διδόμενον αὐτοῖς, ὅτι ἐν πίστει αὐτοὶ ποιοῦσι.

0
8

Tada reče Helkija poglavar sveštenički Safanu pisaru: nađoh zakonik u domu Gospodnjem. I Helkija dade knjigu Safanu, i on je pročita.

καὶ εἶπε Χελκίας ὁ ἱερεὺς ὁ μέγας πρὸς Σαπφὰν τὸν γραμματέα· βιβλίον τοῦ νόμου εὗρον ἐν οἴκῳ Κυρίου· καὶ ἔδωκε Χελκίας τὸ βιβλίον πρὸς Σαπφάν, καὶ ἀνέγνω αὐτό.

0
9

A Safan pisar otide k caru, i javi caru govoreći: pokupiše sluge tvoje novce što se nađoše u domu, predaše ih poslenicima koji nadgledaju dom Gospodnji.

καὶ εἰσῆλθεν ἐν οἴκῳ Κυρίου πρὸς τὸν βασιλέα καὶ ἀπέστρεψε τῷ βασιλεῖ ρῆμα καὶ εἶπεν· ἐχώνευσαν οἱ δοῦλοί σου τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου καὶ ἔδωκαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα καθεσταμένων ἐν οἴκῳ Κυρίου

0
10

I kaza Safan pisar caru govoreći: knjigu mi dade Helkija sveštenik. I pročita je Safan caru.

καὶ εἶπε Σαπφὰν ὁ γραμματεὺς πρὸς τὸν βασιλέα λέγων· βιβλίον ἔδωκέ μοι Χελκίας ὁ ἱερεὺς καὶ ἀνέγνω αὐτὸ Σαπφὰν ἐνώπιον τοῦ βασιλέως.

0
11

A kad car ču riječi u zakoniku, razdrije haljine svoje.

καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τοῦ βιβλίου τοῦ νόμου, καὶ διέρρηξε τὰ ἱμάτια ἑαυτοῦ.

0
12

I zapovjedi car Helkiji svešteniku i Ahikamu sinu Safanovu i Ahvoru sinu Mihejinu i Safanu pisaru i Asaji sluzi carevu, govoreći:

καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκίᾳ τῷ ἱερεῖ καὶ τῷ Ἀχικὰμ υἱῷ Σαπφὰν καὶ τῷ Ἀχοβὼρ υἱῷ Μιχαίου καὶ τῷ Σαπφὰν τῷ γραμματεῖ καὶ τῷ Ἀσαΐᾳ δούλῳ τοῦ βασιλέως λέγων·

0
13

Idite, upitajte Gospoda za me i za narod i za svega Judu radi riječi ove knjige što se nađe; jer je velik gnjev Gospodnji koji se raspalio na nas zato što oci naši ne slušaše riječi ove knjige da čine sve onako kako nam je napisano.

δεῦτε ἐκζητήσατε τὸν Κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ λαοῦ καὶ περὶ παντὸς τοῦ Ἰούδα περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεθέντος τούτου, ὅτι μεγάλη ἡ ὀργὴ Κυρίου ἡ ἐκκεκαυμένη ἐν ἡμῖν, ὑπὲρ οὗ οὐκ ἤκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων τοῦ βιβλίου τούτου τοῦ ποιεῖν κατὰ πάντα τὰ γεγραμμένα καθ᾿ ἡμῶν.

0
14

I tako otide Helkija sveštenik i Ahikam i Ahvor i Safan i Asaja k proročici Oldi ženi Saluma sina Tekuja sina Arasa rizničara; a ona stajaše u Jerusalimu u drugom kraju; i govoriše s njom.

καὶ ἐπορεύθη Χελκίας ὁ ἱερεὺς καὶ Ἀχικὰμ καὶ Ἀχοβὼρ καὶ Σαπφὰν καὶ Ἀσαΐας πρὸς Ὄλδαν τὴν προφῆτιν μητέρα Σελλὴμ υἱοῦ Θεκουὲ υἱοῦ Ἀραὰς τοῦ ἱματιοφύλακος, καὶ αὕτη κατῴκει ἐν Ἱερουσαλὴμ ἐν τῇ Μασενᾷ, καὶ ἐλάλησαν πρὸς αὐτήν.

0
15

A ona im reče: ovako veli Gospod Bog Izrailjev: kažite čovjeku koji vas je poslao k meni:

καὶ εἶπεν αὐτοῖς· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρός με·

0
16

Ovako veli Gospod: evo pustiću zlo na to mjesto i na stanovnike njegove, sve što govori knjiga koju je pročitao car Judin,

τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτόν, πάντας τοὺς λόγους τοῦ βιβλίου, οὓς ἀνέγνω βασιλεὺς Ἰούδα,

0
17

Zato što me ostaviše, i kadiše drugim bogovima da bi me gnjevili svijem djelima ruku svojih; zato se gnjev moj raspalio na to mjesto, i neće se ugasiti.

ἀνθ᾿ ὧν ἐγκατέλιπόν με καὶ ἐθυμίων θεοῖς ἑτέροις, ὅπως παροργίσωσί με ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, καὶ ἐκκαυθήσεται θυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ σβεσθήσεται.

0
18

A caru Judinu, koji vas je poslao da upitate Gospoda, ovako mu kažite: ovako veli Gospod Bog Izrailjev za riječi koje si čuo:

καὶ πρὸς βασιλέα Ἰούδα τὸν ἀποστείλαντα ὑμᾶς ἐπιζητῆσαι τὸν Κύριον τάδε ἐρεῖτε πρὸς αὐτόν· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· οἱ λόγοι, οὓς ἤκουσας,

0
19

Što je umeknulo srce tvoje, i ponizio si se pred Gospodom kad si čuo šta sam govorio za to mjesto i za stanovnike njegove da će biti pustoš i prokletinja, i što si razdro haljine svoje i plakao preda mnom, zato i ja usliših tebe, veli Gospod.

ἀνθ᾿ ὧν ὅτι ἡπαλύνθη ἡ καρδία σου καὶ ἐνετράπης ἀπὸ προσώπου, ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτὸν τοῦ εἶναι εἰς ἀφανισμὸν καὶ εἰς κατάραν, καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιόν μου, καί γε ἐγὼ ἤκουσα, λέγει Κύριος.

0
20

Zato, evo, ja ću te pribrati k ocima tvojim i na miru ćeš biti pribran u grob svoj, i nećeš očima svojim vidjeti zla koje ću pustiti na to mjesto. I kazaše to caru.

οὐχ οὕτως· ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ συναχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ, καὶ οὐκ ὀφθήσεται ἐν τοῖς ὀφθαλμοῖς σου ἐν πᾶσι τοῖς κακοῖς, οἷς ἐγώ εἰμι ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον. καὶ ἐπέστρεψαν τῷ βασιλεῖ τὸ ρῆμα.

0