Stari zavet
A kad to ču car Jezekija, razdrije haljine svoje i veza oko sebe kostrijet, pa otide u dom Gospodnji.
ΚΑΙ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ἐζεκίας, καὶ διέρρηξε τὰ ἱμάτια αὐτοῦ, καὶ περιεβάλετο σάκκον καὶ εἰσῆλθεν εἰς οἶκον Κυρίου.
I posla Elijakima, koji bijaše nad dvorom, i Somnu pisara i najstarije sveštenike obučene u kostrijet k Isaiji proroku sinu Amosovu.
καὶ ἀπέστειλεν Ἑλιακὶμ τὸν οἰκονόμον καὶ Σωμνὰν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ἡσαΐαν τὸν προφήτην, υἱὸν Ἀμώς,
I rekoše mu: ovako veli Jezekija: ovo je dan nevolje i kara i ruga; jer prispješe djeca do porođaja, a nema snage da se rode.
καὶ εἶπον πρὸς αὐτόν· τάδε λέγει Ἐζεκίας· ἡμέρα θλίψεως καὶ ἐλεγμοῦ καὶ παροργισμοῦ ἡ ἡμέρα αὕτη· ὅτι ἦλθον υἱοὶ ἕως ὠδίνων, καὶ ἰσχὺς οὐκ ἔστι τῇ τικτούσῃ·
Da ako je čuo Gospod Bog tvoj sve što reče Ravsak, kojega posla car Asirski gospodar njegov da ruži Boga živoga i da ga vrijeđa riječima, koje je čuo Gospod Bog tvoj; pomoli se za ostatak koji se nalazi.
εἴ πως εἰσακούσεται Κύριος ὁ Θεός σου πάντας τοὺς λόγους Ραψάκου, ὃν ἀπέστειλεν αὐτὸν βασιλεὺς Ἀσσυρίων ὁ κύριος αὐτοῦ ὀνειδίζειν Θεὸν ζῶντα καὶ βασφημεῖν ἐν λόγοις, οἷς ἤκουσε Κύριος ὁ Θεός σου, καὶ λήψῃ προσευχὴν περὶ τοῦ λείμματος τοῦ εὑρισκομένου.
I dođoše k Isaiji sluge cara Jezekije.
καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως Ἐζεκίου πρὸς Ἡσαΐαν,
I reče im Isaija: ovako recite gospodaru svojemu: ovako veli Gospod: ne plaši se od riječi koje si čuo, kojima huliše na me sluge cara Asirskoga.
καὶ εἶπεν αὐτοῖς Ἡσαΐας· τάδε ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν· τάδε λέγει Κύριος· μὴ φοβηθῇς ἀπὸ τῶν λόγων, ὧν ἤκουσας, ὧν ἐβλασφήμησαν τὰ παιδάρια βασιλέως Ἀσσυρίων·
Evo, ja ću pustiti na nj duh, te će čuti glas i vratiti se u svoju zemlju, i učiniću da pogine od mača u svojoj zemlji.
ἰδοὺ ἐγὼ δίδωμι ἐν αὐτῷ πνεῦμα, καὶ ἀκούσεται ἀγγελίαν καὶ ἀποστραφήσεται εἰς τὴν γῆν αὐτοῦ, καὶ καταβαλῶ αὐτὸν ἐν ρομφαίᾳ ἐν τῇ γῇ αὐτοῦ.
I tako vrativši se Ravsak nađe cara Asirskoga gdje bije Livnu, jer bješe čuo da je otišao od Lahisa.
Καὶ ἐπέστρεψε Ραψάκης, καὶ εὗρε τὸν βασιλέα Ἀσσυρίων πολεμοῦντα ἐπὶ Λοβνά, ὅτι ἤκουσεν ὅτι ἀπῇρεν ἐκ Λαχίς.
A on ču za Tiraku cara Huskoga gdje kazaše: evo ide da se bije s tobom. Zato opet posla poslanike k Jezekiji govoreći:
καὶ ἤκουσε περὶ Θαρακὰ βασιλέως Αἰθιόπων λέγων· ἰδοὺ ἐξῆλθε πολεμεῖν μετὰ σοῦ. καὶ ἐπέστρεψε καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἐζεκίαν λέγων·
Ovako recite Jezekiji caru Judinu: nemoj da te vara Bog tvoj, u kojega se uzdaš govoreći: neće se dati Jerusalim u ruke caru Asirskom.
μὴ ἐπαιρέτω σε ὁ Θεός σου, ἐφ᾿ ᾧ σὺ πέποιθας ἐπ᾿ αὐτῷ λέγων· οὐ μὴ παραδοθῇ Ἱερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων.
Eto čuo si šta su učinili carevi Asirski svijem zemljama potrvši ih sasvijem; a ti li ćeš se izbaviti?
ἰδοὺ σὺ ἤκουσας πάντα ὅσα ἐποίησαν βασιλεῖς Ἀσσυρίων πάσαις ταῖς γαίαις τοῦ ἀναθεματίσαι αὐτάς, καὶ σὺ ρυσθήσῃ;
Jesu li narode koje satrše oci moji izbavili bogovi njihovi, Gosance, Harance, Resefe i sinove Edenove, koji bijahu u Telasaru?
μὴ ἐξαιρούμενοι ἐξείλαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν, οὓς διέφθειραν οἱ πατέρες μου, τήν τε Γωζὰν καὶ τὴν Χαρρὰν καὶ τὴν Ραφὶς καὶ υἱοὺς Ἐδὲμ τοὺς ἐν Θαεσθέν;
Gdje je car Ematski i car Arfadski i car od grada Sefarvima, od Ene i Ave?
ποῦ ἐστιν ὁ βασιλεὺς Αἰμὰθ καὶ ὁ βασιλεὺς Ἀρφάδ; καὶ ποῦ ἐστι βασιλεὺς τῆς πόλεως Σεπφαρουαΐν Ἀνὰ καὶ Ἀβά;
A kad Jezekija primi knjigu iz ruku poslanika i pročita je, otide u dom Gospodnji, i razvi je Jezekija pred Gospodom.
καὶ ἔλαβεν Ἐζεκίας τὰ βιβλία ἐκ χειρὸς τῶν ἀγγέλων καὶ ἀνέγνω αὐτά· καὶ ἀνέβη εἰς οἶκον Κυρίου καὶ ἀνέπτυξεν αὐτὰ Ἐζεκίας ἐναντίον Κυρίου
I pomoli se Jezekija Gospodu govoreći: Gospode Bože Izrailjev, koji sjediš na heruvimima, ti si sam Bog svijem carstvima na zemlji, ti si stvorio nebo i zemlju,
καὶ εἶπε· Κύριε ὁ Θεὸς Ἰσραὴλ ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, σὺ εἶ ὁ Θεὸς μόνος ἐν πάσαις ταῖς βασιλείαις τῆς γῆς, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν.
Prigni, Gospode, uho svoje i čuj; otvori, Gospode, oči svoje i vidi; čuj riječi Senahirima, koji posla da ruži Boga živoga.
κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἄκουσον· ἄνοιξον, Κύριε, τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ καὶ ἄκουσον τοὺς λόγους Σενναχηρίμ, οὓς ἀπέστειλεν ὀνειδίζειν Θεὸν ζῶντα.
Istina je, Gospode, opustošili su carevi Asirski one narode i zemlje njihove;
ὅτι ἀληθείᾳ, Κύριε, ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὰ ἔθνη
I pobacali su bogove njihove u oganj, jer ne bijahu bogovi, nego djelo ruku čovječijih, drvo i kamen; zato ih potrše.
καὶ ἔδωκαν τοὺς θεοὺς αὐτῶν εἰς τὸ πῦρ, ὅτι οὐ θεοί εἰσιν, ἀλλ᾿ ἢ ἔργα χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθοι, καὶ ἀπώλεσαν αὐτούς.
I zato, Gospode Bože naš, izbavi nas iz ruku njegovijeh, da poznadu sva carstva na zemlji da si ti Gospode sam Bog.
καὶ νῦν, Κύριε ὁ Θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ καὶ γνώσονται πᾶσαι αἱ βασιλεῖαι τῆς γῆς, ὅτι σὺ Κύριος ὁ Θεὸς μόνος.
Tada posla Isaija sin Amosov k Jezekiji, i poruči mu: ovako veli Gospod Bog Izrailjev: uslišio sam za što si mi se molio radi Senahirima cara Asirskoga.
Καὶ ἀπέστειλεν Ἡσαΐας υἱὸς Ἀμὼς πρὸς Ἐζεκίαν λέγων· τάδε λέγει Κύριος ὁ Θεὸς τῶν δυνάμεων Θεὸς Ἰσραήλ· ἃ προσηύξω πρός με περὶ Σενναχηρὶμ βασιλέως Ἀσσυρίων, ἤκουσα.
Ovo je riječ koju izreče Gospod za nj: ruga ti se i potsmijeva ti se djevojka, kći Sionska, za tobom maše glavom kći Jerusalimska.
οὖτος ὁ λόγος, ὃν ἐλάλησε Κύριος ἐπ᾿ αὐτόν· ἐξουδένωσέ σε καὶ ἐμυκτήρισέ σε παρθένος θυγάτηρ Σιών, ἐπὶ σοὶ κεφαλὴν αὐτῆς ἐκίνησε θυγάτηρ Ἱερουσαλήμ.
Koga si ružio i hulio? i na koga si podigao glas? i podigao u vis oči svoje? Na sveca Izrailjeva.
τίνα ὠνείδισας καὶ τίνα ἐβλασφήμησας; καὶ ἐπὶ τίνα ὕψωσας φωνήν; καὶ ᾖρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον τοῦ Ἰσραήλ.
Preko poslanika svojih ružio si Gospoda i rekao si: s mnoštvom kola svojih izidoh na visoke gore, na strane Livanske, i posjeći ću visoke kedre njegove i lijepe jele njegove, i ući ću u krajnji stan njegov, u šumu njegova Karmila.
ἐν χειρὶ ἀγγέλων σου ὠνείδισας Κύριον καὶ εἶπας· ἐν τῷ πλήθει τῶν ἁρμάτων μου ἐγὼ ἀναβήσομαι εἰς ὕψος ὀρέων, μηροὺς τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ μέγεθος τῆς κέδρου αὐτοῦ, τὰ ἐκλεκτὰ κυπαρίσσων αὐτοῦ, καὶ ἦλθον εἰς μέσον δρυμοῦ καὶ Καρμήλου.
Ja sam kopao i pio vodu tuđu, i isušio sam stopama svojim sve potoke gradovima.
ἐγὼ ἔψυξα καὶ ἔπιον ὕδατα ἀλλότρια καὶ ἐξηρήμωσα τῷ ἴχνει τοῦ ποδός μου πάντας ποταμοὺς περιοχῆς.
Nijesi li čuo da ja to odavna činim i od iskona da sam tako uredio? sada puštam to, da prevratiš tvrde gradove u puste gomile.
ἔπλασα αὐτήν, συνήγαγον αὐτήν, καὶ ἐγενήθη εἰς ἐπάρσεις ἀποικεσιῶν μαχίμων, πόλεις ὀχυράς.
Zato koji u njima žive iznemogoše, uplašiše se i smetoše se, postaše kao trava poljska, kao zelena travica, kao trava na krovovima, koja se suši prije nego sazri.
καὶ οἱ ἐνοικοῦντες ἐν αὐταῖς ἠσθένησαν τῇ χειρί, ἔπτηξαν καὶ κατῃσχύνθησαν, ἐγένοντο χόρτος ἀγροῦ ἢ χλωρὰ βοτάνη, χλόη δωμάτων καὶ πάτημα ἀπέναντι ἑστηκότος.
Znam sjeđenje tvoje, i polaženje tvoje i dolaženje tvoje znam, i kako bjesniš na me.
καὶ τὴν καθέδραν σου καὶ τὴν ἔξοδόν σου ἔγνων καὶ τὸν θυμόν σου ἐπ᾿ ἐμέ,
Jer bjesniš na me, i tvoja obijest dođe do mojih ušiju; zato ću metnuti brnjicu svoju na nozdrve tvoje i uzdu svoju u gubicu tvoju, pa ću te odvesti natrag putem kojim si došao.
διὰ τὸ ὀργισθῆναί σε ἐπ᾿ ἐμὲ καὶ τὸ στρῆνός σου ἀνέβη ἐν τοῖς ὠσί μου καὶ θήσω τὰ ἄγκιστρά μου ἐν τοῖς μυκτῆρσί σου καὶ χαλινὸν ἐν τοῖς χείλεσί σου καὶ ἀποστρέψω σε ἐν τῇ ὁδῷ, ᾗ ἦλθες ἐν αὐτῇ.
A tebi ovo neka bude znak: ješćete ove godine što samo od sebe rodi, i druge godine što opet samo od sebe rodi; a treće godine sijte i žanjite i sadite vinograde i jedite rod s njih.
καὶ τοῦτόν σοι τὸ σημεῖον· φάγε τοῦτον τὸν ἐνιαυτὸν αὐτόματα καὶ τῷ ἔτει τῷ δευτέρῳ τὰ ἀνατέλλοντα· καὶ ἔτει τῷ τρίτῳ σπορὰ καὶ ἄμητος καὶ φυτεία ἀμπελώνων, καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν.
Jer ostatak doma Judina, što ostane, opet će pustiti žile ozdo i roditi ozgo.
καὶ προσθήσει τὸν διασεσωσμένον οἴκου Ἰούδα τὸ ὑπολειφθὲν ρίζαν κάτω καὶ ποιήσει καρπὸν ἄνω.
Jer će iz Jerusalima izaći ostatak, i iz gore Siona, koji se sačuvaju. Revnost Gospoda nad vojskama učiniće to.
ὅτι ἐξ Ἱερουσαλὴμ ἐξελεύσεται κατάλειμμα καὶ ἀνασῳζόμενος ἐξ ὄρους Σιών· ὁ ζῆλος Κυρίου τῶν δυνάμεων ποιήσει τοῦτο.
Zato ovako veli Gospod za cara Asirskoga: neće ući u ovaj grad niti će baciti amo strijele, neće se primaći ka njemu sa štitom, niti će iskopati opkopa oko njega.
οὐχ οὕτως; τάδε λέγει Κύριος πρὸς βασιλέα Ἀσσυρίων· οὐκ εἰσελεύσεται εἰς τὴν πόλιν ταύτην καὶ οὐ τοξεύσει ἐκεῖ βέλος, καὶ οὐ προφθάσει αὐτὴν θυρεός, καὶ οὐ μὴ ἐκχέῃ πρὸς αὐτὴν πρόσχωμα·
Vratiće se putem kojim je došao, a u grad ovaj neće ući, veli Gospod.
τῇ ὁδῷ, ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται καὶ εἰς τὴν πόλιν ταύτην οὐκ εἰσελεύσεται, λέγει Κύριος,
Jer ću braniti taj grad, i sačuvaću ga sebe radi i radi Davida sluge svojega.
καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι᾿ ἐμὲ καὶ διὰ Δαυὶδ τὸν δοῦλόν μου.
I istu noć anđeo Gospodnji izide i pobi u okolu Asirskom sto i osamdeset i pet tisuća; i kad ustaše ujutru, a to sve sami mrtvaci.
Καὶ ἐγένετο ἕως νυκτὸς καὶ ἐξῆλθεν ἄγγελος Κυρίου καὶ ἐπάταξεν ἐν τῇ παρεμβολῇ Ἀσσυρίων ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας· καὶ ὤρθρισαν τὸ πρωΐ, καὶ ἰδοὺ πάντες σώματα νεκρά.
Te se podiže Senahirim car Asirski, i otide, i vrativši se osta u Nineviji.
καὶ ἀπῇρε καὶ ἐπορεύθη καὶ ἀπέστρεψε Σενναχηρὶμ βασιλεὺς Ἀσσυρίων καὶ ᾤκησεν ἐν Νινευῆ.
I kad se klanjaše u domu Nisroka boga svojega, Adrameleh i Sarasar sinovi njegovi ubiše ga mačem, a sami pobjegoše u zemlju Araratsku, i na njegovo se mjesto zacari Esaradon sin njegov.
καὶ ἐγένετο αὐτοῦ προσκυνοῦντος ἐν οἴκῳ Νεσερὰχ θεοῦ αὐτοῦ καὶ Ἀδραμέλεχ καὶ Σαρασάρ, οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν ἐν μαχαίρᾳ, καὶ αὐτοὶ ἐσώθησαν εἰς γῆν Ἀραράθ· καὶ ἐβασίλευσεν Ἀσορδὰν ὁ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.