2. Carevima 20

Stari zavet

1

U to vrijeme razbolje se Jezekija na smrt; i dođe k njemu prorok Isaija sin Amosov i reče mu: ovako veli Gospod: naredi za kuću svoju, jer ćeš umrijeti i nećeš ostati živ.

ΕΝ ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν Ἐζεκίας εἰς θάνατον. καὶ εἰσῆλθε πρὸς αὐτὸν Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης καὶ εἶπε πρὸς αὐτόν· τάδε λέγει Κύριος· ἔντειλαι τῷ οἴκῳ σου, ὅτι ἀποθνήσκεις σὺ καὶ οὐ ζήσῃ.

0
2

A on se okrete licem k zidu, i pomoli se Gospodu govoreći:

καὶ ἀπέστρεψεν Ἐζεκίας πρὸς τὸν τοῖχον καὶ ηὔξατο πρὸς Κύριον λέγων·

0
3

Oh, Gospode, opomeni se da sam jednako hodio pred tobom vjerno i s cijelijem srcem, i tvorio što je tebi ugodno. I plaka Jezekija veoma.

Κύριε, μνήσθητι δὴ ὅσα περιεπάτησα ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ καρδίᾳ πλήρει καὶ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ἐποίησα. καὶ ἔκλαυσεν Ἐζεκίας κλαυθμῷ μεγάλῳ.

0
4

I Isaija još ne bješe otišao do polovine dvora, a dođe mu riječ Gospodnja govoreći:

καὶ ἦν Ἡσαΐας ἐν τῇ αὐλῇ τῇ μέσῃ, καὶ ρῆμα Κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων·

0
5

Vrati se i reci Jezekiji, vođu naroda mojega: ovako veli Gospod Bog Davida oca tvojega: čuo sam molitvu tvoju, i vidio sam suze tvoje; evo iscijeliću te, do tri dana ići ćeš u dom Gospodnji.

ἐπίστρεψον καὶ ἐρεῖς πρὸς Ἐζεκίαν τὸν ἡγούμενον τοῦ λαοῦ μου· τάδε λέγει Κύριος ὁ Θεὸς Δαυὶδ τοῦ πατρός σου· ἤκουσα τῆς προσευχῆς σου, εἶδον τὰ δάκρυά σου· ἰδοὺ ἐγὼ ἰάσομαί σε, τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναβήσῃ εἰς οἶκον Κυρίου·

0
6

I dodaću ti vijeku petnaest godina, i izbaviću tebe i ovaj grad iz ruku cara Asirskoga, i braniću ovaj grad sebe radi i radi Davida sluge svojega.

καὶ προσθήσω ἐπὶ τὰς ἡμέρας σου πεντεκαίδεκα ἔτη καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σε καὶ τὴν πόλιν ταύτην καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι᾿ ἐμὲ καὶ διὰ Δαυὶδ τὸν δοῦλόν μου.

0
7

Potom reče Isaija: donesite grudu suhih smokava. I donesavši priviše mu na otok, i iscijeli se.

καὶ εἶπε· λαβέτωσαν παλάθην σύκων καὶ ἐπιθέτωσαν ἐπὶ τὸ ἕλκος, καὶ ὑγιάσει.

0
8

A Jezekija reče Isaiji: šta će biti znak da će me Gospod iscijeliti i da ću do tri dana otići u dom Gospodnji?

καὶ εἶπεν Ἐζεκίας πρὸς Ἡσαΐαν· τί τὸ σημεῖον ὅτι ἰάσεταί με Κύριος καὶ ἀναβήσομαι εἰς οἶκον Κυρίου τῇ ἡμέρᾳ τῇ τρίτῃ;

0
9

A Isaija reče: ovo neka ti bude znak od Gospoda da će učiniti Gospod što je rekao: hoćeš li da otide sjen deset koljenaca naprijed ili da se vrati deset koljenaca natrag?

καὶ εἶπεν Ἡσαΐας· τοῦτο τὸ σημεῖον παρὰ Κυρίου, ὅτι ποιήσει Κύριος τὸν λόγον, ὃν ἐλάλησε· πορεύσεται ἡ σκιὰ δέκα βαθμούς, ἐὰν ἐπιστρέψῃ δέκα βαθμούς.

0
10

A Jezekija reče: lako je da sjen otide naprijed deset koljenaca; nemoj, nego neka se vrati sjen deset koljenaca natrag.

καὶ εἶπεν Ἐζεκίας· κοῦφον τὴν σκιὰν κλῖναι δέκα βαθμούς· οὐχί, ἀλλ᾿ ἐπιστραφήτω ἡ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς δέκα βαθμοὺς εἰς τὰ ὀπίσω.

0
11

I Isaija prorok zavapi ka Gospodu, i vrati Gospod sjen po koljencima po kojima bijaše otišao na sunčaniku Ahazovu natrag za deset koljenaca.

καὶ ἐβόησεν Ἡσαΐας ὁ προφήτης πρὸς Κύριον, καὶ ἐπέστρεψεν ἡ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς εἰς τὰ ὀπίσω δέκα βαθμούς.

0
12

U to vrijeme Verodah-Valadan, sin Valadanov, car Vavilonski posla knjigu s darom Jezekiji; jer bješe čuo da je bolestan Jezekija.

ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλε Μαρωδὰχ Βαλαδὰν υἱὸς Βαλαδὰν βασιλεὺς Βαβυλῶνος βιβλία καὶ μαναὰ πρὸς Ἐζεκίαν, ὅτι ἤκουσεν ὅτι ἠρρώστησεν Ἐζεκίας.

0
13

I Jezekija saslušav poslanike pokaza im sve riznice svoje, srebro i zlato i mirise, i najbolje ulje, i kuću gdje mu bješe oružje, i što se god nalažaše u riznicama njegovijem, ne osta ništa da im ne pokaza Jezekija u kući svojoj i u svemu gospodstvu svojem.

καὶ ἐχάρη ἐπ᾿ αὐτοῖς Ἐζεκίας καὶ ἔδειξεν αὐτοῖς ὅλον τὸν οἶκον τοῦ νεχωθά, τὸ ἀργύριον καὶ τὸ χρυσίον, τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ ἀγαθόν, καὶ τὸν οἶκον τῶν σκευῶν καὶ ὅσα ηὑρέθη ἐν τοῖς θησαυροῖς αὐτοῦ· οὐκ ἦν λόγος, ὃν οὐκ ἔδειξεν αὐτοῖς Ἐζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ.

0
14

Tada dođe prorok Isaija k caru Jezekiji i reče mu: šta su govorili ti ljudi i odakle su došli k tebi? A Jezekija reče: iz daljne zemlje došli su, iz Vavilona.

καὶ εἰσῆλθεν Ἡσαΐας ὁ προφήτης πρὸς τὸν βασιλέα Ἐζεκίαν καὶ εἶπε πρὸς αὐτόν· τί ἐλάλησαν οἱ ἄνδρες οὗτοι καί πόθεν ἥκασι πρός σε; καὶ εἶπεν Ἐζεκίας· ἐκ γῆς πόρρωθεν ἥκασι πρός με, ἐκ Βαβυλῶνος.

0
15

A on reče: šta su vidjeli u tvom dvoru? A Jezekija reče: vidjeli su sve što ima u mom dvoru; nije ostalo ništa u riznicama mojim da im nijesam pokazao.

καὶ εἶπε· τί εἶδον ἐν τῷ οἴκῳ σου; καὶ εἶπε· πάντα, ὅσα ἐν τῷ οἴκῳ μου εἶδον, οὐκ ἦν ἐν τῷ οἴκῳ μου, ὃ οὐκ ἔδειξα αὐτοῖς, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου.

0
16

Tada reče Isaija Jezekiji: čuj riječ Gospodnju.

καὶ εἶπεν Ἡσαΐας πρὸς Ἐζεκίαν· ἄκουσον λόγον Κυρίου·

0
17

Evo doći će vrijeme kad će se odnijeti u Vavilon sve što ima u kući tvojoj, i što su sabirali oci tvoji do danas, neće ostati ništa, veli Gospod.

ἰδοὺ ἡμέραι ἔρχονται καὶ ληφθήσεται πάντα τὰ ἐν οἴκῳ σου καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα· καὶ οὐχ ὑπολειφθήσεται ρῆμα, ὃ εἶπε Κύριος·

0
18

I sinove tvoje, koji će izaći od tebe, koje ćeš roditi, uzeće da budu dvorani u dvoru cara Vavilonskoga.

καὶ οἱ υἱοί σου, οἳ ἐξελεύσονται ἐκ σοῦ, οὓς γεννήσεις λήψεται, καὶ ἔσονται εὐνοῦχοι ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βαβυλῶνος.

0
19

A Jezekija reče Isaiji: dobra je riječ Gospodnja, koju si rekao. Još reče: je li? za mojega vijeka biće mir i vjera?

καὶ εἶπεν Ἐζεκίας πρὸς Ἡσαΐαν· ἀγαθὸς ὁ λόγος Κυρίου, ὃν ἐλάλησεν· ἔστω εἰρήνη ἐν ταῖς ἡμέραις μου.

0
20

A ostala djela Jezekijina i sva junaštva njegova, i kako je načinio jezero, i vodu doveo u grad, nije li zapisano u dnevniku careva Judinijeh?

καὶ τὰ λοιπὰ τῶν λόγων Ἐζεκίου καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ, καὶ ὅσα ἐποίησε, τὴν κρήνην καὶ τὸν ὑδραγωγὸν καὶ εἰσήγαγε τὸ ὕδωρ εἰς τὴν πόλιν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;

0
21

I počinu Jezekija kod otaca svojih, a na njegovo se mjesto zacari Manasija sin njegov.

καὶ ἐκοιμήθη Ἐζεκίας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐβασίλευσε Μανασσῆς υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

0