Stari zavet
Tada David otide odande i uteče u pećinu Odolamsku. A kad to čuše braća njegova i sav dom oca njegova, dođoše onamo k njemu.
ΚΑΙ ἀπῆλθεν ἐκεῖθεν Δαυὶδ καὶ διεσώθη καὶ ἔρχεται εἰς τὸ σπήλαιον τὸ Ὀδολλάμ. καὶ ἀκούουσιν οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ καταβαίνουσι πρὸς αὐτὸν ἐκεῖ.
I skupiše se oko njega koji god bijahu u nevolji i koji bijahu zaduženi i koji god bijahu tužna srca; i on im posta poglavica; i bješe ih s njim oko četiri stotine ljudi.
καὶ συνήγοντο πρὸς αὐτὸν πᾶς ἐν ἀνάγκῃ καὶ πᾶς ὑπόχρεως καὶ πᾶς κατώδυνος ψυχῇ, καὶ ἦν ἐπ᾿ αὐτῶν ἡγούμενος· καὶ ἦσαν μετ᾿ αὐτοῦ ὡς τετρακόσιοι ἄνδρες.
I odande otide David u Mispu Moavsku, i reče caru Moavskom: dopusti da se otac moj i mati moja sklone kod vas dokle vidim šta će Bog učiniti sa mnom.
καὶ ἀπῆλθε Δαυὶδ ἐκεῖθεν εἰς Μασσηφὰθ τῆς Μωὰβ καὶ εἶπε πρὸς βασιλέα Μωάβ· γινέσθωσαν δὴ ὁ πατὴρ μου καὶ ἡ μήτηρ μου παρὰ σοί, ἕως ὅτου γνῶ τί ποιήσει μοι ὁ Θεός.
I izvede ih pred cara Moavskoga, i ostaše kod njega za sve vrijeme dokle David bješe u onom gradu.
καὶ παρεκάλεσε τὸ πρόσωπον τοῦ βασιλέως Μωάβ, καὶ κατῴκουν μετ᾿ αὐτοῦ πάσας τὰς ἡμέρας ὄντος τοῦ Δαυὶδ ἐν τῇ περιοχῇ.
Ali prorok Gad reče Davidu: nemoj ostati u tom gradu, idi i vrati se u zemlju Judinu. I David otide i dođe u šumu Aret.
καὶ εἶπε Γὰδ ὁ προφήτης πρὸς Δαυίδ· μὴ κάθου ἐν τῇ περιοχῇ, πορεύου καὶ ἥξεις εἰς γῆν Ἰούδα. καὶ ἐπορεύθη Δαυὶδ καὶ ἦλθε καὶ ἐκάθισεν ἐν πόλει Σαρίχ.
A Saul ču da se pojavio David i ljudi što bijahu s njim. Tada Saul sjeđaše u Gavaji pod šumom u Rami, s kopljem u ruci, a sve sluge njegove stajahu pred njim.
Καὶ ἤκουσε Σαούλ, ὅτι ἔγνωσται Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ· καὶ Σαοὺλ ἐκάθητο ἐν τῷ βουνῷ ὑπὸ τὴν ἄρουραν τὴν ἐν Ραμά, καὶ τὸ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ πάντες οἱ παῖδες αὐτοῦ παρειστήκεισαν αὐτῷ.
I reče Saul slugama svojim koje stajahu pred njim: čujte sinovi Venijaminovi; hoće li vama svjema sin Jesejev dati njive i vinograde? hoće li sve vas učiniti tisućnicima i stotinicima?
καὶ εἶπε Σαοὺλ πρὸς τοὺς παῖδας αὐτοῦ τοὺς παρεστηκότας αὐτῷ· ἀκούσατε δὴ υἱοὶ Βενιαμίν· εἰ ἀληθῶς πᾶσιν ὑμῖν δώσει ὁ υἱὸς Ἰεσσαὶ ἀγροὺς καὶ ἀμπελῶνας καὶ πάντας ὑμᾶς τάξει ἑκατοντάρχους καὶ χιλιάρχους;
Te ste se svi složili na me, i nema nikoga da mi javi da se moj sin složio sa sinom Jesejevijem, i nema nikoga među vama da mari za me i da mi javi da je sin moj podigao slugu mojega na me da mi zasjeda, kao što se danas vidi.
ὅτι σύγκεισθε πάντες ὑμεῖς ἐπ᾿ ἐμέ, καὶ οὐκ ἔστιν ὁ ἀποκαλύπτων τὸ ὠτίον μου ἐν τῷ διαθέσθαι τὸν υἱόν μου διαθήκην μετὰ τοῦ υἱοῦ Ἰεσσαί, καὶ οὐκ ἔστι πονῶν περὶ ἐμοῦ ἐξ ὑμῶν καὶ ἀποκαλύπτων τὸ ὠτίον μου, ὅτι ἐπήγειρεν ὁ υἱός μου τὸν δοῦλόν μου ἐπ᾿ ἐμὲ εἰς ἐχθρόν, ὡς ἡ ἡμέρα αὕτη.
Tada odgovori Doik Idumejac, koji stajaše sa slugama Saulovijem, i reče: vidio sam sina Jesejeva gdje dođe u Nov k Ahimelehu sinu Ahitovovu.
καὶ ἀποκρίνεται Δωὴκ ὁ Σύρος ὁ καθεστηκὼς ἐπὶ τὰς ἡμιόνους Σαοὺλ καὶ εἶπεν· ἑώρακα τὸν υἱὸν Ἰεσσαὶ παραγινόμενον εἰς Νομβὰ πρὸς Ἀβιμέλεχ υἱὸν Ἀχιτὼβ τὸν ἱερέα,
On pita za nj Gospoda, i dade mu brašnjenice: i mač Golijata Filistejina dade mu.
καὶ ἠρώτα αὐτῷ διά τοῦ Θεοῦ καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ καὶ τὴν ρομφαίαν Γολιὰθ τοῦ ἀλλοφύλου ἔδωκεν αὐτῷ.
Tada car posla da dovedu Ahimeleha sina Ahitovova sveštenika i sav dom oca njegova, sveštenike, koji bijahu u Novu. I dođoše svi k caru.
καὶ ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν Ἀβιμέλεχ υἱὸν Ἀχιτὼβ καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ τοὺς ἱερεῖς τοὺς ἐν Νομβά, καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα.
Tada reče Saul: čuj sada sine Ahitovov. A on odgovori: evo me, gospodaru.
καὶ εἶπε Σαούλ· ἄκουε δή, υἱὲ Ἀχιτώβ· καὶ εἶπεν· ἰδοὺ ἐγώ, λάλει κύριε.
A Saul mu reče: zašto ste se složili na me ti i sin Jesejev, te si mu dao hljeba i mač, i pitao si Boga za nj, da bi ustao na me da mi zasjeda, kao što se vidi danas?
καὶ εἶπεν αὐτῷ Σαούλ· ἱνατί συνέθου κατ᾿ ἐμοῦ σὺ καὶ ὁ υἱὸς Ἰεσσαὶ δοῦναί σε αὐτῷ ἄρτον καὶ ρομφαίαν καὶ ἐρωτᾶν αὐτῷ διὰ τοῦ Θεοῦ θέσθαι αὐτὸν ἐπ᾿ ἐμὲ εἰς ἐχθρόν, ὡς ἡ ἡμέρα αὕτη;
A Ahimeleh odgovori caru i reče: a ko je između svijeh sluga tvojih kao David, vjeran, i zet carev i poslušan tebi i poštovan u kući tvojoj?
καὶ ἀπεκρίθη τῷ βασιλεῖ καὶ εἶπε· καὶ τίς ἐν πᾶσι τοῖς δούλοις σου ὡς Δαυὶδ πιστὸς καὶ γαμβρὸς τοῦ βασιλέως καὶ ἄρχων παντὸς παραγγέλματός σου καὶ ἔνδοξος ἐν τῷ οἴκῳ σου;
Eda li sam sad prvi put pitao Gospoda za nj? Sačuvaj Bože! neka car ne bijedi takim čim sluge svojega niti koga u domu oca mojega; jer nije znao sluga tvoj od svega toga ništa.
ἦ σήμερον ἦργμαι ἐρωτᾶν αὐτῷ διὰ τοῦ Θεοῦ; μηδαμῶς. μὴ δότω ὁ βασιλεὺς κατὰ τοῦ δούλου αὐτοῦ λόγον καὶ ἐφ᾿ ὅλον τὸν οἶκον τοῦ πατρός μου, ὅτι οὐκ ᾔδει ὁ δοῦλός σου ἐν πᾶσι τούτοις ρῆμα μικρὸν ἢ μέγα.
Ali car reče: poginućeš, Ahimeleše! i ti i sav dom oca tvojega.
καὶ εἶπεν ὁ βασιλεὺς Σαούλ· θανάτῳ ἀποθανῇ, Ἀβιμέλεχ, σὺ καὶ πᾶς ὁ οἶκος τοῦ πατρός σου.
Tada car reče slugama koje stajahu pred njim: okrenite se i pogubite sveštenike Gospodnje, jer je i njihova ruka s Davidom, i znajući da je pobjegao ne javiše mi. Ali sluge careve ne htješe podignuti ruke svoje da ulože na sveštenike Gospodnje.
καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παρατρέχουσι τοῖς ἐφεστηκόσι πρὸς αὐτόν· προσαγάγετε καὶ θανατοῦτε τοὺς ἱερεῖς τοῦ Κυρίου, ὅτι ἡ χεὶρ αὐτῶν μετὰ Δαυίδ, καὶ ὅτι ἔγνωσαν ὅτι φεύγει αὐτός, καὶ οὐκ ἀπεκάλυψαν τὸ ὠτίον μου. καὶ οὐκ ἐβουλήθησαν οἱ παῖδες τοῦ βασιλέως ἐπενεγκεῖν τὰς χεῖρας αὐτῶν ἀπαντῆσαι εἰς τοὺς ἱερεῖς Κυρίου.
Tada car reče Doiku: okreni se ti, te uloži na sveštenike. I okrenuvši se Doik Idumejac uloži na sveštenike, i pobi ih onaj dan osamdeset i pet, koji nošahu oplećak laneni.
καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δωήκ· ἐπιστρέφου σὺ καὶ ἀπάντα εἰς τοὺς ἱερεῖς. καὶ ἐπεστράφη Δωὴκ ὁ Σύρος καὶ ἐθανάτωσε τοὺς ἱερεῖς τοῦ Κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τριακοσίους καὶ πέντε ἄνδρας, πάντας αἴροντας ἐφούδ.
I u Novu, gradu svešteničkom, isiječe oštrijem mačem i ljude i žene i djecu i koja sisahu, i volove, i magarce i sitnu stoku oštrijem mačem.
καὶ τὴν Νομβὰ τὴν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ρομφαίας ἀπ᾿ ἀνδρὸς ἕως γυναικός, ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ μόσχου καὶ ὄνου καὶ προβάτου.
Ali uteče jedan sin Ahimeleha sina Ahitovova, po imenu Avijatar, i pobježe k Davidu.
καὶ διασώζεται υἱὸς εἷς τῷ Ἀβιμέλεχ υἱῷ Ἀχιτώβ, καὶ ὄνομα αὐτῷ Ἀβιάθαρ, καὶ ἔφυγεν ὀπίσω Δαυίδ.
I Avijatar javi Davidu da je Saul pobio sveštenike Gospodnje.
καὶ ἀπήγγειλεν Ἀβιάθαρ τῷ Δαυίδ, ὅτι ἐθανάτωσε Σαοὺλ πάντας τοὺς ἱερεῖς τοῦ Κυρίου.
A David reče Avijataru: znao sam onoga dana kad je bio ondje Doik Idumejac da će zacijelo kazati Saulu; ja sam kriv za sve duše doma oca tvojega.
καὶ εἶπε Δαυὶδ τῷ Ἀβιάθαρ· ᾔδειν ὅτι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι Δωὴκ ὁ Σύρος ὅτι ἀπαγγέλλων ἀπαγγελεῖ τῷ Σαούλ· ἐγώ εἰμι αἴτιος τῶν ψυχῶν οἴκου τοῦ πατρός σου·
Ostani kod mene, ne boj se; jer ko traži moju dušu, tražiće i tvoju; kod mene ćeš biti sačuvan.
κάθου μετ᾿ ἐμοῦ, μὴ φοβοῦ, ὅτι οὗ ἐὰν ζητῶ τῇ ψυχῇ μου τόπον, ζητήσω καὶ τῇ ψυχῇ σου, ὅτι πεφύλαξαι σὺ παρ᾿ ἐμοί.