1. Samuilova 21

Stari zavet

1

Tada David dođe u Nov k Ahimelehu svešteniku; a Ahimeleh se uplaši i istrča pred Davida, i reče mu: zašto si sam, i nema nikoga s tobom?

ΚΑΙ ἀνέστη Δαυὶδ καὶ ἀπῆλθε, καὶ Ἰωνάθαν εἰσῆλθεν εἰς τὴν πόλιν.

0
2

A David reče Ahimelehu svešteniku: car mi nešto zapovjedi, i reče mi: niko da ne dozna zašto te šaljem i šta sam ti zapovjedio. A sluge sam opravio u to i to mjesto.

καὶ ἔρχεται Δαυὶδ εἰς Νομβὰ πρὸς Ἀβιμέλεχ τὸν ἱερέα. καὶ ἐξέστη Ἀβιμέλεχ τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπεν αὐτῷ· τί ὅτι σὺ μόνος καὶ οὐθεὶς μετὰ σοῦ;

0
3

Nego šta imaš pri ruci? daj mi pet hljebova, ili šta imaš.

καὶ εἶπε Δαυὶδ τῷ ἱερεῖ· ὁ βασιλεὺς ἐντέταλταί μοι ρῆμα σήμερον καὶ εἶπέ μοι· μηδεὶς γνώτω τὸ ρῆμα, περὶ οὗ ἐγὼ ἀποστέλλω σε καὶ ὑπὲρ οὗ ἐγὼ ἐντέταλμαί σοι· καὶ τοῖς παιδαρίοις διαμεμαρτύρημαι ἐν τῷ τόπῳ τῷ λεγομένῳ Θεοῦ πίστις, Φελλανὶ Ἀλεμωνί· καὶ νῦν εἰ εἰσὶν ὑπὸ τὴν χεῖρά σου πέντε ἄρτοι, δὸς εἰς χεῖρά μου τὸ εὑρεθέν.

0
4

A sveštenik odgovori Davidu i reče: nemam pri ruci običnoga hljeba; nego ima svetoga hljeba; ali jesu li se momci čuvali od žena?

καὶ ἀπεκρίθη ὁ ἱερεὺς τῷ Δαυίδ, καὶ εἶπεν· οὐκ εἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρά μου, ὅτι ἀλλ᾿ ἢ ἄρτοι ἅγιοί εἰσιν· εἰ πεφυλαγμένα τὰ παιδάριά ἐστιν ἀπὸ γυναικός, καὶ φάγεται.

0
5

A David odgovori svešteniku i reče mu: nije bilo žena kod nas ni juče ni onomadne, otkako sam pošao, i sudovi su u momaka bili sveti. A ako bi put i nečist bio, osvetiće se danas sudovima.

καὶ ἀπεκρίθη Δαυὶδ τῷ ἱερεῖ καὶ εἶπεν αὐτῷ· ἀλλὰ ἀπὸ γυναικὸς ἀπεσχήμεθα ἐχθὲς καὶ τρίτην ἡμέραν· ἐν τῷ ἐξελθεῖν με εἰς ὁδὸν γέγονε πάντα τὰ παιδία ἡγνισμένα, καὶ αὐτὴ ἡ ὁδὸς βέβηλος, διότι ἁγιασθήσεται σήμερον διὰ τὰ σκεύη μου.

0
6

Tada mu dade sveštenik hljebove svete, jer ne bješe hljeba osim hljebova postavljenijeh, koji bijahu uzeti ispred Gospoda da se postave hljebovi topli onaj dan kad se oni uzeše.

καὶ ἔδωκεν αὐτῷ Ἀβιμέλεχ ὁ ἱερεὺς τοὺς ἄρτους τῆς προθέσεως, ὅτι οὐκ ἦν ἐκεῖ ἄρτος, ἀλλ᾿ ἢ ἄρτοι τοῦ προσώπου οἱ ἀφῃρημένοι ἐκ προσώπου Κυρίου τοῦ παρατεθῆναι ἄρτον θερμὸν ᾗ ἡμέρᾳ ἔλαβεν αὐτούς.

0
7

A ondje bijaše onaj dan jedan od sluga Saulovijeh baveći se pred Gospodom, kojemu ime bješe Doik Idumejac, starješina nad pastirima Saulovijem.

καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συνεχόμενος νεεσσαρὰν ἐνώπιον Κυρίου, καὶ ὄνομα αὐτῷ Δωὴκ ὁ Σύρος νέμων τὰς ἡμιόνους Σαούλ.

0
8

I David reče Ahimelehu: imaš li tu kako koplje ili mač? jer ni mača svojega ni oružja ne ponesoh, jer stvar careva bijaše hitna.

καὶ εἶπε Δαυὶδ πρὸς Ἀβιμέλεχ· ἰδὲ εἰ ἔστιν ἐνταῦθα ὑπὸ τὴν χεῖρά σου δόρυ ἢ ρομφαία, ὅτι τὴν ρομφαίαν μου καὶ τὰ σκεύη οὐκ εἴληφα ἐν τῇ χειρί μου, ὅτι ἦν τὸ ρῆμα τοῦ βασιλέως κατὰ σπουδήν.

0
9

A sveštenik reče: ovdje je mač Golijata Filistejina, kojega si ubio u dolini Ili, uvijen u platno iza oplećka; ako hoćeš, uzmi ga, jer drugoga osim njega nema ovdje. A David reče: takoga više nema, daj mi ga.

καὶ εἶπεν ὁ ἱερεύς· ἰδοὺ ἡ ρομφαία Γολιὰθ τοῦ ἀλλοφύλου, ὃν ἐπάταξας ἐν τῇ κοιλάδι Ἠλά, καὶ αὐτὴν ἐνειλημμένη ἦν ἐν ἱματίῳ· εἰ ταύτην λήψῃ, σεαυτῷ λαβέ, ὅτι οὐκ ἔστιν ἑτέρα πάρεξ ταύτης ἐνταῦθα. καὶ εἶπε Δαυίδ· ἰδοὺ οὐκ ἔστιν ὥσπερ αὐτή, δός μοι αὐτήν.

0
10

Potom se podiže David, i pobježe onaj dan od Saula, i dođe k Ahisu caru Gatskom.

καὶ ἔδωκεν αὐτὴν αὐτῷ· καὶ ἀνέστη Δαυὶδ καὶ ἔφυγεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου Σαούλ. Καὶ ἦλθε Δαυὶδ πρὸς Ἀγχοῦς βασιλέα Γέθ.

0
11

A Ahisu rekoše sluge njegove: nije li ovo David car zemaljski? Nijesu li o njemu pjevali igrajući i govoreći: Saul zgubi svoju tisuću, a David svojih deset tisuća?

καὶ εἶπον οἱ παῖδες Ἀγχοῦς πρὸς αὐτόν· οὐχὶ οὗτος Δαυὶδ ὁ βασιλεὺς τῆς γῆς; οὐχὶ τούτῳ ἐξῆρχον αἱ χορεύουσαι λέγουσαι· ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυὶδ ἐν μυριάσιν αὐτοῦ;

0
12

I David metnu ove riječi u srce svoje, i poboja se veoma Ahisa cara Gatskoga.

καὶ ἔθετο Δαυὶδ τὰ ρήματα ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ ἐφοβήθη σφόδρα ἀπὸ προσώπου Ἀγχοῦς βασιλέως Γέθ.

0
13

I pretvori se pred njima i učini se lud u rukama njihovijem; i šaraše po vratima, i bacaše pjenu niz bradu svoju.

καὶ ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐνώπιον αὐτοῦ καὶ προσεποιήσατο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐτυμπάνιζεν ἐπὶ ταῖς θύραις τῆς πόλεως καὶ παρεφέρετο ἐν ταῖς χερσὶν αὐτοῦ καὶ ἔπιπτεν ἐπὶ τὰς θύρας τῆς πύλης, καὶ τὰ σίελα αὐτοῦ κατέρρει ἐπὶ τὸν πώγωνα αὐτοῦ.

0
14

I Ahis reče slugama svojim: eto, vidite da je čovjek lud; što ste mi ga doveli?

καὶ εἶπεν Ἀγχοῦς πρὸς τοὺς παῖδας αὐτοῦ· ἰδοὺ ἴδετε ἄνδρα ἐπίληπτον, ἱνατί εἰσηγάγετε αὐτὸν πρός με;

0
15

Zar nemam dosta ludijeh, nego mi dovedoste toga da luduje preda mnom? zar će taj ući u kuću moju?

μὴ ἐλαττοῦμαι ἐπιλήπτων ἐγώ, ὅτι εἰσαγηόχατε αὐτὸν ἐπιληπτεύεσθαι πρός με; οὗτος οὐκ εἰσελεύσεται εἰς οἰκίαν.

0