Stari zavet
Tada javiše Davidu govoreći: evo Filisteji udariše na Keilu, i haraju gumna.
ΚΑΙ ἀπηγγέλη τῷ Δαυὶδ λέγοντες· ἰδοὺ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν τῇ Κεϊλά, καὶ αὐτοὶ διαρπάζουσι, καταπατοῦσι τοὺς ἅλω.
I upita David Gospoda govoreći: hoću li ići i udariti na te Filisteje? A Gospod reče Davidu: idi, i pobićeš Filisteje i izbaviti Keilu.
καὶ ἐπηρώτησε Δαυὶδ διὰ τοῦ Κυρίου λέγων· εἰ πορευθῶ καὶ πατάξω τοὺς ἀλλοφύλους τούτους; καὶ εἶπε Κύριος· πορεύου καὶ πατάξεις ἐν τοῖς ἀλλοφύλοις τούτοις καὶ σώσεις τὴν Κεϊλά.
A Davidu rekoše ljudi njegovi: evo nas je strah ovdje u Judinoj zemlji, a šta će biti kad pođemo u Keilu na oko Filistejski.
καὶ εἶπαν οἱ ἄνδρες τοῦ Δαυὶδ πρὸς αὐτόν· ἰδοὺ ἡμεῖς ἐνταῦθα ἐν τῇ Ἰουδαίᾳ φοβούμεθα, καὶ πῶς ἔσται ἐὰν πορευθῶμεν εἰς Κεϊλά; εἰς τὰ σκῦλα τῶν ἀλλοφύλων εἰσπορευσόμεθα;
Zato David opet upita Gospoda, a Gospod mu odgovori i reče: ustani, idi u Keilu, jer ću ja predati Filisteje u ruke tvoje.
καὶ προσέθετο Δαυὶδ ἔτι ἐπερωτῆσαι διὰ τοῦ Κυρίου, καὶ ἀπεκρίθη αὐτῷ Κύριος καὶ εἶπεν αὐτῷ· ἀνάστηθι καὶ κατάβηθι εἰς Κεϊλά, ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοφύλους εἰς χεῖράς σου.
Tada otide David sa svojim ljudima u Keilu, i udari na Filisteje, i otjera im stoku, i pobi ih ljuto; tako izbavi David stanovnike Keilske.
καὶ ἐπορεύθη Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ εἰς Κεϊλὰ καὶ ἐπολέμησε τοῖς ἀλλοφύλοις, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ, καὶ ἀπήγαγε τὰ κτήνη αὐτῶν καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ ἔσωσε Δαυὶδ τούς κατοικοῦντας Κεϊλά.
A kad Avijatar sin Ahimelehov pobježe k Davidu u Keilu, donese sobom oplećak.
Καὶ ἐγένετο ἐν τῷ φεύγειν Ἀβιάθαρ υἱὸν Ἀβιμέλεχ πρὸς Δαυὶδ καὶ αὐτὸς μετὰ Δαυὶδ εἰς Κεϊλὰ κατέβη ἔχων ἐφοὺδ ἐν τῇ χειρὶ αὐτοῦ.
Potom javiše Saulu da je David došao u Keilu; i reče Saul: dao ga je Bog u moje ruke, jer se zatvorio ušavši u grad, koji ima vrata i prijevornice.
καὶ ἀπηγγέλη τῷ Σαοὺλ ὅτι ἥκει ὁ Δαυὶδ εἰς Κεϊλά, καὶ εἶπε Σαούλ· πέπρακεν αὐτὸν ὁ Θεὸς εἰς τὰς χεῖράς μου, ὅτι ἀποκέκλεισται εἰσελθὼν εἰς πόλιν θυρῶν καὶ μοχλῶν.
I sazva Saul sav narod na vojsku da ide na Keilu i opkoli Davida i ljude njegove.
καὶ παρήγγειλε Σαοὺλ παντὶ τῷ λαῷ καταβαίνειν εἰς πόλεμον εἰς Κεϊλὰ συνέχειν τὸν Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ.
Ali David doznavši da mu Saul zlo kuje, reče Avijataru svešteniku: uzmi na se oplećak.
καὶ ἔγνω Δαυὶδ ὅτι οὐ παρασιωπᾷ Σαοὺλ περὶ αὐτοῦ τὴν κακίαν, καὶ εἶπε Δαυὶδ πρὸς Ἀβιάθαρ τὸν ἱερέα· προσάγαγε τὸ ἐφοὺδ Κυρίου.
I reče David: Gospode Bože Izrailjev! čuo je sluga tvoj da se Saul sprema da dođe na Keilu da raskopa grad mene radi.
καὶ εἶπε Δαυίδ· Κύριε ὁ Θεὸς Ἰσραήλ, ἀκούων ἀκήκοεν ὁ δοῦλός σου ὅτι ζητεῖ Σαοὺλ ἐλθεῖν ἐπὶ Κεϊλὰ διαφθεῖραι τὴν πόλιν δι᾿ ἐμέ.
Hoće li me Keiljani predati u njegove ruke? hoće li doći Saul kao što je čuo sluga tvoj? Gospode Bože Izrailjev! kaži sluzi svojemu. A Gospod odgovori: doći će.
εἰ ἀποκλεισθήσεται; καὶ νῦν εἰ καταβήσεται Σαούλ, καθὼς ἤκουσεν ὁ δοῦλός σου; Κύριε ὁ Θεὸς Ἰσραήλ, ἀπάγγειλον τῷ δούλῳ σου. καὶ εἶπε Κύριος· ἀποκλεισθήσεται.
Opet reče David: Keiljani hoće li predati mene i moje ljude u ruke Saulove? A Gospod odgovori: predaće.
[Καὶ εἶπε Δαυίδ· εἰ παραδώσουσι παρὰ τῆς Κεϊλὰ ἐμὲ καὶ τοὺς ἄνδρας μου εἰς χεῖρας Σαούλ; καὶ εἶπε Κύριος· παραδώσουσι.]
Tada se David podiže sa svojim ljudima, oko šest stotina ljudi, i otidoše iz Keile, i idoše kuda mogoše. A kad Saulu javiše da je David pobjegao iz Keile, tada on ne htje ići.
καὶ ἀνέστη Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ ὡς τετρακόσιοι καὶ ἐξῆλθον ἐκ Κεϊλὰ καὶ ἐπορεύοντο οὗ ἐὰν ἐπορεύοντο· καὶ τῷ Σαοὺλ ἀπηγγέλη ὅτι, διασέσωσται Δαυὶδ ἐκ Κεϊλά, καὶ ἀνῆκε τοῦ ἐλθεῖν.
A David se bavljaše u pustinji po tvrdijem mjestima, i namjesti se na jednom brdu u pustinji Zifu. A Saul ga tražaše jednako, ali ga Gospod ne dade u njegove ruke.
Καὶ ἐκάθισε Δαυὶδ ἐν τῇ ἐρήμῳ, ἐν Μασερὲμ ἐν τοῖς στενοῖς, καὶ ἐκάθητο ἐν τῇ ἐρήμῳ ἐν τῷ ὄρει Ζίφ, ἐν τῇ γῇ τῇ αὐχμώδει· καὶ ἐζήτει αὐτὸν Σαοὺλ πάσας τὰς ἡμέρας, καὶ οὐ παρέδωκεν αὐτὸν Κύριος εἰς τὰς χεῖρας αὐτοῦ.
I David videći da je Saul izašao te traži dušu njegovu, osta u pustinji Zifu, u šumi.
καὶ εἶδε Δαυὶδ ὅτι ἐξέρχεται Σαοὺλ τοῦ ζητεῖν τὸν Δαυίδ· καὶ Δαυὶδ ἦν ἐν τῷ ὄρει τῷ αὐχμώδει ἐν τῇ Καινῇ Ζίφ.
A Jonatan sin Saulov podiže se i dođe k Davidu u šumu, i ukrijepi mu ruku u Gospodu;
καὶ ἀνέστη Ἰωνάθαν υἱὸς Σαοὺλ καὶ ἐπορεύθη πρὸς Δαυὶδ εἰς Καινὴν καὶ ἐκραταίωσε τὰς χεῖρας αὐτοῦ ἐν Κυρίῳ.
I reče mu: ne boj se, jer te neće stignuti ruka cara Saula oca mojega; nego ćeš carovati nad Izrailjem, a ja ću biti drugi za tobom; i Saul otac moj zna to.
καὶ εἶπε πρὸς αὐτόν· μὴ φοβοῦ, ὅτι οὐ μὴ εὕρῃ σε ἡ χεὶρ Σαοὺλ τοῦ πατρός μου, καὶ σὺ βασιλεύσεις ἐπὶ Ἰσραήλ, καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον· καὶ Σαοὺλ ὁ πατήρ μου οἶδεν οὕτως.
I učiniše njih dvojica vjeru pred Gospodom; i David osta u šumi, a Jonatan otide kući svojoj.
καὶ διέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον Κυρίου. καὶ ἀκάθητο Δαυὶδ ἐν Καινῇ, καὶ Ἰωνάθαν ἀπῆλθεν εἰς οἶκον αὐτοῦ.
Tada dođoše Zifeji k Saulu u Gavaju, i rekoše: ne krije li se David kod nas po tvrdijem mjestima u šumi na brdu Eheli nadesno od Gesimona?
Καὶ ἀνέβησαν οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαοὺλ ἐπὶ τὸν βουνὸν λέγοντες· οὐκ ἰδοὺ Δαυὶδ κέκρυπται παρ᾿ ἡμῖν ἐν Μεσσαρά, ἐν τοῖς στενοῖς, ἐν τῇ Καινῇ ἐν τῷ βουνῷ τοῦ Ἐχελὰ τοῦ ἐκ δεξιῶν τοῦ Ἰεσσαιμοῦν;
Sada dakle po svoj želji duše svoje, care, izidi, a naše će biti da ga predamo u ruke caru.
καὶ νῦν πᾶν τὸ πρὸς ψυχὴν τοῦ βασιλέως εἰς κατάβασιν καταβαινέτω πρὸς ἡμᾶς· κεκλείκασιν αὐτὸν εἰς χεῖρας τοῦ βασιλέως.
A Saul reče: Gospod da vas blagoslovi, što me požaliste.
καὶ εἶπεν αὐτοῖς Σαούλ· εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, ὅτι ἐπονέσατε περὶ ἐμοῦ·
Idite sada i doznajte još bolje i razberite i promotrite gdje se sakrio i ko ga je ondje vidio; jer mi kažu da je vrlo lukav.
πορεύθητε δὴ καὶ ἑτοιμάσατε ἔτι καὶ γνῶτε τὸν τόπον αὐτοῦ, οὗ ἔσται ὁ ποὺς αὐτοῦ ἐν τάχει ἐκεῖ, οὗ εἴπατε, μή ποτε πανουργεύσηται·
Promotrite i vidite sva mjesta gdje se krije, pa opet dođite k meni kad dobro doznate, i ja ću poći s vama; i ako bude u zemlji, tražiću ga po svijem tisućama Judinijem.
καὶ ἴδετε καὶ γνῶτε, καὶ πορεύσομαι μεθ᾿ ὑμῶν, καὶ ἔσται εἰ ἔστιν ἐπὶ τῆς γῆς, καὶ ἐξερευνήσω αὐτὸν ἐν πάσαις χιλιάσιν Ἰούδα.
Tada ustaše i otidoše u Zif prije Saula; a David i ljudi njegovi bijahu u pustinji Maonu u ravnici nadesno od Gesimona.
καὶ ἀνέστησαν οἱ Ζιφαῖοι καὶ ἐπορεύθησαν ἔμπροσθεν Σαούλ· καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ἐρήμῳ τῇ Μαὰν καθ᾿ ἑσπέραν ἐκ δεξιῶν τοῦ Ἰεσσαιμοῦν.
I Saul izide sa svojim ljudima da ga traži; a Davidu javiše, te on siđe sa stijene i stade u pustinji Maonu. A Saul kad to ču, otide za Davidom u pustinju Maon.
καὶ ἐπορεύθη Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ζητεῖν αὐτόν· καὶ ἀπήγγειλαν τῷ Δαυίδ, καὶ κατέβη εἰς τὴν πέτραν τὴν ἐν τῇ ἐρήμῳ Μαάν. καὶ ἤκουσε Σαοὺλ καὶ κατεδίωξεν ὀπίσω Δαυὶδ εἰς τὴν ἔρημον Μαάν.
I Saul iđaše jednom stranom planine, a David sa svojim ljudima drugom stranom planine; i David hićaše da uteče Saulu, jer Saul sa svojim ljudima opkoljavaše Davida i njegove ljude da ih pohvata.
καὶ πορεύονται Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου, καὶ ἦν Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου· καὶ ἦν Δαυὶδ σκεπαζόμενος πορεύεσθαι ἀπὸ προσώπου Σαούλ, καὶ Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ παρενέβαλον ἐπὶ Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ συλλαβεῖν αὐτούς.
U tom dođe glasnik Saulu govoreći: brže hodi; jer Filisteji udariše na zemlju.
καὶ πρὸς Σαοὺλ ἦλθεν ἄγγελος λέγων· σπεῦδε καὶ δεῦρο, ὅτι ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὴν γῆν.
Tada se vrati Saul ne tjerajući dalje Davida, i otide pred Filisteje. Otuda se prozva ono mjesto Sela-Amalekot.
καὶ ἀνέστρεψε Σαοὺλ μὴ καταδιώκειν ὀπίσω Δαυὶδ καὶ ἐπορεύθη εἰς συνάντησιν τῶν ἀλλοφύλων· διὰ τοῦτο ἐπεκλήθη ὁ τόπος ἐκεῖνος Πέτρα ἡ μερισθεῖσα.