1. Makavejska 5

Stari zavet

1

I bi kad čuše okolni neznabošci da je sagrađen Žrtvenik i obnovljena Svetinja (Hrama) kao ranije, razljutiše se veoma;

ΚΑΙ ἐγένετο ὅτε ἤκουσαν τὰ ἔθνη κυκλόθεν ὅτι ᾠκοδομήθη τὸ θυσιαστήριον καὶ ἐνεκαινίσθη τὸ ἁγίασμα ὡς τὸ πρότερον,

0
2

I odlučiše da istrebe rod Jakovljev, one koji behu među njima. I počeše u narodu ubijati i istrebljivati.

καὶ ἐβουλεύσαντο τοῦ ἆραι τὸ γένος Ἰακώβ τοὺς ὄντας ἐν μέσῳ αὐτῶν καὶ ἤρξαντο τοῦ θανατοῦν ἐν τῷ λαῷ καὶ ἐξαίρειν.

0
3

I ratovaše Juda protiv sinova Isavovih u Idumeji, u (oblasti) Akravatini, jer (tamo) opkoliše Izrailjce; i porazi ih porazom velikim i sakruši ih, i uze plen njihov.

καὶ ἐπολέμει Ἰούδας πρὸς τοὺς υἱοὺς Ἡσαῦ ἐν τῇ Ἰδουμαίᾳ, τὴν Ἀκραβαττήνην, ὅτι περιεκάθηντο τὸν Ἰσραήλ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην καὶ συνέστειλεν αὐτοὺς καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν.

0
4

I opomenu se zlobe sinova Vejana, koji behu narodu (Izrailjskom) zamka i sablazan, jer ih sretahu zasedama na putevima.

καὶ ἐμνήσθη τῆς κακίας υἱῶν Βαιάν, οἳ ἦσαν τῷ λαῷ εἰς παγίδα καὶ εἰς σκάνδαλον ἐν τῷ ἐνεδρεύειν αὐτοὺς ἐν ταῖς ὁδοῖς·

0
5

I biše od njega opkoljeni u kulama, i napade na njih i prokle ih (uništi ih), i zapali im kule ognjem sa svima koji behu u njima.

καὶ συνεκλείσθησαν ὑπ᾿ αὐτοῦ ἐν τοῖς πύργοις, καὶ παρενέβαλεν ἐπ᾿ αὐτοὺς καὶ ἀνεθεμάτισεν αὐτοὺς καὶ ἐνεπύρισε τοὺς πύργους αὐτῆς ἐν πυρὶ σὺν πᾶσι τοῖς ἐνοῦσι.

0
6

I pređe dalje na sinove Amonove, i nađe ruku jaku i narod mnogi i Timoteja vođu njihovog;

καὶ διεπέρασεν ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν καὶ εὗρε χεῖρα κραταιὰν καὶ λαὸν πολὺν καὶ Τιμόθεον ἡγούμενον αὐτῶν·

0
7

I učini mnoge bojeve protiv njih, i biše satrveni pred licem njegovim, i porazi ih.

καὶ συνῆψε πρὸς αὐτοὺς πολέμους πολλούς, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτούς.

0
8

I zauze (grad) Jazir i kćeri njegove (područja njegova), i vrati se u Judeju.

καὶ προκατελάβετο τὴν Ἰαζὴρ καὶ τὰς θυγατέρας αὐτῆς καὶ ἀνέστρεψεν εἰς τὴν Ἰουδαίαν.

0
9

I sakupiše se neznabošci koji su u Galadu na Izrailjce koji su u njihovim predelima, da ih istrebe, i (ovi) pobegoše u tvrđavu Datemu.

Καὶ ἐπισυνήχθησαν τὰ ἔθνη τὰ ἐν τῇ Γαδαὰδ ἐπὶ τὸν Ἰσραὴλ τοὺς ὄντας ἐπὶ τοῖς ὁρίοις αὐτῶν τοῦ ἐξᾶραι αὐτούς, καὶ ἔφυγον εἰς Δάθεμα τὸ ὀχύρωμα.

0
10

I poslaše pisma Judi i braći njegovoj, govoreći: "Okupili su se na nas neznabošci koji su oko nas da nas unište,

καὶ ἀπέστειλαν γράμματα πρὸς Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λέγοντες· ἐπισυνηγμένα ἐστὶν ἐφ᾿ ἡμᾶς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν τοῦ ἐξᾶραι ἡμᾶς

0
11

I spremaju se da dođu i zauzmu tvrđavu u koju smo se sklonili, i Timotej predvodi vojnu silu njihovu.

καὶ ἑτοιμάζονται ἐλθεῖν καὶ προκαταλαβέσθαι τὸ ὀχύρωμα, εἰς ὃ κατεφύγομεν, καὶ Τιμόθεος ἡγεῖται τῆς δυνάμεως αὐτῶν·

0
12

Zato sada, dođi i izbavi nas iz ruke njihove, jer pade mnoštvo od naših;

νῦν οὖν ἐλθὼν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ὅτι πέπτωκεν ἐξ ἡμῶν πλῆθος,

0
13

I sva braća naša koja su u zemlji Tovijinoj ubijena su, i zarobiše žene njihove i decu i imovinu, i pogubite tamo oko jednu hiljadu ljudi."

καὶ πάντες οἱ ἀδελφοὶ ἡμῶν οἱ ὄντες ἐν τοῖς Τωβίου τεθανάτωνται, καὶ ᾐχμαλωτίκασι τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα καὶ τὴν ἀποσκευήν, καὶ ἀπώλεσαν ἐκεῖ ὡσεὶ μίαν χιλιαρχίαν ἀνδρῶν.

0
14

Još dok se poslanice čitahu, i gle dođoše drugi glasnici iz Galileje, koji razdreše haljine svoje kazujući slično prethodnim rečima, govoreći:

ἔτι αἱ ἐπιστολαὶ ἀνεγινώσκοντο, καὶ ἰδοὺ ἄγγελοι ἕτεροι παρεγένοντο ἐκ τῆς Γαλιλαίας διερρηχότες τὰ ἱμάτια ἀπαγγέλλοντες κατὰ τὰ ρήματα ταῦτα λέγοντες

0
15

"Okupili su se na nas iz Ptolemaide i Tira i Sidona, i sva Galileja inoplemenika, da nas iskorene."

ἐπισυνῆχθαι ἐπ᾿ αὐτοὺς ἐκ Πτολεμαΐδος καὶ Τύρου καὶ Σιδῶνος καὶ πάσης Γαλιλαίας ἀλλοφύλων τοῦ ἐξαναλῶσαι ἡμᾶς.

0
16

Kako ču Juda i narod te reči, sabra se crkva (skupština) velika da se savetuju šta da učine za braću svoju koja su u nevolji i napadnuti su od njih (od neprijatelja).

ὡς δὲ ἤκουσεν Ἰούδας καὶ ὁ λαὸς τοὺς λόγους τούτους, ἐπισυνήχθη ἐκκλησία μεγάλη βουλεύσασθαι τί ποιήσωσι τοῖς ἀδελφοῖς αὐτῶν, τοῖς οὖσιν ἐν θλίψει καὶ πολεμουμένοις ὑπ᾿ αὐτῶν.

0
17

I reče Juda Simonu bratu svojem: "Izaberi sebi ljude i idi te izbavi braću svoju koja su u Galileji, a ja i Jonatan brat moj poći ćemo u Galaditu."

καὶ εἶπεν Ἰούδας Σίμωνι τῷ ἀδελφῷ αὐτοῦ· ἐπίλεξον σεαυτῷ ἄνδρας καὶ πορεύου καὶ ρῦσαι τοὺς ἀδελφούς σου τοὺς ἐν τῇ Γαλιλαίᾳ· ἐγὼ δὲ καὶ Ἰωνάθαν ὁ ἀδελφός μου πορευσόμεθα εἰς τὴν Γαλααδῖτιν.

0
18

I ostavi Josifa sina Zaharijina i Azariju, za vođe narodu, sa ostalom vojskom u Judeji radi čuvanja (odbrane).

καὶ κατέλιπεν Ἰώσηφον τὸν τοῦ Ζαχαρίου καὶ Ἀζαρίαν ἡγουμένους τοῦ λαοῦ μετὰ τῶν ἐπιλοίπων τῆς δυνάμεως ἐν τῇ Ἰουδαίᾳ εἰς τήρησιν

0
19

I zapovedi im govoreći: "Štitite narod ovaj i nemojte započinjati rat sa neznabošcima dok se mi ne vratimo."

καὶ ἐνετείλατο αὐτοῖς λέγων· πρόστητε τοῦ λαοῦ τούτου καὶ μὴ συνάψητε πόλεμον πρὸς τὰ ἔθνη ἕως τοῦ ἐπιστρέψαι ἡμᾶς.

0
20

I izdvojiše se Simonu tri hiljade ljudi da idu u Galileju, a Judi osam hiljada ljudi u Galaditu.

καὶ ἐμερίσθησαν Σίμωνι ἄνδρες τρισχίλιοι τοῦ πορευθῆναι εἰς τὴν Γαλιλαίαν, Ἰούδᾳ δὲ ἄνδρες ὀκτακισχίλιοι εἰς τὴν Γαλααδῖτιν.

0
21

I otide Simon u Galileju i učini bojeve mnoge protiv neznabožaca, i biše satrveni neznabošci od lica njegovog;

καὶ ἐπορεύθη Σίμων εἰς τὴν Γαλιλαίαν καὶ συνῆψε πολέμους πολλοὺς πρὸς τὰ ἔθνη, καὶ συνετρίβη τὰ ἔθνη ἀπὸ προσώπου αὐτοῦ,

0
22

I gonjaše ih do vrata Ptolemaide. I padoše iz neznabožaca oko tri hšьade ljudi, i uze plen njihov.

καὶ ἐδίωξεν αὐτοὺς ἕως τῆς πύλης Πτολεμαΐδος. καὶ ἔπεσον ἐκ τῶν ἐθνῶν εἰς τρισχιλίους ἄνδρας, καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν.

0
23

I uze (Judeje) koji behu u Galileji i u Arvatima, sa ženama i decom i svim njihovim imanjem, i dovede ih u Judeju sa velikim veseljem.

καὶ παρέλαβε τοὺς ἐν τῇ Γαλιλαίᾳ καὶ ἐν Ἀρβάττοις σὺν ταῖς γυναιξὶ καὶ τοῖς τέκνοις καὶ πάντα, ὅσα ἦν αὐτοῖς, καὶ ἤγαγεν εἰς τὴν Ἰουδαίαν μετ᾿ εὐφροσύνης μεγάλης.

0
24

A Juda Makavejac i Tonatan brat njegov, pređoše Tordan i hodiše tri dana nuta u pustinji.

καὶ Ἰούδας ὁ Μακκαβαῖος καὶ Ἰωνάθαν ὁ ἀδελφὸς αὐτοῦ διέβησαν τὸν Ἰορδάνην καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν ἐν τῇ ἐρήμῳ.

0
25

I susretoše Navutejce (Arape), a ovi ih sretoše miroljubivo, i pripovedahu im sve što se desilo braći njihovoj (Judejima) u Galaditi,

καὶ συνήντησαν τοῖς Ναβαταίοις, καὶ ἀπήντησαν αὐτοῖς εἰρηνικῶς καὶ διηγήσαντο αὐτοῖς ἅπαντα τὰ συμβάντα τοῖς ἀδελφοῖς αὐτῶν ἐν τῇ Γαλααδίτιδι.

0
26

I da su mnogi od njih zatvoreni u Vosori i Vosoru, u Alemi, Hasfu, Makedu i Karnainu, i sve su to gradovi utvrđeni i veliki.

καὶ ὅτι πολλοὶ ἐξ αὐτῶν συνειλημμένοι εἰσὶν εἰς Βόσορρα καὶ Βοσόρ, ἐν Ἀλέμοις, Χασφώρ, Μακὲδ καὶ Καρναΐν, πᾶσαι αἱ πόλεις αὗται ὀχυραὶ καὶ μεγάλαι·

0
27

I u drugim gradovima Galadite zatvoreni su, i za sutra se spremaju (neznabošci) da napadnu tvrđave, i uzmu ih, i istrebe sve njih u jedan dan.

καὶ ἐν ταῖς λοιπαῖς πόλεσι τῆς Γαλααδίτιδός εἰσι συνειλημμένοι καὶ εἰς αὔριον τάσσονται παρεμβάλλειν ἐπὶ τὰ ὀχυρώματα καὶ καταλαβέσθαι καὶ ἐξᾶραι πάντας τούτους ἐν ἡμέρᾳ μιᾷ.

0
28

I okrete iznenada Tuda i vojska njegova put kroz pustinju za Vosoru, i zauze grad i pobi sve muško oštricom mača i uze sav plen njihov i zapali ga ognjem.

καὶ ἀπέστρεψεν Ἰούδας καὶ ἡ παρεμβολὴ αὐτοῦ ὁδὸν εἰς τὴν ἔρημον Βόσορρα ἄφνω· καὶ κατελάβετο τὴν πόλιν καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν ἐν στόματι ρομφαίας καὶ ἔλαβε πάντα τὰ σκῦλα αὐτῶν καὶ ἐνέπρησεν αὐτὴν πυρί.

0
29

I otide odatle noću i dođe do tvrđave (Datema).

καὶ ἀπῇρεν ἐκεῖθεν νυκτός, καὶ ἐπορεύετο ἕως ἐπὶ τὸ ὀχύρωμα·

0
30

I kad bi ujutru podigoše (Judeji) oči svoje i gle narod velik, kojemu ne beše broja, noseći lestvice i sprave da zauzmu tvrđavu, i napadahu na njih.

καὶ ἐγένετο ἑωθινῇ ᾖραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδοὺ λαὸς πολύς, οὗ οὐκ ἦν ἀριθμός, αἴροντες κλίμακας καὶ μηχανὰς καταλαβέσθαι τὸ ὀχύρωμα καὶ ἐπολέμουν αὐτούς.

0
31

I vide Juda da je borba počela, i vika iz grada uziđe do neba s trubama i jakom vikom;

καὶ εἶδεν Ἰούδας ὅτι ἦρκται ὁ πόλεμος καὶ ἡ κραυγὴ τῆς πόλεως ἀνέβη εἰς τὸν οὐρανὸν σάλπιγξι καὶ φωνῇ μεγάλῃ,

0
32

I reče ljudima vojnicima: "Borite se danas za braću vašu!"

καὶ εἶπε τοῖς ἀνδράσι τῆς δυνάμεως· πολεμήσατε σήμερον ὑπὲρ τῶν ἀδελφῶν ὑμῶν.

0
33

I izađe sa tri vojne trupe s leđa njima, i zatrubite trubama i povikaše u molitvi.

καὶ ἐξῆλθεν ἐν τρισὶν ἀρχαῖς ἐξόπισθεν αὐτῶν, καὶ ἐσάλπισαν ταῖς σάλπιγξι καὶ ἐβόησαν ἐν προσευχῇ.

0
34

I pozna vojska Timotejeva da je to Makavejac, i pobegoše od lica njegova. I porazi ih velikom ranom, i padoše između njih onoga dana oko osam hiljada ljudi.

καὶ ἐπέγνω ἡ παρεμβολὴ Τιμοθέου ὅτι Μακκαβαῖός ἐστι, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην, καὶ ἔπεσον ἐξ αὐτῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς ὀκτακισχιλίους ἄνδρας.

0
35

I skrenu (Juda) u Alemu i napade na nju, zauze je i pobi sve muško u njoj i uze plen njen i zapali je ognjem.

καὶ ἀπέκλινεν εἰς Μααφὰ καὶ ἐπολέμησεν αὐτὴν καὶ προκατελάβετο αὐτὴν καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν αὐτῆς καὶ ἔλαβε τὰ σκῦλα αὐτῆς καὶ ἐνέπρησεν αὐτὴν πυρί.

0
36

Odatle otide i zauze Hasfu, Maked i Vosor i ostale gradove Galadite.

ἐκεῖθεν ἀπῇρε καὶ προκατελάβετο τὴν Χασφών, Μακέδ, Βοσὸρ καὶ τὰς λοιπὰς πόλεις τῆς Γαλααδίτιδος.

0
37

I posle ovih reči (događaja), prikupi Timotej drugu vojsku i ulogori se naspram Rafona, na drugoj strani potoka.

μετὰ δὲ τὰ ρήματα ταῦτα συνήγαγε Τιμόθεος παρεμβολὴν ἄλλην καὶ παρενέβαλε κατὰ πρόσωπον Ραφὼν ἐκ πέραν τοῦ χειμάρρου.

0
38

I posla Juda da izvide vojni logor, i saopštiše mu govoreći: "Okupljeni su s njime svi neznabišci koji su oko nas, vojska je vrlo velika.

καὶ ἀπέστειλεν Ἰούδας κατασκοπεῦσαι τὴν παρεμβολήν, καὶ ἀπήγγειλαν αὐτῷ λέγοντες· ἐπισυνηγμένα εἰσὶ πρὸς αὐτοὺς πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν, δύναμις πολλὴ σφόδρα·

0
39

I Arape su najmili u pomoć sebi, i ulogorili se preko potoka gotovi da dođu u rat na tebe." I pođe Juda na susret njima.

καὶ Ἄραβας μεμίσθωνται εἰς βοήθειαν αὐτοῖς καὶ παρενέβαλον πέραν τοῦ χειμάρρου ἕτοιμοι τοῦ ἐλθεῖν ἐπὶ σὲ εἰς πόλεμον. καὶ ἐπορεύθη Ἰούδας εἰς συνάντησιν αὐτῶν.

0
40

I reče Timotej starešinama vojske svoje, kada se približavaše Juda i njegova vojska na potok vodeni: "Ako pređe nama prvi, ne možemo izdržati protiv njega, jer je jak i nadjačaće nas.

καὶ εἶπε Τιμόθεος τοῖς ἄρχουσι τῆς δυνάμεως αὐτοῦ ἐν τῷ ἐγγίζειν Ἰούδαν καὶ τὴν παρεμβολὴν αὐτοῦ ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος· ἐὰν διαβῇ πρὸς ἡμᾶς πρότερος, οὐ δυνησόμεθα ὑποστῆναι αὐτόν, ὅτι δυνάμενος δυνήσεται πρὸς ἡμᾶς·

0
41

Ako li se pak uplati i ulogori preko reke, preći ćemo njemu, i nadjačaćemo ga."

ἐὰν δὲ δειλωθῇ καὶ παρεμβάλῃ πέραν τοῦ ποταμοῦ, διαπεράσομεν πρὸς αὐτὸν καὶ δυνησόμεθα πρὸς αὐτόν.

0
42

A kad se približi Juda potoku vodenom, postavi pisare narodne na potoku i zapovedi im govoreći: "Nemojte pustiti ni jednog čoveka da razapne šator, nego neka svi kreću u borbu."

ὡς δὲ ἤγγισεν Ἰούδας ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος, ἔστησε τοὺς γραμματεῖς τοῦ λαοῦ ἐπὶ τοῦ χειμάρρου καὶ ἐνετείλατο αὐτοῖς λέγων· μὴ ἀφῆτε πάντα ἄνθρωπον παρεμβαλεῖν, ἀλλ᾿ ἐρχέσθωσαν πάντες εἰς τὸν πόλεμον.

0
43

I pređe protiv njih prvi i sav narod za njime; i biše poraženi pred licem njegovim svi neznabošci, i baciše oružje svoje u hram (idolski) u Karnainu.

καὶ διεπέρασεν ἐπ᾿ αὐτοὺς πρότερος καὶ πᾶς ὁ λαὸς ὄπισθεν αὐτοῦ, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ πάντα τὰ ἔθνη καὶ ἔρριψαν τὰ ὅπλα αὐτῶν καὶ ἔφυγον εἰς τὸ τέμενος ἐν Καρναΐν.

0
44

I zauze (Juda) taj grad, i hram zapali ognjem, sa svima koji behu u njemu. I bi poražen Karnain, i ne mogaše više suprotstaviti se pred licem Judinim.

καὶ προκατελάβοντο τὴν πόλιν καὶ τὸ τέμενος ἐνεπύρισαν ἐν πυρὶ σὺν πᾶσι τοῖς ἐν αὐτῷ· καὶ ἐτροπώθη ἡ Καρναΐν, καὶ οὐκ ἐδύναντο ἔτι ὑποστῆναι κατὰ πρόσωπον Ἰούδα.

0
45

I sabra Juda sav Izrailj, one u Galaditi, od maloga do velikoga, i žene njihove i decu njihovu i imovinu, skup veoma veliki, da dođu u zemlju Judinu.

καὶ συνήγαγεν Ἰούδας πάντα Ἰσραὴλ τοὺς ἐν τῇ Γαλααδίτιδι ἀπὸ μικροῦ ἕως μεγάλου καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὴν ἀποσκευήν, παρεμβολὴν μεγάλην σφόδρα, ἐλθεῖν εἰς γῆν Ἰούδα.

0
46

I dođoše do Efrona, i to je grad veliki na putu (u zemlju), veoma utvrđen, i nije bilo moguće mimoići ga desno ili levo, nego (samo) kroz njega proći.

καὶ ἦλθον ἕως Ἐφρών, καὶ αὕτη ἡ πόλις μεγάλη ἐπὶ τῆς εἰσόδου ὀχυρὰ σφόδρα, οὐκ ἦν ἐκκλῖναι ἀπ᾿ αὐτῆς δεξιὰν ἢ ἀριστεράν, ἀλλ᾿ ἢ διὰ μέσου αὐτῆς πορεύεσθαι·

0
47

I zaključaše se oni iz grada i zaprečiše vrata kamenjem.

καὶ ἀπέκλεισαν αὐτοὺς οἱ ἐκ τῆς πόλεως καὶ ἐνέφραξαν τὰς πύλας λίθοις.

0
48

I posla im Juda (poruku) s rečima miroljubivim, govoreći: "Da prođemo kroz zemlju vašu odlazeći u zemlju našu, i niko vam neće naneti zla, samo ćemo peške proći." I ne htedoše otvoriti mu.

καὶ ἀπέστειλε πρὸς αὐτοὺς Ἰούδας λόγοις εἰρηνικοῖς λέγων· διελευσόμεθα διὰ τῆς γῆς σου τοῦ ἀπελθεῖν εἰς τὴν γῆν ἡμῶν, καὶ οὐδεὶς κακοποιήσει ὑμᾶς, πλὴν τοῖς ποσὶ παρελευσόμεθα· καὶ οὐκ ἠβούλοντο ἀνοῖξαι αὐτῷ.

0
49

I naredi Juda da se objavi po vojsci da se svaki postroji na mestu u kojem je.

καὶ ἐπέταξεν Ἰούδας κηρῦξαι ἐν τῇ παρεμβολῇ τοῦ παρεμβαλεῖν ἕκαστον ἐν ᾧ ἐστι τόπῳ·

0
50

I postrojiše se borci vojske, i napadahu na grad celi dan onaj i celu noć, i predade se grad u ruke njegove.

καὶ παρενέβαλον οἱ ἄνδρες τῆς δυνάμεως, καὶ ἐπολέμησαν τὴν πόλιν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα, καὶ παρεδόθη ἡ πόλις ἐν χερσὶν αὐτοῦ.

0
51

I pogubi sve muško oštricom mača, i iskoreni grad i uze plen njegov, i prođe kroz grad preko pobijenih.

καὶ ἀπώλεσε πᾶν ἀρσενικὸν ἐν στόματι ρομφαίας καὶ ἐξερρίζωσεν αὐτὴν καὶ ἔλαβε τὰ σκῦλα αὐτῆς καὶ διῆλθε διὰ τῆς πόλεως ἐπάνω τῶν ἀπεκταμμένων.

0
52

I pređoše Jordan u ravnicu veliku naspram Vetsana (Skitopolja).

καὶ διέβησαν τὸν Ἰορδάνην εἰς τὸ πεδίον τὸ μέγα κατὰ πρόσωπον Βαιθσάν.

0
53

A Juda sakupljaše one poslednje (zaostale u koloni) i utešavaše narod tokom celog puta, dok ne dođoše u zemlju Judinu.

καὶ ἦν Ἰούδας ἐπισυνάγων τοὺς ἐσχατίζοντας καὶ παρακαλῶν τὸν λαὸν κατὰ πᾶσαν τὴν ὁδόν, ἕως οὗ ἦλθον εἰς γῆν Ἰούδα.

0
54

I uzađoše na goru Sion u radosti i veselju, i prinesoše žrtve svespaljenice, jer ne pade niko od njih dok se ne vratiše u miru.

καὶ ἀνέβησαν εἰς τὸ ὄρος Σιὼν ἐν εὐφροσύνῃ καὶ χαρᾷ καὶ προσήγαγον ὁλοκαυτώματα, ὅτι οὐκ ἔπεσεν ἐξ αὐτῶν οὐθεὶς ἕως τοῦ ἐπιστρέψαι ἐν εἰρήνῃ.

0
55

A u dane u koje beše Judai Jonatan u zemlji Galadskoj, i Simon brat njegov u Galileji naspram Ptolemaide,

Καὶ ἐν ταῖς ἡμέραις, αἷς ἦν Ἰούδας καὶ Ἰωνάθαν ἐν τῇ Γαλαὰδ καὶ Σίμων ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ Γαλιλαίᾳ κατὰ πρόσωπον Πτολεμαΐδος,

0
56

Ču Josif sin Zaharijin i Azarija, vođa vojske, za dobre podvige (των άνδραγαθιών) i za rat, šta sve učiniše (Makaveji).

ἤκουσεν Ἰωσὴφ ὁ τοῦ Ζαχαρίου καὶ Ἀζαρίας ἄρχοντες τῆς δυνάμεως τῶν ἀνδραγαθιῶν καὶ τοῦ πολέμου, οἷα ἐποίησαν,

0
57

I rekoše: "Stecimo i mi sebi ime i pođimo da ratujemo protiv neznabožaca oko nas."

καὶ εἶπε· ποιήσωμεν καὶ αὐτοὶ ἑαυτοῖς ὄνομα καὶ πορευθῶμεν πολεμῆσαι πρὸς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν.

0
58

I narediše onima iz vojske koja beše s njima, i pođoše na Jamniju.

καὶ παρήγγειλαν τοῖς ἀπὸ τῆς δυνάμεως τῆς μετ᾿ αὐτῶν, καὶ ἐπορεύθησαν ἐπὶ Ἰάμνειαν.

0
59

I iziđe Gorgija iz grada i ljudi njegovi na susret njima za borbu.

καὶ ἐξῆλθε Γοργίας ἐκ τῆς πόλεως καὶ οἱ ἄνδρες αὐτοῦ εἰς συνάντησιν αὐτοῖς εἰς πόλεμον.

0
60

I bi poražen Josif i Azarija, i gonjeni biše do granica Judeje; i padoše u onaj dan od naroda Izrailjskog oko dve hiljade ljudi.

καὶ ἐτροπώθη Ἰώσηφος καὶ Ἀζαρίας, καὶ ἐδιώχθησαν ἕως τῶν ὁρίων τῆς Ἰουδαίας, καὶ ἔπεσον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τοῦ λαοῦ τοῦ Ἰσραὴλ εἰς δισχιλίους ἄνδρας.

0
61

I bi veliki poraz u narodu Izrailjevom zato što ne poslušaše Judu i braću njegovu, smatrajući da će učiniti podvige (άνδραγαθήσαί).

καὶ ἐγενήθη τροπὴ μεγάλη ἐν τῷ λαῷ Ἰσραήλ, ὅτι οὐκ ἤκουσαν Ἰούδα καὶ τῶν ἀδελφῶν αὐτοῦ, οἰόμενοι ἀνδραγαθῆσαι·

0
62

Ali oni ne behu od semena onih ljudi kojima je dat spas Izrailju rukom njihovom.

αὐτοὶ δὲ οὐκ ἦσαν ἐκ τοῦ σπέρματος τῶν ἀνδρῶν ἐκείνων, οἷς ἐδόθη σωτηρία Ἰσραὴλ διὰ χειρὸς αὐτῶν.

0
63

A muž (plemeniti) Juda i braća njegova proslaviše se veoma pred svim Izrailjem i svima neznabošcima gde god se čulo za ime njihovo.

καὶ ὁ ἀνὴρ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐδοξάσθησαν σφόδρα ἐναντίον παντὸς Ἰσραὴλ καὶ τῶν ἐθνῶν πάντων, οὗ ἠκούετο τὸ ὄνομα αὐτῶν·

0
64

I okupljahu se oko njih pohvaljujući ih.

καὶ ἐπισυνήγοντο πρὸς αὐτοὺς εὐφημοῦντες.

0
65

I iziđe Juda i braća njegova i ratovahu protiv sinova Isavovih u zemlji južnoj, i porazi Hevron i kćeri njegove (sela njegova), i sruši utvrđenja njegova i kule njegove zapali unaokolo.

καὶ ἐξῆλθεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἐπολέμουν τοὺς υἱοὺς Ἡσαῦ ἐν τῇ γῇ πρὸς νότον καὶ ἐπάταξε τὴν Χεβρὼν καὶ τὰς θυγατέρας αὐτῆς καὶ καθεῖλε τὸ ὀχύρωμα αὐτῆς καὶ τοὺς πύργους αὐτῆς ἐνέπρησε κυκλόθεν.

0
66

I podiže se da ide u zemlju inoplemenika, i pohađaše Marisu.

καὶ ἀπῇρε τοῦ πορευθῆναι εἰς γῆν ἀλλοφύλων. καὶ διεπορεύετο τὴν Σαμάρειαν.

0
67

U onaj dan padoše sveštenici u borbi, hoteći da učine podvige (άνδραγαθήσαί), kad iziđoše i oni u borbu bez saveta (Judinog).

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔπεσον ἱερεῖς ἐν πολέμῳ βουλόμενοι ἀνδραγαθῆσαι ἐν τῷ αὐτοὺς ἐξελθεῖν εἰς πόλεμον ἀβουλεύτως.

0
68

I skrete Juda u Azot, zemlju inoplemenika (Filisteja), i poruši oltare njihove i kipove bogova njihovih spali ognjem, i zapleni plen gradova, i vrati se u zemlju Judinu.

καὶ ἐξέκλινεν Ἰούδας εἰς Ἄζωτον γῆν ἀλλοφύλων, καὶ καθεῖλε τοὺς βωμοὺς αὐτῶν καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατέκαυσε πυρὶ καὶ ἐσκύλευσε τὰ σκῦλα τῶν πόλεων καὶ ἐπέστρεψεν εἰς τὴν γῆν Ἰούδα.

0