1. Dnevnika 18

Stari zavet

1

A poslije toga pobi David Filisteje i pokori ih, i uze Gat i sela njegova iz ruku Filistejskih.

ΚΑΙ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξε Δαυὶδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτοὺς καὶ ἔλαβε τὴν Γὲθ καὶ τὰς κώμας αὐτῆς ἐκ χειρὸς ἀλλοφύλων.

0
2

Pobi i Moavce, i postaše Moavci sluge Davidove i plaćahu mu danak.

καὶ ἐπάταξε τὴν Μωάβ, καὶ ἦσαν Μωὰβ παῖδες τῷ Δαυὶδ φέροντες δῶρα.

0
3

Razbi David i Adar-Ezera cara Sovskoga u Ematu izašav da raširi vlast svoju do rijeke Efrata.

καὶ ἐπάταξε Δαυὶδ τὸν Ἀδρααζὰρ βασιλέα Σουβὰ Ἡμάθ, πορευομένου αὐτοῦ ἐπιστῆσαι χεῖρα αὐτοῦ ἐπὶ ποταμὸν Εὐφράτην.

0
4

I uze mu David tisuću kola i sedam tisuća konjika i dvadeset tisuća pješaka, i podreza David žile svijem konjma kolskim, samo ostavi za sto kola.

καὶ προκατελάβετο Δαυὶδ αὐτῶν χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἵππων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν· καὶ παρέλυσε Δαυὶδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα.

0
5

A bijahu došli Sirci iz Damaska u pomoć Adar-Ezeru caru Sovskomu, i David pobi dvadeset i dvije tisuće Siraca.

καὶ ἦλθε Σύρος ἐκ Δαμασκοῦ βοηθῆσαι Ἀδρααζὰρ βασιλεῖ Σουβά, καὶ ἐπάταξε Δαυὶδ ἐν τῷ Σύρῳ εἴκοσι καὶ δύο χιλιάδας ἀνδρῶν.

0
6

I namjesti David vojsku u Siriji što je pod Damaskom, i Sirci postaše sluge Davidove plaćajući mu danak. I Gospod čuvaše Davida kuda god iđaše.

καὶ ἔθετο Δαυὶδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἦσαν τῷ Δαυὶδ εἰς παῖδας φέροντας δῶρα, καὶ ἔσωζε Κύριος Δαυὶδ ἐν πᾶσιν, οἷς ἐπορεύετο.

0
7

I David uze zlatne štitove koje imahu sluge Adar-Ezerove, i donese ih u Jerusalim.

καὶ ἔλαβε Δαυὶδ τοὺς κλοιοὺς τοὺς χρυσοῦς, οἳ ἦσαν ἐπὶ τοὺς παῖδας Ἀδρααζάρ, καὶ ἤνεγκεν αὐτοὺς εἰς Ἱερουσαλήμ.

0
8

I iz Tivata i iz Huna gradova Adar-Ezerovijeh odnese David silnu mjed, od koje Solomun načini more mjedeno i stupove i posuđe mjedeno.

καὶ ἐκ τῆς μεταβηχὰς καὶ ἐκ τῶν ἐκλεκτῶν πόλεων τῶν Ἀδρααζὰρ ἔλαβε Δαυὶδ χαλκὸν πολὺν σφόδρα· ἐξ αὐτοῦ ἐποίησε Σαλωμὼν τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τὰ σκεύη τὰ χαλκᾶ.

0
9

A kad ču Toja car Ematski da je David pobio svu vojsku Adar-Ezera cara Sovskoga,

καὶ ἤκουσε Θωὰ βασιλεὺς Ἡμὰθ ὅτι ἐπάταξε Δαυὶδ τὴν πᾶσαν δύναμιν Ἀδρααζὰρ βασιλέως Σουβά,

0
10

Posla Adorama sina svojega k caru Davidu da ga pozdravi i da mu čestita što je vojevao na Adar-Ezera i ubio ga, jer Toja imaše rat s Adar-Ezerom, i svakojakih zaklada zlatnijeh i srebrnijeh i mjedenijeh.

καὶ ἀπέστειλε τὸν Ἀδουρὰμ υἱὸν αὐτοῦ πρὸς τὸν βασιλέα Δαυὶδ τοῦ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ τοῦ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησε τὸν Ἀδρααζὰρ καὶ ἐπάταξεν αὐτόν, ὅτι ἀνὴρ πολέμιος Θωὰ ἦν τῷ Ἀδρααζάρ.

0
11

Pa i to car David posveti Gospodu sa srebrom i zlatom što bješe uzeo od svijeh naroda, od Edomaca i od Moavaca i od sinova Amonovijeh i od Filisteja i od Amalika.

καὶ πάντα τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ, καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς Δαυὶδ τῷ Κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου, οὗ ἔλαβεν ἐκ πάντων τῶν ἐθνῶν, ἐξ Ἰδουμαίας καὶ Μωὰβ καὶ ἐξ υἱῶν Ἀμμὼν καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Ἀμαλήκ.

0
12

I Avisaj sin Serujin pobi osamnaest tisuća Idumejaca u slanoj dolini.

καὶ Ἀβεσσὰ υἱὸς Σαρουΐας ἐπάταξε τὴν Ἰδουμαίαν ἐν κοιλάδι τῶν ἁλῶν, ὀκτωκαίδεκα χιλιάδας.

0
13

I namjesti vojsku po Idumeji, i svi Idumejci postaše sluge Davidove. I Gospod čuvaše Davida kuda god iđaše.

καὶ ἔθετο ἐν τῇ κοιλάδι φρουράς· καὶ ἦσαν πάντες οἱ Ἰδουμαῖοι παῖδες Δαυίδ. καὶ ἔσωζε Κύριος τὸν Δαυὶδ ἐν πᾶσιν, οἷς ἐπορεύετο.

0
14

Tako carova David nad svijem Izrailjem sudeći i dajući pravdu svemu narodu svojemu.

καὶ ἐβασίλευσε Δαυὶδ ἐπὶ πάντα Ἰσραὴλ καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην τῷ παντὶ λαῷ αὐτοῦ.

0
15

I Joav sin Serujin bješe nad vojskom, a Josafat sin Ahiludov pametar,

καὶ Ἰωὰβ υἱὸς Σαρουΐας ἐπὶ τῆς στρατιᾶς καὶ Ἰωσαφὰτ υἱὸς Ἀχιλοὺδ ὑπομνηματογράφος

0
16

A Sadok sin Ahitovov i Avimeleh sin Avijatarov sveštenici, a Susa pisar,

καὶ Σαδὼκ υἱὸς Ἀχιτὼβ καὶ Ἀχιμέλεχ υἱὸς Ἀβιάθαρ ἱερεῖς καὶ Σουσὰ γραμματεὺς

0
17

A Venaja sin Jodajev bješe nad Heretejima i Feletejima, a sinovi Davidovi prvi do cara.

καὶ Βαναίας υἱὸς Ἰωδαὲ ἐπὶ τοῦ Χερεθθὶ καὶ ἐπὶ τοῦ Φελεθθὶ καὶ υἱοὶ Δαυὶδ οἱ πρῶτοι διάδοχοι τοῦ βασιλέως.

0