Stari zavet
A poslije toga umrije Nas car sinova Amonovijeh, i zacari se sin njegov na njegovo mjesto.
ΚΑΙ ἐγένετο μετὰ ταῦτα ἀπέθανε Ναὰς βασιλεὺς υἱῶν Ἀμμών, καὶ ἐβασίλευσεν Ἀνὰν υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
I reče David: da učinim milost Anunu sinu Nasovu, jer je otac njegov učinio meni milost. I posla David poslanike da ga potješe za ocem. I dođoše sluge Davidove u zemlju sinova Amonovijeh k Anunu da ga potješe.
καὶ εἶπε Δαυίδ· ποιήσω ἔλεος μετὰ Ἀνὰν υἱοῦ Ναάς, ὡς ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετ᾿ ἐμοῦ ἔλεος· καὶ ἀπέστειλεν ἀγγέλους Δαυὶδ τοῦ παρακαλέσαι αὐτὸν περὶ τοῦ πατρὸς αὐτοῦ. καὶ ἦλθον παῖδες Δαυὶδ εἰς γῆν υἱῶν Ἀμμὼν πρὸς Ἀνὰν τοῦ παρακαλέσαι αὐτόν.
A knezovi sinova Amonovijeh rekoše Anunu gospodaru svojemu: misliš da je David zato poslao ljude da te potješe što je rad učiniti čast ocu tvojemu? a nijesu zato došle sluge njegove k tebi da promotre i uhode i obore zemlju?
καὶ εἶπον ἄρχοντες υἱῶν Ἀμμὼν πρὸς Ἀνάν· μὴ δοξάζων Δαυὶδ τὸν πατέρα σου ἐναντίον σου ἀπέστειλέ σοι παρακαλοῦντας; οὐχὶ ὅπως ἐξερευνήσωσι τὴν πόλιν καὶ τοῦ κατασκοπῆσαι τὴν γῆν ἦλθον παῖδες αὐτοῦ πρός σε;
Tada Anun uhvati sluge Davidove, i obrija ih i otsiječe im haljine po pole do zadnjice, i opravi ih natrag.
καὶ ἔλαβεν Ἀνὰν τοὺς παῖδας Δαυὶδ καὶ ἐξύρησεν αὐτοὺς καὶ ἀφεῖλε τῶν μανδυῶν αὐτῶν τὸ ἥμισυ ἕως τῆς ἀναβολῆς καὶ ἀπέστειλεν αὐτούς.
A kad neki otidoše, te javiše Davidu za te ljude, on posla pred njih, jer ljudi bijahu grdno osramoćeni, i poruči im car: sjedite u Jerihonu dok vam naraste brada, pa onda dođite natrag.
καὶ ἦλθον ἀπαγγεῖλαι τῷ Δαυὶδ περὶ τῶν ἀνδρῶν, καὶ ἀπέστειλεν εἰς ἀπάντησιν αὐτοῖς, ὅτι ἦσαν ἠτιμωμένοι σφόδρα. καὶ εἶπεν ὁ βασιλεύς· καθίσατε ἐν Ἱεριχὼ ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν καὶ ἀνακάμψατε.
A kad vidješe sinovi Amonovi gdje se omraziše s Davidom, onda Anun i sinovi Amonovi poslaše tisuću talanata srebra da najme kola i konjika iz Mesopotamije i iz Sirije Mahe i iz Sove.
καὶ εἶδον οἱ υἱοὶ Ἀμμὼν ὅτι ᾐσχύνθη λαὸς Δαυίδ, καὶ ἀπέστειλεν Ἀνὰν καὶ υἱοὶ Ἀμμὼν χίλια τάλαντα ἀργυρίου τοῦ μισθώσασθαι ἑαυτοῖς ἐκ Συρίας Μεσοποταμίας καὶ ἐκ Συρίας Μοοχὰ καὶ παρὰ Σωβὰ ἅρματα καὶ ἱππεῖς.
I najmiše trideset i dvije tisuće kola i cara od Mahe s narodom njegovijem, koji dođoše i stadoše u oko prema Medevi. A i sinovi Amonovi skupiše se iz gradova svojih i dođoše na boj.
καὶ ἐμισθώσαντο ἑαυτοῖς δύο καὶ τριάκοντα χιλιάδας ἁρμάτων καὶ τὸν βασιλέα Μοοχὰ καὶ τὸν λαὸν αὐτοῦ καὶ ἦλθον καὶ παρενέβαλον κατέναντι Μαιδαβά, καὶ οἱ υἱοὶ Ἀμμὼν συνήχθησαν ἐκ τῶν πόλεων αὐτῶν καὶ ἦλθον εἰς τὸ πολεμῆσαι.
A David kad to ču, posla Joava sa svom hrabrom vojskom.
καὶ ἤκουσε Δαυὶδ καὶ ἀπέστειλε τὸν Ἰωὰβ καὶ πᾶσαν τὴν στρατιὰν τῶν δυνατῶν.
I izidoše sinovi Amonovi i uvrstaše se pred vratima gradskim; a carevi koji dođoše bijahu za se u polju.
καὶ ἐξῆλθον οἱ υἱοὶ Ἀμμὼν καὶ παρατάσσονται εἰς πόλεμον παρὰ τὸν πυλῶνα τῆς πόλεως, καὶ οἱ βασιλεῖς οἱ ἐλθόντες παρενέβαλον καθ᾿ ἑαυτοὺς ἐν τῷ πεδίῳ.
I Joav vidjeći namještenu vojsku prema sebi sprijed i sastrag, uze odabrane iz sve vojske Izrailjske, i namjesti ih prema Sircima.
καὶ εἶδεν Ἰωὰβ ὅτι γεγόνασιν ἀντιπρόσωποι τοῦ πολεμεῖν πρὸς αὐτὸν κατὰ πρόσωπον καὶ ἐξόπισθεν, καὶ ἐξελέξατο ἐκ παντὸς νεανίου ἐξ Ἰσραήλ, καὶ παρετάξαντο ἐναντίον τοῦ Σύρου·
A ostali narod predade Avisaju bratu svojemu; i namjestiše ih prema sinovima Amonovijem.
καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ Ἀβεσσὰ ἀδελφοῦ αὐτοῦ, καὶ παρετάξαντο ἐξεναντίας υἱῶν Ἀμμών.
I reče: ako Sirci budu jači od mene, dođi mi u pomoć; ako li sinovi Amonovi budu jači od tebe, ja ću tebi doći u pomoć.
καὶ εἶπεν· ἐὰν κρατήσῃ ὑπὲρ ἐμὲ ὁ Σύρος, καὶ ἔσῃ μοι εἰς σωτηρίαν, καὶ ἐὰν οἱ υἱοὶ Ἀμμὼν κρατήσωσιν ὑπὲρ σέ, καὶ σώσω σε·
Budi junak i držimo se junački za svoj narod i za gradove Boga svojega; a Gospod neka učini što mu je drago.
ἀνδρίζου καὶ ἐνισχύσωμεν περὶ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ Θεοῦ ἡμῶν, καὶ Κύριος τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ποιήσει.
Tada Joav i narod koji bijaše s njim primakoše se da udare na Sirce; ali oni pobjegoše ispred njih.
καὶ παρετάξατο Ἰωὰβ καὶ ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ κατέναντι Σύρων εἰς πόλεμον, καὶ ἔφυγον ἀπ᾿ αὐτῶν.
A sinovi Amonovi kad vidješe gdje pobjegoše Sirci, pobjegoše i oni ispred Avisaja brata njegova i uđoše u svoj grad. Potom se Joav vrati u Jerusalim.
καὶ οἱ υἱοὶ Ἀμμὼν εἶδον ὅτι ἔφυγον οἱ Σύροι, καὶ ἔφυγον καὶ αὐτοὶ ἀπὸ προσώπου Ἀβεσσὰ καὶ ἀπὸ προσώπου Ἰωὰβ τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν. καὶ ἦλθεν Ἰωὰβ εἰς Ἱερουσαλήμ.
Ali Sirci kad vidješe gdje ih nadbiše Izrailjci, poslaše poslanike te dovedoše Sirce ispreko rijeke; a Sofak vojvoda Adar-Ezerov iđaše pred njima.
καὶ εἶδεν ὁ Σύρος ὅτι ἐτροπώσατο αὐτὸν Ἰσραήλ, καὶ ἀπέστειλεν ἀγγέλους, καὶ ἐξήγαγον τὸν Σύρον ἐκ τοῦ πέραν τοῦ ποταμοῦ, καὶ Σωφὰ ἀρχιστράτηγος δυνάμεως Ἀδρααζὰρ ἔμπροσθεν αὐτῶν.
Kad to javiše Davidu, on skupi sve Izrailjce, i prijeđe preko Jordana, i dođe k njima, i namjesti vojsku prema njima; a kad namjesti David vojsku prema njima, pobiše se s njim.
καὶ ἀπηγγέλη τῷ Δαυίδ, καὶ συνήγαγε τὸν πάντα Ἰσραὴλ καὶ διέβη τὸν Ἰορδάνην καὶ ἦλθεν ἐπ᾿ αὐτοὺς καὶ παρετάξατο ἐπ᾿ αὐτούς, καὶ παρατάσσεται Σύρος ἐξεναντίας Δαυὶδ εἰς πόλεμον καὶ ἐπολέμησαν αὐτόν,
Ali pobjegoše Sirci ispred Izrailja, i pobi David Siraca sedam tisuća kola i četrdeset tisuća pješaka, i Sofaka vojvodu pogubi.
καὶ ἔφυγε Σύρος ἀπὸ προσώπου Ἰσραήλ, καὶ ἀπέκτεινε Δαυὶδ ἀπὸ τοῦ Σύρου ἑπτὰ χιλιάδας ἁρμάτων καὶ τεσσαράκοντα χιλιάδας πεζῶν καὶ τὸν Σωφὰ ἀρχιστράτηγον δυνάμεως ἀπέκτεινε.
I kad vidješe sluge Adar-Ezerove da ih razbi Izrailj, učiniše mir s Davidom i služahu mu; i ne htješe više Sirci pomagati sinovima Amonovijem.
καὶ εἶδον παῖδες Ἀδρααζὰρ ὅτι ἐπταίκασιν ἀπὸ προσώπου Ἰσραήλ, καὶ διέθεντο μετὰ Δαυὶδ καὶ ἐδούλευσαν αὐτῷ· καὶ οὐκ ἠθέλησε Σύρος τοῦ βοηθῆσαι τοῖς υἱοῖς Ἀμμὼν ἔτι.