1. Dnevnika 17

Stari zavet

1

A kad David sjeđaše kod kuće svoje, reče David Natanu proroku: gle, ja stojim u kući od kedrova drveta, a kovčeg zavjeta Gospodnjega pod zavjesima.

ΚΑΙ ἐγένετο ὡς κατῴκησε Δαυὶδ ἐν οἴκῳ αὐτοῦ, καὶ εἶπε Δαυὶδ πρὸς Νάθαν τὸν προφήτην· ἰδοὺ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς διαθήκης Κυρίου ὑποκάτω δέρρεων.

0
2

A Natan reče Davidu: što ti je god u srcu, čini, jer je Bog s tobom.

καὶ εἶπε Νάθαν πρὸς Δαυίδ· πᾶν τὸ ἐν τῇ ψυχῇ σου ποίει, ὅτι Θεὸς μετὰ σοῦ.

0
3

Ali onu noć dođe riječ Božija Natanu govoreći:

καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο λόγος Κυρίου πρὸς Νάθαν·

0
4

Idi i reci Davidu sluzi mojemu: ovako veli Gospod: ti mi nećeš sazidati kuće da u njoj nastavam.

πορεύου καὶ εἰπὸν πρὸς Δαυὶδ τὸν δοῦλόν μου· οὕτως εἶπε Κύριος· οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με ἐν αὐτῷ·

0
5

Kad nijesam nastavao u kući otkad izvedoh Izrailja do danas, nego sam išao od šatora do šatora i od naslona do naslona,

ὅτι οὐ κατῴκησα ἐν οἴκῳ ἀπὸ τῆς ἡμέρας, ἧς ἀνήγαγον τὸν Ἰσραήλ, ἕως τῆς ἡμέρας ταύτης καὶ ἤμην ἐν σκηνῇ καὶ ἐν καλύμματι

0
6

Kuda sam god hodio sa svijem Izrailjem, jesam li jednu riječ rekao kome između sudija Izrailjevijeh kojima zapovijedah da pasu narod moj, i kazao: zašto mi ne načinite kuću od kedra?

ἐν πᾶσιν, οἷς διῆλθον ἐν παντὶ Ἰσραήλ· εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ἰσραήλ, οἷς ἐνετειλάμην τοῦ ποιμαίνειν τὸν λαόν μου λέγων, ὅτι οὐκ ᾠκοδομήσατέ μοι οἶκον κέδρινον.

0
7

Ovako dakle reci sluzi mojemu Davidu: ovako veli Gospod nad vojskama: ja te uzeh od tora, od ovaca, da budeš vođ narodu mojemu Izrailju.

καὶ νῦν οὕτως ἐρεῖς τῷ δούλῳ μου Δαυίδ· τάδε λέγει Κύριος παντοκράτωρ· ἐγὼ ἔλαβόν σε ἐκ τῆς μάνδρας ἐξόπισθεν τῶν ποιμνίων τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ·

0
8

I bjeh s tobom kuda si god išao, i istrijebih sve neprijatelje tvoje ispred tebe, i stekoh ti ime kao što je ime velikih ljudi na zemlji.

καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐπορεύθης, καὶ ἐξωλόθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σοι ὄνομα κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς.

0
9

I odrediću mjesto narodu svojemu Izrailju, i posadiću ga, te će nastavati u svom mjestu, i neće se više pretresati; niti će im više dosađivati nepravednici kao prije,

καὶ θήσομαι τόπον τῷ λαῷ μου Ἰσραὴλ καὶ καταφυτεύσω αὐτόν, καὶ κατασκηνώσει καθ᾿ ἑαυτὸν καὶ οὐ μεριμνήσει ἔτι, καὶ οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ᾿ ἀρχῆς

0
10

I od onoga dana kad sam postavio sudije nad narodom svojim Izrailjem; i pokorih sve neprijatelje tvoje; nego ti javljam da će ti Gospod sazidati kuću.

καὶ ἀφ᾿ ἡμερῶν, ὦν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ἰσραήλ, καὶ ἐταπείνωσα πάντας τοὺς ἐχθρούς σου, καὶ αὐξήσω σε, καὶ οἶκον οἰκοδομήσει σοι Κύριος.

0
11

I kad se navrše dani tvoji da otideš k ocima svojim, podignuću sjeme tvoje nakon tebe, koje će biti između sinova tvojih, i utvrdiću carstvo njegovo.

καὶ ἔσται ὅταν πληρωθῶσιν ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ·

0
12

On će mi sazidati dom, i utvrdiću prijesto njegov dovijeka.

αὐτὸς οἰκοδομήσει μοι οἶκον, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως αἰῶνος.

0
13

Ja ću mu biti otac, i on će mi biti sin; a milosti svoje neću ukloniti od njega kao što sam uklonio od onoga koji bješe prije tebe.

ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν· καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπ᾿ αὐτοῦ ὡς ἀπέστησα ἀπὸ τῶν ὄντων ἔμπροσθέν σου.

0
14

Nego ću ga utvrditi u domu svom i u carstvu svom dovijeka, i prijesto će njegov stajati dovijeka.

καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ μου καὶ ἐν βασιλείᾳ αὐτοῦ ἕως αἰῶνος, καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος ἕως αἰῶνος.

0
15

Po svijem ovijem riječima i po svoj ovoj utvari kaza Natan Davidu.

κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησε Νάθαν πρὸς Δαυίδ.

0
16

Tada dođe car David i stade pred Gospodom, i reče: ko sam ja, Gospode Bože, i šta je dom moj, te si me doveo dovde?

καὶ ἦλθεν ὁ βασιλεὺς Δαυὶδ καὶ ἐκάθισεν ἀπέναντι Κυρίου καὶ εἶπε· τίς εἰμι ἐγὼ Κύριε ὁ Θεός, καὶ τίς ὁ οἶκός μου, ὅτι ἠγάπησάς με ἕως αἰῶνος;

0
17

I to ti se čini malo, Bože, nego si govorio i za dom sluge svojega na dugo vremena, i postarao si mi se za tu slavu zakonom čovječijim, Gospode Bože.

καὶ ἐσμικρύνθη ταῦτα ἐνώπιόν σου, ὁ Θεός, καὶ ἐλάλησας ἐπὶ τὸν οἶκον τοῦ παιδός σου ἐκ μακρῶν καὶ ἐπεῖδές με ὡς ὅρασις τοῦ ἀνθρώπου καὶ ὕψωσάς με, Κύριε ὁ Θεός.

0
18

Šta će još David da ti govori o časti sluge tvojega, kad ti znaš slugu svojega?

τί προσθήσει ἔτι Δαυὶδ πρός σε τοῦ δοξάσαι; καὶ σὺ τὸν δοῦλόν σου οἶδας.

0
19

Gospode, sluge svojega radi i po srcu svojemu činiš svu ovu veliku stvar, obznanjujući sve ove velike stvari.

καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας τὴν πᾶσαν μεγαλωσύνην.

0
20

Gospode, nema takoga kakav si ti, i nema Boga osim tebe, po svemu što čusmo svojim ušima.

Κύριε, οὐκ ἔστιν ὅμοιός σοι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ κατὰ πάντα, ὅσα ἠκούσαμεν ἐν ὠσὶν ἡμῶν.

0
21

Jer koji je narod na zemlji kao tvoj narod Izrailj? radi kojega je Bog išao da ga iskupi da mu bude narod, i da steče sebi ime velikim i strašnim djelima izgoneći narode ispred naroda svojega, koji si iskupio iz Misira.

καὶ οὐκ ἔστιν ὡς ὁ λαός σου Ἰσραὴλ ἔθνος ἔτι ἐπὶ τῆς γῆς, ὡς ὡδήγησεν αὐτὸν ὁ Θεὸς τοῦ λυτρώσασθαι λαὸν ἑαυτῷ, τοῦ θέσθαι ἑαυτῷ ὄνομα μέγα καὶ ἐπιφανές, τοῦ ἐκβαλεῖν ἀπὸ προσώπου λαοῦ σου, οὓς ἐλυτρώσω ἐξ Αἰγύπτου, ἔθνη.

0
22

Jer si učinio narod svoj Izrailja svojim narodom dovijeka; a ti si im, Gospode, Bog.

καὶ ἔδωκας τὸν λαόν σου Ἰσραὴλ σεαυτῷ λαὸν ἕως αἰῶνος, καὶ σύ, Κύριε, ἐγενήθης αὐτοῖς εἰς Θεόν.

0
23

I tako, Gospode, riječ koju si obrekao sluzi svojemu i domu njegovu neka bude tvrda dovijeka, i učini kako si rekao.

καὶ νῦν, Κύριε, ὁ λόγος σου, ὃν ἐλάλησας πρὸς τὸν παῖδά σου καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ, πιστωθήτω ἕως αἰῶνος. καὶ ποίησον καθὼς ἐλάλησας,

0
24

Neka bude tvrda, da se veliča ime tvoje dovijeka i da se govori: Gospod nad vojskama, Bog Izrailjev jest Bog nad Izrailjem, i dom Davida sluge tvojega neka stoji tvrdo pred tobom.

καὶ πιστωθήτω καὶ μεγαλυνθήτω τὸ ὄνομά σου ἕως αἰῶνος λεγόντων· Κύριε Κύριε, παντοκράτωρ Θεὸς Ἰσραήλ, καὶ ὁ οἶκος Δαυὶδ παιδός σου ἀνωρθωμένος ἐναντίον σου.

0
25

Jer si ti, Bože moj, javio sluzi svojemu da ćeš mu sazidati dom, zato se sluga tvoj usudi da ti se pomoli.

ὅτι σὺ Κύριος ὁ Θεός μου ἤνοιξας τὸ οὖς τοῦ παιδός σου τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον· διὰ τοῦτο εὗρεν ὁ παῖς σου τοῦ προσεύξασθαι κατὰ πρόσωπόν σου.

0
26

Tako Gospode, ti si Bog, i obrekao si sluzi svojemu to dobro.

καὶ νῦν, Κύριε, σὺ εἶ αὐτὸς Θεὸς καὶ ἐλάλησας ἐπὶ τὸν δοῦλόν σου τὰ ἀγαθὰ ταῦτα·

0
27

Budi dakle voljan i blagoslovi dom sluge svojega da bude dovijeka pred tobom; jer kad ti, Gospode, blagosloviš, biće blagosloven dovijeka.

καὶ νῦν ἦρξαι τοῦ εὐλογῆσαι τὸν οἶκον τοῦ παιδός σου τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐναντίον σου· ὅτι σύ, Κύριε, εὐλόγησας, καὶ εὐλόγησον εἰς τὸν αἰῶνα.

0