Stari zavet
Skini, Jerusalime, haljinu tuge i ozlobljenosti svoje i obuci ljepotu slave Božje dovijeka.
ΕΚΔΥΣΑΙ, Ἱερουσαλήμ, τὴν στολὴν τοῦ πένθους καὶ τῆς κακώσεώς σου καὶ ἔνδυσαι τὴν εὐπρέπειαν τῆς παρὰ τοῦ Θεοῦ δόξης εἰς τὸν αἰῶνα.
Ogrni odeždu pravde Božje, stavi na glavu svoju vijenac slave Vječnoga.
περιβαλοῦ τὴν διπλοΐδα τῆς παρὰ τοῦ Θεοῦ δικαιοσύνης, ἐπίθου τὴν μίτραν ἐπὶ τὴν κεφαλήν σου τῆς δόξης τοῦ αἰωνίου.
Jer Bog će pokazati svemu pod nebom svjetlost tvoju.
ὁ γὰρ Θεὸς δείξει τῇ ὑπ᾿ οὐρανὸν πάσῃ τὴν σὴν λαμπρότητα.
Jer nazvaće se ime tvoje od Boga dovijeka: Mir pravde i slava bogočešća.
κληθήσεται γάρ σου τὸ ὄνομα παρὰ τοῦ Θεοῦ εἰς τὸν αἰῶνα· Εἰρήνη δικαιοσύνης καὶ δόξα θεοσεβείας.
Ustani, Jerusalime, i stani na visinu, i pogledaj prema istoku i vidi tvoju sabranu djecu od zapada sunca do istoka riječju Svetoga, radujući se sjećanjem Boga.
Ἀνάστηθι, Ἱερουσαλήμ, καὶ στῆθι ἐπὶ τοῦ ὑψηλοῦ καὶ περίβλεψαι πρὸς ἀνατολὰς καὶ ἴδε συνηγμένα τὰ τέκνα σου ἀπὸ ἡλίου δυσμῶν ἕως ἀνατολῶν τῷ ρήματι τοῦ ἁγίου χαίροντας τῇ τοῦ Θεοῦ μνείᾳ.
Jer izađoše od tebe pješaci vođeni neprijateljima, a uvodi ih Bog k tebi uznošenih sa slavom kao prijesto carstva.
ἐξῆλθον γὰρ παρὰ σοῦ πεζοὶ ἀγόμενοι ὑπὸ ἐχθρῶν, εἰσάγει δὲ αὐτοὺς ὁ Θεὸς πρὸς σὲ αἰρομένους μετὰ δόξης ὡς θρόνον βασιλείας.
Jer odredi Bog da se smiri svaka gora visoka i humovi vječni i udoline da se napune za poravnanje zemlje, da bi hodio Izrailj sigurno slavom Božjom.
συνέταξε γὰρ ὁ Θεὸς ταπεινοῦσθαι πᾶν ὄρος ὑψηλὸν καὶ θῖνας ἀεννάους καὶ φάραγγας πληροῦσθαι εἰς ὁμαλισμὸν τῆς γῆς, ἵνα βαδίσῃ Ἰσραὴλ ἀσφαλῶς τῇ τοῦ Θεοῦ δόξῃ·
A osjeniše i dubrave i svako drvo miomirno Izrailja zapoviješću Božjom:
ἐσκίασαν δὲ καὶ οἱ δρυμοὶ καὶ πᾶν ξύλον εὐωδίας τῷ Ἰσραὴλ προστάγματι τοῦ Θεοῦ·
Jer će voditi Izrailj s veseljem svjetlosti slave Njegove, s milostinjom i pravdom koja je kod Njega.
ἡγήσεται γὰρ ὁ Θεὸς Ἰσραὴλ μετ᾿ εὐφροσύνης τῷ φωτὶ τῆς δόξης αὐτοῦ σὺν ἐλεημοσύνῃ καὶ δικαιοσύνῃ τῇ παρ᾿ αὐτοῦ.